# Scholia in Iliadum 1.81

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.81

115. οὐ δέμας] δέμας ὁ ποιητὴς τὸ ἔμψυχον εἴωθε λέγειν, παρὰ τὸ δεδέσθαι καὶ συνεστηκέναι, οἷον “οὐ δέμας οὐδὲ φυήν” καὶ πάλιν “δέμας δʼ ἤϊκτο γυναικὶ καλῇ τε μεγάλῃ τε” (Od. 4, 796) καὶ “ἐπεὶ οὕτως οὐδὲ ἔοικε θνητὰς ἀθανάτῃσι δέμας” (Od. 5, 212). καὶ σῶμα δὲ καλεῖ τὸ ἄψυχον, ἐπεὶ σῆμά τί ἐστι τοῦ ποτὲ ζῶντος, οἷον “σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν” (Il. 7, 79)· καὶ ἐπὶ τοῦ Ἐλπήνορος πάλιν “σῶμα γὰρ ἐν Κίρκης κατελείπομεν αὖθις ἡμεῖς ἄκλαυτον καὶ ἄθαπτον” (Od 11, 53)· καὶ “ὧν ἔτι καὶ νῦν σώματʼ ἀκηδέα κεῖται” (Od. 24, 186). Εὐριπίδης μέντοι ἐνηλλαγμένως δέμας μὲν ἐπὶ τοῦ νεκροῦ, λέγων “ἕκτον δὲ δὴ τόδʼ ἦμαρ ἐξ ὅτου σφαγαῖς θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας·” (Orest. 40.) τὸ δὲ σῶμα ἐπὶ ἐμψύχου λαμβάνει, λέγων “δεῖξαι γὰρ Ἀργείοισι σῶμʼ αἰσχύνομαι” (ibid. 98).

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
