# Scholia in Iliadum 1.76-3-88

Scholia in Homerum, Scholia in Iliadum, 1.76 to 1.88. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.76-3

162. *ὅτι Ζηνόδοτος γράφει βουκόλου ἠὲ βοός. παραλλήλως δὲ τὸ εἶδος τῷ γένει τέταχεν. 164. ἀέκοντας] στέρησίς ἐστι τοῦ ἑκόντα τὸ ἀέκοντα· διὸ δασυν- τέον τὸ ε. πταίει οὖν Νικίας ψιλῶν τὸ ε· οἴεται γὰρ τῷ ἀκόνια ἐπεντίθεσθαι τὸ ε, ὅπερ οὐκ ἔστι· τὸ γὰρ ἄκοντα συναλοιφή ἐστι τοῦ ἀέκοντα. διὰ τί δὲ τὸ α ἐψιλώθη ἐν ἑτέροις ἔφαμεν. 169. *εὗρε] πρὸς τὸ ἀσύνδετον. 173. * ἡ διπλῆ, ὅτι τὴν Τρωϊκὴν Λυκίαν λέγει. 177. εἰ μή τις] πρὸς τὸ ἀμφίβολον, εἰ μὴ οὗτος αὐτὸς θεός ἐστιν ὁ ἐναντιούμενος, ἢ εἰ μή τις θεὸς ἐγκοτῶν τοῖς Τρωσὶ τῷ πολεμίῳ ἀρήγει. 178. ἐπὶ μῆνις] Ἀρίσταρχος παρολκὴν οἴεται τῆς ἐπί, ὁμοίως τῷ ἐπισμυγερῶς (Od. 3, 195) καὶ “βοῶν ἐπιβουκόλος ἀνήρ (ib. 422). ὅταν δὲ παρέλκῃ ἡ πρόθεσις, οὐ ποιεῖται ἐξαλλαγὴν τόνου. εἰσὶ δὲ οἱ ἀνεγνώκασιν ὁμοίως τῷ “ἐπεὶ οὔ τοι ἔπι δέος” (Il. 1, 515), ἵνα τὸ ἵπεστι σημαίνηται. ἄλλοι δὲ ἐπίμηνις, ἓν μέρος λόγου ποιοῦντες. ἄμεινον δὲ τῷ Ἀριστάρχρ συγκατατίθεσθαι. 181. *Ἀρίσταρχος ιχῶς, καὶ μίν καὶ μέν, Τυδείδῃ μιν ἐγώ. 183. ἀθετεῖται, ὅτι δεξάμενός τις εἰ μή τις θεός ἐστιν ὁ ἐναντιού- μενος, ἐνέγραψεν αὐτόν. οὐ διστάζει δὲ, ἀλλʼ ἐπίσταται σαφῶς ὅτι Διομήδης ἐστί· διὸ λέγει “Τυδείδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω, ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ.” 187. ὅτι Ζηνόδοτος ἠθέτηκεν αὐτόν. οὐ γὰρ ἐτράπετο ἄλλῃ τὸ βέλος, ἀλλ᾿ ἔτυχεν αὐτοῦ. οὐ λέγει δὲ ὅτι καθόλου ἀπέτυχεν, ἀλλʼ ὅτι ἐπὶ καίριον τόπον φερόμενον παρέτρεψεν. 188, *καὶ προηκάμην, φησὶ, καὶ ἔτρωσα τὸν ὦμον. 189. *θώρηκος γυάλοιο] ὅτι περιφραστικῶς πάλιν κύτους. 191. ὅτι εὐκρινὲς γίνεται τὸ ἐν τοῖς ἐπάνω (177) ἀμφίβολον, ὅτι συνεργὸν λέγει τῷ πολεμίῳ θεόν. 194. πρωτοπαγεῖς] πρώτως παγέντες, ὅ ἐστιν ἐξόχως. ὅτι Ζηνόδοτος ἠθέτηκεν ὡς ταυτολογοῦντος, πρωτοπαγεῖς νεοτευ- χέες, ἀγνοῶν ὅτι ἐνίοτε παραλλήλως τάσσει τὰς ἰσοδυναμούσας λέξεις. 195. *ὅτι δύο ἵπποις ἐχρῶντο.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
