Ancient Greek
1.90 to 1.93
Scholia in Homerum, Scholia in Iliadum 1.90-3-93
Not analysed yet
197. *αἰχμητά] ὅτι ἀντὶ τοῦ αἰχμητής, ὡς “αὐτὰρ ὁ αὖτε Θυέστα” (Ιl. 2, 107). 199. *ἐμβεβαῶτα] ἐμβεβηκότα. οὕτως Ἀρίσταρχος. 200. ἀρχεύειν Τρώεσσι] ὅτι οἱ τὴν Ζέλειαν οἰκοῦντες ὑπὸ τὴν Ἴδην καὶ ὑπὸ Πάνδαρον Τρῶες ἐλέγοντο. 202. φορβῆς] ὡς τροφῆς· τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ μετὰ συμφώνου δισύλλαβα ὀξύνεται, τῷ ο παραληγόμενα, εἰ γένοιτο ἀπὸ ῥημάτων τῷ ε παραληγομένων μόνῳ, οἷον στρέφω στροφή, τροπή τροφή ῥοπή σπονδή νομή ὁλκή πλοκή. οὕτως καὶ φορβή. προσέθηκα τῷ ε παραληγομένων μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη· τοῦτο γὰρ παρὰ τὸ πείρω.