# Scholia in Iliadum 1.89-5

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ M.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.89-5

201. Ἀρίσταρχος ἐβάρυνεν εὑρὼν τὸ “ ὠκυπέτα χρνσέῃσιν ἐθείρῃσιν” (Il. 8, 42) οὕτως κεκλιμένον, ώσεὶ καὶ ἀπὸ τοῦ παντο- πώλης παντοπώλα. πρόδηλον δὲ κἀκ τῶν διαλέκτων· ὑψιπέτας γὰρ εὑρέθη κατὰ τροπὴν τοῦ η εἰς τὸ α, ὅπερ ζητεῖ καὶ ἡ κλίσις καὶ ἡ βαρεῖα τάσις. τινὲς μέντοι ἐτόλμησαν τὸ ὑψιπέτης περισπάσαι, ἐπεὶ ἐν ἑτέροις ἔφη “ὥστʼ αἰετὸς ὑψιπετήεις” (Il. 22, 308). ὡς οὖν τὸ τιμήεις ἔσομαι ἐγένετο τιμῆς “οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι ” (Il. 9, 605)· οὕτως ὑψιπετήεις ὑψιπετῆς. ἀλλʼ ἐπὶ μὲν τοῦ τιμῆς εὕρομεν αἰτιατικὴν “καὶ χρυσὸν τιμῆντα” (Il. 18, 475), ἥτις ἐδί. δασκε τὸ τῆς εὐθείας πάθος· ἐπὶ δὲ τοῦ προκειμένου οὐδὲν εὕρομεν τοιοῦτο, ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχω. ἐπʼ ἀριστερὰ λαὸν ἐέργων] ὑποχωρῆσαι συμφέρον προσημαίνων· ἀριστερὰ γὰρ σημεῖα τὰ ἀπαίσια, δεξιὰ δὲ τὰ συμφέροντα. ζητεῖται δὲ πῶς ὁ δεὺς ἐπικρατεστέρους θέλων ποιῆσαι τοὺς Τρῶας, σημεῖον· αὐτοῖς κωλυτικὸν ἐπιπέμπει· φησὶ γὰρ “ ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν.” καὶ ῥητέον ὅτι νίκην μὲν ἐβούλετο τοῖς Τρωσὶν, ἐξελεῖν δὲ τὸ δέος τῶν Ἑλλήνων· οὐ γὰρ κατὰ προαίρεσιν αὐτοὺς ἰδίαν ἐμίσει, ἀλλὰ χαριζόμενος Θέτιδι. βέλτιον μέσον μὲν τὸν ἀετὸν ἔρχεσθαι τοῦ πλήθους, ἀνείργειν δὲ αὐτοὺς ἐπὶ τὰ ἀριστερὰ φερομένους· διὸ συναπτέον ἐπʼ ἀρι- στερὰ λαὸν ἐέργων. ὅτι ἀφορίζων ἔφη, ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ ὁ ἀετός.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
