# Scholia in Iliadum 1.90-100

Scholia in Homerum, Scholia in Iliadum, 1.90 to 1.100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.90

131. μηδʼ οὕτως ἀγαθός περ] ὅτι ἰδίως κέχρηται τῷ πέρ συν- δέσμῳ, ἀντὶ τοῦ γέ ἢ τοῦ δή. θεοείκελʼ Ἀχιλλεῦ] εὐειδὴς γὰρ παρὰ πάντας τοὺς ἥρωας ὁ Ἀχιλλεὺς καὶ γυναικοπρόσωπος, ὡς καὶ εἰς τὸν Λυκομήδους παρθε- νῶνα εἰσελθόντα αὐτὸν ἀγνοηθῆναι ὅτι εἴη ἀνήρ. 133, 134. ἢ ἐθέλεις, ὄφῤ] ἀθετοῦνται, ὅτι εὐτελεῖς τῇ συνθέσει καὶ τῇ διανοίᾳ, καὶ μὴ ἁρμόζοντες Ἀγαμέμνονι. * ἐσχημάτισεν οὐχ ὁμοίως, τῷ αὐτός ἐπενεγκὼν αὐτὰρ ἔμʼ αὕτως. 136. ἄρσαντες] Ἀρίσταρχος δασύνει· ἔνθεν γάρ φησι γεγονέναι καὶ τὸ ἅρμα. ὁ δὲ Ἡρωδιανὸς ψιλοῖ, λέγων ἀπὸ τοῦ ἄρω, οὗ ὁ μέλλων Αἰολικῶς ἄρσω· τὸ δὲ ᾱ καὶ τὸ ε, πρὸ τοῦ ρ ὄντα, ἑτέρου φωνήεντος ἐπιφερομένου ψιλοῦται. 137. * ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι] ὅτι περισσεύει ὁ τε σύνδεσμος. καὶ τὸ ῥῆμα ἤλλακται, ἕλωμαι ἀντὶ τοῦ ἑλοίμην. οὕτως δὲ γίνεται περισσὸς ὁ “ἄξω ἑλών.” 139. ἄξω ἑλών] ἀθετεῖται, ὅτι πλήρης ὁ λόγος, ἀλλαγῆς γενο- μένης τοῦ ῥήματος, ἕλωμαι ἀντὶ τοῦ ἑλοίμην. καὶ εὔηθες τὸ προσ- κείμενον “ὁ δέ κεν κεχολώσεται·” πῶς γὰρ οὐκ ἔμελλε χολοῦσθαι; 141. * ἐρύσσομεν] ὅτι τὸ ἐρύσσομεν ἐστὶν ἀντὶ τοῦ ἐρύσσωμεν· συνέσταλται γάρ. 142. *ἐς] διὰ τοῦ ν Ἀρίσταρχος, ἐν δʼ ἐρέτας. 143. θείομεν] ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτηκεν. ἀναγκαῖος δὲ ὁ περὶ τῆς Χρυσηΐδος λόγος· ταύτης γὰρ ἕνεκα ἐγένετο καὶ ὁ λοιμός. 144. * βραχὺ διασταλτέον ἐπὶ τὸ ἀρχός, ἵνʼ ᾖ ἀνὴρ βουληφόρος ἀρχὸς ἔστω. 147. ὄφρʼ ἥμιν] οὕτως ὀξυτόνως τὴν ἄρχουσαν τοῦ ἥμιν· ἁπλῆ γάρ ἐστιν. ἐκτατέον δὲ καὶ τὴν τελευταίαν· δεῖ γὰρ ῥωννύναι μᾶλ- λον τὸ μέτρον. 148. τὸν δʼ ἄῤ ὑπόδρα ἰδών] τὸ σημεῖον, ὅτι εἰκὸς ἦν διαπεπυ- ρῶσθαι τὸν Ἀχιλλέα, ὅτε ἔλεγεν ὁ Ἀγαμέμνων “ἢ τεὸν ἢ Αἴαντος.” ὁ δὲ ποιητὴς διαστηματικὸς ὢν οὐκ ἠδυνήθη εἰπεῖν, μέχρις οὗ συγ- κλείσῃ τὸν Ἀγαμέμνονος λόγον.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
