# Scholia in Iliadum 1.80-3-87

Scholia in Homerum, Scholia in Iliadum, 1.80 to 1.87. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.80-3

195. ὄφρα ἴδῃ —] ὁ ἀστερίσκος καὶ ὁ ὀβελὸς, ὅτι νῦν παρέλκει· ὁρᾷ γὰρ ὁ κῆρυξ τὴν χρείαν τοῦ Μαχάονος. Μαχάων δὲ οὗτος υἱὸς Ἀσκληπιοῦ καὶ Ἀρσινόης ἢ Κορωνίδος, κατὰ δέ τινας Ἠπιόνης τῆς Μέροπος, κατὰ δὲ Ἡσίοδον (Theog. 356) Ξάνθης. Ἀσκληπιὸς δὲ εἴρηται παρὰ τὸ ἀσκεῖν καὶ ἤπια τὰ μέλη ποιεῖν. * Ἀτρέος υἱόν] γρ. ἀρχὸν Ἀχαιῶν. 200. παπταίνων] πετῶ πτῶ πταίω πιαίνω, καὶ κατὰ ἀναδιπλα- σιασμὸν παπταίνων, ὁ πανταχόσε περιβλεπόμενος. 203. *προσηύδα] γρ. ἀγόρευεν. 205. *ὄφρα ἴδῃ Μενέλαον] ὁ ἀστερίσκος, ὅτι νῦν δεόντως λέγε- ται πρὸς Μαχάονα ὑπὸ τοῦ κήρυκος. *οὕτως Ἀρίσταρχος χωρὶς τοῦ σ ἴδῃ. 206. ὅν τις ὀϊστεύσας ἔβαλεν] ἡ διπλῆ ὅτι ἐς βολῆς ἔτρωσεν, πρὸς τὸ “αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς” (140). 207. τῷ μὲν κλέος, ἄμμι δὲ πένθος] ἑκάτερον καθʼ ἑαυτό· λείπει γὰρ τὸ ἐστίν ἐν ἀμφοτέροις. 208. ἡ διπλῆ πρὸς τὸ ὄρινεν, ἀντὶ τοῦ κατὰ ψυχὴν ἐκίνησεν. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινεν” (Od. 17, 150), ὅτι οὐκ ἔστιν ἐθύμωσεν, ὡς ὁ διασκευάσας ἐκλαβὼν ἔταξε τοὺς ἑξῆς εἴκοσι στίχους, ἀλλʼ ἀντὶ τοῦ ἐκίνησε καὶ παρώρ- μησε κατὰ τὸ ἐρωτικόν. 211. ὑποστικτέον εἰς τὸ ἦν καὶ κυκλόσε, ὧν ἡ δευτέρα ἀνυπόκρι- τός ἐστιν. διὰ μέσου δὲ ταῦτα.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
