# Scholia in Iliadum 1.92-2-101

Scholia in Homerum, Scholia in Iliadum, 1.92 to 1.101. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.92-2

228. ῥηξήνορα] τὸν ῥηγνύντα τῇ ἠνορέῃ, τουτέστι τῇ ἀνθρείᾳ· ἢ τὸν ῥέξαι τι ἤτοι πρᾶξαι τῇ ἠνορέῃ δυνάμενον. 238. βῶν] οὕτως αἱ Ἀριστάρχου βῶν σὺν τῷ ν. ἡ Ἀριστοφάνους βοῦν. τινὲς δὲ ἔξω τοῦ ν βῶ, καὶ μήποπε πιθανῶς, ἀντὶ τοῦ βόα. *οὕτως Ἀρίσταρχος βῶν ἀντὶ τοῦ ἀσπίδα. βῶν] βοῦν Δωρικῶς τὴν ἀσπίδα, ὅτι ἐκ βοείων ἐστὶ δερμάτων, συνεκδοχικῶς τὸ ὅπλον. 238, 239. βῶν ἀζαλέην] ὅτι τὴν ἀσπίδα ξηρὰν λέγει βῶν διὰ τὸ ἐκ βοείων εἶναι δερμάτων· καὶ ὅτι προτάξας θηλυκὸν οὐδέτερον ἐπήνεγκεν, τό μοί ἐστι, πρὸς τὸ σημαινόμενον. τὸ δὲ ταλαύρινον παρῆκται, εὔτολμον· οὐ γὰρ ἡ ῥινὸς ἔγκειται, ὡς ὠήθησάν τινες. 240. *γράφεται καὶ ἐπάξειν. 241. *δηίῳ μέλπεσθαι Ἄρηϊ] Ἀρίσταρχος σὺν τῷ ν δηΐων, πληθυντικῶς. κυρίως μὲν παίζειν ἢ τέρπεσθαι, νῦν δὲ οἷον κινεῖσθαι εὐχερῶς καὶ ἐμπείρως κατὰ τὴν μάχην. 255. *ἐπὶ τὸ τέλος τοῦ στίχου βραχὺ διασταλτέον. ὅτι κυρίως ἔγχη τὰ δόρατα, οὐχ ὡς τινες τὰ ξίφη. λέγει δὲ τὰ ἐνεχόμενα ταῖς ἀσπίσιν, ἃ προήκαντο. 255—257. τὼ δʼ ἐκσπασσαμένω-σύν ῥʼ ἔπεσον—ἢ συσὶ κά- προισιν] τοὺς στίχους τούτους οὐ προσίενται ἔνιοι, ὥσπερ οὐδὲ Ζηνό- δοτος, ἀλλὰ τὸ τῆς συνεπείας οὕτως ἔχει παρʼ αὐτῷ ὥσπερ καὶ ὁ Ἀριστόνικος ἐκτίθησιν, ἣν περιττὸν ἐνομίσαμεν γράψαι. 259. *χαλκόν] Ἀρίσταρχος διὰ τοῦ σ χαλκός. 272. * Ἀρίσταρχος ἀσπίδʼ ἐνιχριμφθείς. 273. καί νύ κε δὴ ξιφέεσσʼ] ὅτι ἀρτίως ἐπὶ τὸ τοῖς ξίφεσι χρῆ- σθαι ἐληλύθασιν. ὅταν δὲ λέγῃ “τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα” (255), τὰ δόρατα λέγει ἐκ τῶν ἀσπίδων ἀπεσπάσαντο.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
