# Scholia in Iliadum 1.91-3

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Λ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.91-3

166. μέχρι τοῦ μέσσον κὰπ πεδίον συναπτέον, εἶτα βραχὺ διασταλτέον· ὁ γὰρ ἐρινεὸς οὐκ ἐν μέσῳ τῷ πεδίῳ, ἀλλʼ ἐγγὺς τῆς πόλεως· “λαὸν δὲ στῆσον παρʼ ἐρινεὸν, ἔνθα μάλιστα ἀμβατός ἐστι πόλις” (Il. 6, 433) καὶ ἀλλαχοῦ “οἱ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεόν” (Il. 22, 145). ταῦτα μὲν ὅτι πλησίον τοῦ τείχους ὁ ἐρινεός. ὅτι δὲ καὶ ἐν μέσῳ τῷ πεδίῳ ἐστὶ τὸ Ἴλου σῆμα, φανερὸν ἐξ ἐκείνου “Ἕκτωρ μὲν μετὰ τοῖσιν ὅσοι βουλὰς βουλεύουσιν θείου παρὰ σή- ματι λοῦ ” (Il. 10, 414). ἐπαυλίζονται δὲ ἐν μέσῳ τῷ πεδίῳ ἐπὶ τοῦ θρωσμοῦ, “οὐκ ἀίεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο” (ib. 160), ὅ τε Ἀλέξανδρος ἐν ταύτῃ τῇ ῥαψῳδίᾳ τοξεύει “στήλῃ κεκλιμένος Ἴλου Δαρδανίδαο” (371)· ἡ δὲ μάχη ἐν τῷ πεδίῳ. συναπτέον οὖν ἀναγινώσκοντας ἕως τοῦ μέσσον κὰπ πεδίον, εἶτα βραχὺ δια- στείλαντας τὰ ἑξῆς ῥητέον· καὶ οὕτως λυθήσεται τὸ ἐν τῷ τόπῳ ἄπορον καὶ Ἴλου σῆμα καὶ μέσον πεδίον καὶ ἐρινεὸς καὶ ἡ πόλις ἐν ταὐτῷ. παρέρχονται μὲν γὰρ τὸ μέσον πεδίον, ἐν τὸ Ἴλου σῆμα, σεύονται δὲ πρὸς τὸν ἐρινεὸν, ἵενται δὲ τῆς πόλεως. ὡς εἰ οὕτως ἔλεγεν, οἱ δὲ διὰ μέσου τοῦ πεδίου παρὰ τὸ Ἴλου μνημεῖον ἔφυγον πρὸς τὸν ἐρινεὸν, σπεύδοντες εἰς τὴν πόλιν. ἡ διπλῆ πρὸς τὸ περὶ τοῦ ναυστάθμου διάγραμμα· τὸ γὰρ Ἴλου σῆμα κατὰ μέσον εἶναί φησιν ἐν τῷ πεδίῳ.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
