# Scholia in Iliadum 1.92-4-97

Scholia in Homerum, Scholia in Iliadum, 1.92 to 1.97. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.92-4

173. ἐφόβησε] ὅτι ἀντὶ τοῦ εἰς φυγὴν ἔτρεψεν. ἐν νυκτὸς ἀμολγῷ] τῷ καιρῷ ἐν συμβέβηκεν ἀμέλγεσθαι τὰ θρέμματα. τινὲς δὲ τὸ μεσονύκτιον, ὅτι ἐν αὐτῷ οὐδεὶς μολίσκει οὐδὲ πρόεισιν. 179, 180. ἀθετοῦνται ἀμφότεροι, καὶ ἀστερίσκοι παράκεινται, ὅτι κατὰ τὴν Πατρόκλου ἀριστείαν (Il. 16, 699) τάξιν ἔχουσι νῦν δὲ οὔ· προείρηται γὰρ “πολλοὶ δʼ ἐριαύχενες ἵπποι κείνʼ ὄχεα κροτά- λιζον ἀνὰ πτολέμοιο γεφύρας” (159). Ζηνόδοτος οὐκ ἔγραφεν· Ἀριστοφάνης δὲ ἠθέτει τὸν “ Ἀτρείδεω ὑπὸ χερσί.” 183. Ἴδης ἐν κορυφῇσιν] ὅτι διὰ τούτων συνίστησι τὸν Δία ἐπὶ τὴν Ἴδην πεπορευμένον ἐκ τοῦ Ὀλύμπου. 184. *στεροπὴν] Ἀρίσταρχος μετὰ τοῦ α ἀστεροπήν. ἀστεροπὴν λέγει οὐ τὴν ἀποτελουμένην ἀστραπὴν, ἀλλὰ τὸ ὁμώ- νυμον ὄργανον, ὅπερ τινασσόμενον τὴν ἀστραπὴν ἀποτελεῖ “βῆ ῥ” ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων χειρὶ λαβὼν ἐτίναξεν” (Il. 13, 242). 186. ὅτι οὐ κατʼ ἐπίθετον τὸ ταχεῖα, ἀλλʼ ἀντὶ τοῦ ταχέως, οἷον καὶ “τότε μοι χάνοι εὐρεῖα χθών” (Il. 4, 182). ὁ λόγος δὲ αἱρεῖ στίζειν τελείᾳ ἐπὶ τὸ ταχεῖα· δύο γὰρ λόγοι αὐτοτελεῖς, πορεύθητι ταχέως Ἶρι, τοῦτον εἰπὲ τὸν λόγον Ἕκτορι. ἡ δὲ συνήθεια καὶ τὰ τοιαῦτα συνάπτει. 191. δουρὶ τυπείς] πρὸς τὴν διαφορὰν τοῦ τύψαι καὶ βαλεῖν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
