# Scholia in Iliadum 1.81-3

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Θ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.81-3

178. ἀβλήχρʼ] Ἡρακλείδης ὁ Μιλήσιος βαρύνει ὡς ἄσιτα· λόγῳ δὲ χρῆται τούτῳ, ὡς ὅτι βληχρόν ἐστι τὸ ἰσχυρὸν, ὅπερ κατὰ στέρησιν ὀφείλει λέγεσθαι ἄβληχρος ὡς ἄκακος· σημαίνει γὰρ τὸ ἀσθενές. ἡ μέντοι παράδοσις ὀξύνει τὸ ἀβληχρά καὶ ἀβληχρήν, πεισθεῖσα πρῶτον τῷ παρασχηματισμῷ ὡς ἀπλῷ. οὕτως γὰρ παρε- σχηματίσθη, ὡς πενιχρά, ψυχρά, λέγω δὲ θηλυκῶς. οὕτως ἀβλη- χρά, οὐ κοινωνοῦντός ποτε τοῦ γένους, λέγω δὲ ὁ ἄβληχρος καὶ ἡ ἄβληχρος. ἄλλως τε ἤδη αὐτὸ τὸ βληχρός σημαίνει ὡς ἐπὶ τὸ πλεῖστον μᾶλλον τὸ ἀσθενές. Ἀλκαῖος θʼ “βληχρῶν ἀνέμων ἀχεί- μαντοι πνοαί” καὶ ὁ Νίκανδρος “βληχρὸν γὰρ μυὸς οἷα μυληβόρου ἐν χροὶ νύγμα.” τοῦτο δὴ πλεονάσαν τῷ ᾱ φυλάξει τὸν αὐτὸν τόνον λαλητός ἀλαλητός στεροπή ἀστεροπή· οὐκ ἐκεῖνο μέντοι διηνεκὲς λέ- γομεν ὅτι πλεονασμὸς τοῦ ᾱ φυλάσσει τὸν αὐτὸν τόνον ἀεί. οἴδα γὰρ τὸ ἄβορος, ἄγαυρος, ἀσταφίς. οὐδενόσωρα] οὐδεμιᾶς φροντίδος ἄξια, ἀπὸ τῶν ὠρῶν· ὤρα γὰρ ἡ φροντίς. ὡς κυνόσουρα ὑφʼ ἓν κατὰ σύνθεσιν, εἰ καὶ σπάνιος ἡ τοιαύτη σύν- θεσις ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς ἑνός γενικῆς ἐντελοῦς· οὐδέποτε γὰρ οὕτως αὕτη ἡ γενικὴ συντίθεται· ἀλλʼ οἵ γε ποιηταὶ τολμῶσι ξένας συνθέσεις.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
