# Scholia in Iliadum 1.86

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.86

126. λαούς] παρὰ τὸ λᾶαν· λᾶας δὲ κατὰ διάλεκτον ὁ λίθος. Προμηθέως παῖς Δευκαλίων γίνεται. οὗτος βασιλεύων τῶν περὶ τὴν Φθίαν τόπων γαμεῖ Πύρραν τὴν Ἐπιμηθέως καὶ Πανδώρας, ἣν ἔπλασαν οἱ θεοὶ πρώτην γυναῖκα. καὶ ἐπειδὴ Ζεὺς ἠθέλησε τὸ χαλκοῦν γένος ἀπολέσαι, ὑποθεμένου Προμηθέως Δευκαλίων τεκτηνάμενος λάρνακα, καὶ τὰ ἐπιτήδεια ἐνθέμενος ἐν αὐτῇ, μετὰ Πύρρας ἐνέβη. Ζεὺς δὲ πολὺν ὑετὸν ἀπʼ οὐρανοῦ χέας τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος κατέκλυσεν, ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους ὀλίγων χωρὶς, οἵτινες συνέφυγον εἰς τὰ πλησίον ὑψηλὰ ὄρη. τότε δὲ καὶ τὰ κατὰ Θεσσαλίαν στενώματα διέστη, καὶ τὰ ἐκτὸς Ἰσθμοῦ καὶ Πελοποννήσου συνεχύθη πάντα. Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῆς θαλάσσης φερόμενος ἐφʼ ἡμέρας ἐννέα καὶ νύκτας ἴσας τῷ Παρνασσῷ περιηχεῖτο, κἀκεῖ τῶν ὄμβρων παῦλαν λαβόντων ἐκβὰς ἔθυσε Διὶ φυξίῳ. Ζεὺς δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν ἐπέτρεψεν αἰτεῖσθαι ὅ τι βούλεται· ὁ δὲ αἱρεῖται ἀνθρώπους αὑτῷ γενέσθαι, καὶ Διὸς εἰπόντος ὑπὲρ κεφαλῆς ἔβαλλεν αἴρων τοὺς λίθους· καὶ οὓς μὲν ἔβαλλεν οὗτος, ἄνδρες ἐγίνοντο, οὓς δὲ ἡ Πύρρα, γυναῖκες. ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ. παλίλλογα] οὐ δίκαιόν ἐστιν εἰς τὸ αὐτὸ πάλιν συναγαγεῖν τοὺς Ἕλληνας τὰ ἅπαξ φθάσαντα αὐτοῖς διαμερισθῆναι χρήματα. παρὰ τὸ λέγω, ὅθεν καὶ τὸ συλλέγω. τὸ δὲ ταυτʼ Τυραννίων ὀξύνει.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
