Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.92
Not analysed yet
155. ἀσύνδετος ὁ λόγος πρὸς τὰ ἐπάνω· διὸ πρὸ αὐτοῦ στικτέον τελείᾳ. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ ἐτύχθη διὰ τὸν εἴ σύνδεσμον, εἰ μὴ Ἀθηναίην. ὑπέρμορα] οὕτως ὑφ᾿ ἓν τὸ ὑπέρμορα· οὐ γὰρ, ὥς τινες, κατὰ διάστασιν. ἔστιν οὖν τι μόρος, ὃ συντεθὲν γίνεται ὑπέρμορος ὡς ὠκύμορος, οὗ οὐδέτερον τὸ ὑπέρμορον, καὶ πληθυντικὸν τὸ ὑπέρμορα. ὡς οὖν τὸ καλά καὶ ὄνομα, ἀλλὰ καὶ ἐπίρρημα “ἦν μεν καλὰ πατὴρ ὃς κήδεαι υἱός Od. 17, 397, καὶ “πυκνὰ μάλα στενάχων” ΙΙ. 18, 318), οὕτως καὶ “ὑπέρμορα νόστος ἐτύχθη.”