# Scholia in Iliadum 1.8-5-17

Scholia in Homerum, Scholia in Iliadum, 1.8 to 1.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.8-5

9. * ὅτι πάλιν τὸ βεβολημένος τὸ διὰ τοῦ ο ἐπὶ ψυχῆς λέγει. 11. νυκτὸς δὲ οὔσης καὶ πλησίον ὄντων τῶν πολεμίων οὐ πάντας· καλεῖ, ἵνα μή τις ταραχὴ γένηται. 12. * ὅτι τὸ πονεῖν ἀεὶ ἐπὶ τοῦ ἐνεργεῖν τίθησιν. 14. ώστε κρήνη μελάνυδρος] ὅτι Ζηνόδοτος γράφει “μετὰ δʼ Ἀργείοισιν ἔειπεν, ὦ φίλοι Ἀργείων.” περιῄρηκε δὲ πάντα τὰ κατὰ τὴν παράθεσιν. ἀναγκαῖα δέ ἐστιν εἰς αὔξησιν. μελάνυδρος] πολύυδρος· φύσει γὰρ μέλαν τὸ ὕδωρ, ἀλλὰ λαμ- πρύνεται ταῖς ἡλιακαῖς αὐγαῖς. ἢ βαθεῖα· τοῦ γὰρ μελαίνεσθαι αἴτιον τὸ βάθος. 15. αἰγίλιπος] ἧς ἂν καὶ αἲξ ἀπολείποιτο διὰ τὸ ἄγαν ὑψηλὸν καὶ δύσβατον· ἐν γὰρ τοῖς κρημνοῖς αἱ αἶγες ὡς ἐπίπαν νέμονται. ἡ δὲ παραβολὴ πρὸς τὸ πλῆθος τῶν δακρύων εἴληπται καὶ τῶν στεναγμῶν. 16. ὅτι τινὲς γράφουσιν ὡς ὅγε δακρυχέων διὰ τὸ ἀκαταλ- λήλως πρὸς τὰ δάκρυα τὸ στενάχων ἀποδεδόσθαι. ἔστι δὲ ἐν τῷ στενάχειν καὶ δακρύειν ἀπὸ προηγουμένου νοούμενον. 17. ἡ διπλῆ, ὅτι ἐνθάδε οὕτως γραπτέον· πρὸς γὰρ τοὺς ἀρίστους, οὐ πρὸς τὸ πλῆθος ὁ λόγος. ὅταν δὲ ἀπόπειραν τῷ πλήθει προσάγῃ, προσφυέστερον γράφεται “ὦ φίλοι ἥρωες Δαναοὶ, θεράποντες Ἄρηος” (Il. 2, 110). διασταλτέον δὲ ἐπὶ τὸ φίλοι διὰ τὴν ἀντέμ- φασιν· ἑαυτῷ μὲν γὰρ προσφιλεῖς. Ἀργείων δὲ ἡγήτορας αὐτοὺς λέγει. 18. *μέγα] Ἀρίσταρχος σὺν τῷ σ μέγας. Ζεύς με μέγα] ὅτι μέγα δεῖ γράφειν, ἀντὶ τοῦ μεγάλως, ὡς σάφα. ἀδόκιμος δὲ πάνυ ἡ μετὰ τοῦ σ, μέγας. 19. ὅτι νῦν οὕτως γραπτέον, ὃς τότε μέν μοι· ἀναφέρει γὰρ ἐπὶ τὸ πρώην κατὰ τὸν ὄνειρον· ἐν ἐκείνοις μέντοι πρὶν μέν μοι· χρόνια γὰρ ἐσήμαινε τὰ κατὰ τὴν πρώτην ἔξοδον τῶν Ἑλλήνων. * Ἀρίσταρχος ὃς τότε μέν μοι. 23, 24, 25. *παρὰ Ζηνοδότῳ οὐκ ἐφέροντο· καὶ Ἀριστοφάνης δὲ ἠθέτει. ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἄμεινον ταῦτα λέγειν ἐν τῇ ἀποπείρᾳ (Il. 2, 116). νῦν δὲ οὐκ ἀποπειρᾶται, ἀλλὰ περὶ ἀποστάσεως ἀλη- θῶς λέγει, ἐγκεκυρηκὼς τοῖς τοῦ Διὸς ἐλαττώμασιν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
