# Scholia in Iliadum 1.86-2

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, EIΣ THN Γ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.86-2

198. ὅς τʼὀΐων] ὁ μὲν Ἀρίσταρχος οἰῶν ὡς αἰγῶν, ὁ δὲ Ἡρωδιανὸς ὀΐων ὡς δαίδων, λέγων ὡς οὐ κλίνει τὸ μονοσύλλαβον ὁ ποιητὴς, εἰ μὴ μέτρον κωλύσειεν. Ἀρίσταρχος δισυλλάβως ὡς αἰγῶν, καὶ Πτολεμαῖος ὁ Ἀσκα- λωνίτης· Ἀριστόνικος δὲ τρισυλλάβως, ὅς τʼ ὀίων μέγα πῶῦ. ὁ μέντοι Πτολεμαῖος οὐχ ὑγιὲς αἴτιον ἐπιφέρει τῆς δισυλλάβου ἀναγνώσεως. φησὶ γὰρ ὅτι ἡ εὐθεῖα μονοσύλλαβός ἐστιν, οἶς ὡς αἴξ, διαμαρτάνει δέ· οὐδέποτε γὰρ ὁ ποιητὴς μονοσυλλάβως εἶπε τὴν εὐθεῖαν, δισυλλάβως δέ “τοῖσι δʼ ὅς λάσιος” (Il. 24, 125). καὶ τὰς πλαγίους δὲ κατὰ διάστασιν τοῦ ῑ λέγει, εἰ μὴ κωλύοι μέτρον· ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος” (Il. 9, 207) καὶ “μῆλʼ ὄϊές τε καὶ αἶγες” (Od. 9, 184) καὶ “Τειρεσίῃ δʼ ἀπάνευθεν ὄϊν” (Od. 10, 524). ἔνεκα δὲ μέτρου “οἰὸς ἀωτῷ” (Od. 1, 443) καὶ “οἰῶν τε βληχήν” (Od. 12, 266). ὥστε εἰ καὶ ἐνθάδε μέτρον οὐ κωλύει, οὐδὲν ἦν ἐμποδὼν παραδέξασθαι τὴν τοῦ Ἀριστονίκου ἀνάγνωσιν. καὶ γὰρ ἄλλως τὸ ὄις ἀναλογώτερον ἔσται δισύλλαβον ὃν τοῦ μονοσυλ- λάβου· πολλὰ γὰρ τὰ εἰς ις λήγοντα ἐπʼ εὐθείας, οὔδὲν δὲ εἰς οις, ὅ τι μὴ μόνον τὸ οἶς καὶ παρʼ Ἀττικοῖς τὸ φθοῖς.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
