Ancient Greek
1.87 to 1.90
Scholia in Homerum, Scholia in Iliadum 1.87-3-90
Not analysed yet
160. κείνʼ] λέγει ὁ τεχνικὸς ἐν τῷ ὑπομνήματι τοῦ περὶ παθῶν Διδύμου· τὰ ὀξύτονα ἡνίκα ἐκθλίβηται τὴν ὀξυνομένην συλλαβὴν, ἀναπέμπει τὴν ὀξεῖαν ἐπὶ τὴν ὀπίσω συλλαβὴν, καὶ ἐὰν ᾖ ἡ ἐκθλι. θεῖσα συλλαβὴ ἡ ἔχουσα τὴν ὀξεῖαν βραχεῖα, ἡ δὲ ὀπίσω συλλαβὴ φύσει μακρὰ, τῷ τονικῷ παραγγέλματι γίνεται περισπώμενον. περισπᾷ γοῦν τὸ δεῖλʼ, ἐν δὲ τῇ Ὁμηρικῇ προσῳδίᾳ ἐναντιοῦται τούτῳ. 162. κείατο γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν] τότε πολὺ προσφιλέστερον τοῖς γυψὶν ἢ ὅτε ἔζων ταῖς γυναιξίν. 163. Εκτορα δʼ ἐκ βελέων] ἡ ἔκ νῦν ἐπίπαν εἶναι ἀντὶ τοῦ ἐκτός κεῖται. οὕτως οὖν καὶ ἐν Ὀδυσσείᾳ κεῖται “θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ” (11,134). 165. τὸ σφεδανόν ἑκατέροις δύναται προσδίδοσθαι. σημαίνει δὲ ἡ λέξις ἐπεικτικὸν καὶ ἐπεστραμμένον, οἷον σφενδονηδόν, ἀπὸ τῆς σφενδόνης. οὕτως Ἀρίσταρχος.