# Scholia in Iliadum 1.80-2

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, EIΣ THN Γ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.80-2

182. *ὦ μάκαρ] σημείωσαι ὡς κατὰ πρόσοδον συλλαβῆς ηὔξηται μετʼ ἐπιπλήξεως ὁ ἔπαινος. ὀλβιόδαιμον] προπαροξυτόνως· ἔστι γὰρ σύνθετον· τὰ δὲ μακρᾷ παραληγόμενα βαρύτονα, ἔχοντα κλητικὴν εἰς ον περατουμένην, προπερισπᾶται ἁπλᾶ ὄντα, Μαχᾶον Ἀρετᾶον, σύνθετα μέντοι ὄντα ἀναδίδωσι τὸν τόνον, κυλλοπόδιον Ποσείδαον ὀβλιοδαιμον. καὶ ἐπὶ τῶν ἄλλων δὲ συνθέτων τὸ αὐτὸ, λέγω δὲ τὸ Αὐτόμεδον καὶ Ἀγά- μεμνον· ταῦτα γὰρ πάλιν τὸν τόνον ἀνεβίβασε κατὰ κλητικὴν, ἐπεὶ σύνθετα ἦν. τὰ μέντοι παρὰ τὸ φρήν συντιθέμενα ἐφύλαξε τὸν τόνον, Λυκόφρον δαΐφρον. ὅθεν σημειῶδες ἐκεῖνο κατὰ κλητικήν “ἰὼ Λακε- δαῖμον” Ἀριστοφάνης Ὁλκάσιν (fr. 354)· καὶ σύνθετον τὸ “ψευδό- μενοί σε Παλαῖμον.”

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
