Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.9
Not analysed yet
9. Λητοῦς καὶ Διὸς υἱός] ἱστορία. Ζεὺς ἐοασθεὶς Λητοῦς τῆς Κοίου θυγατρὸς, ἑνὸς τῶν Τιτάνων, καὶ Φοίβης, ἔγκυον αὐτὴν ἐποί- ησεν· ἥτις δεκαμηνιαίου χρόνου διαγενομένου παρεγένετο διὰ θαλάσ- σης εἰς Ἀστερίαν τὴν νῆσον, μίαν οὖσαν τῶν Κυκλάδων· ἐκεῖσέ τε ἐλθοῦσα, καὶ ἁψαμένη δύο φυτῶν, ἐλαίας καὶ φοίνικος, διδύμους ἀπε- κύησε παῖδας, Ἄρτεμιν καὶ Ἀπόλλωνα. καὶ τὴν νῆσον ἐκάλεσε Δῆ- λον, ὅτι ἐξ ἀδήλου βάσεως ἐρριζώθη.