# Scholia in Iliadum 1.93

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.93

156—159. *Ζηνόδοτος οὕτως ἐπισυντέτμηκεν “εἰ μὴ Ἀθηναίη λαοσσόος ἦλθ᾿ ἀπ᾿ Ὀλύμπου. εὗρεν ἔπειτ᾿ Ὀδυσῆα,” καθόλου τὸν τῆς Ἥρας λόγον περιγράψας, Ὁμηρικῶς ἔχοντα· καὶ γὰρ καὶ τῆς ξιφουλκίας αὕτη ἀφίστησιν. ἡ δὲ Ἀθηνᾶ ὑπηρετεῖ κατὰ διαφορὰν τῆς ἀξίας τηρουμένης τῶν προσώπων. αἰγιόχοιο] αἰγίς ἐστιν ὅπλον Διὸς Ἡφαιστότευκτον. Ζεὺς Κρόνου καὶ Ῥέας γενόμενος ἐν Κρήτῃ ἐπεκλήθη αἰγίοχος διὰ τὸ αὐτόθι ὑπὸ αἰγὸς τραφῆναι, ἢ ὥς τινές φασι, διὰ τὸ αἶγα ἀνελόντα τὴν μὲν δορὰν ἀμφιάσασθαι, τοῖς δὲ κέρασιν εἰς τόξον χρήσασθαι· ὅθεν καὶ αἰγιδόκον τόπον τινὰ ἐν Κρήτῃ καλεῖσθαι. ἱστορεῖ Εὐφορίων.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
