Ancient Greek
1.94 to 1.96
Scholia in Homerum, Scholia in Iliadum 1.94-5-96
Not analysed yet
217. κηλέῳ] ὡς μελέῳ. γέγονε δὲ παρὰ τὸ κᾶλον καὶ κῆλον κήλειον, ὡς παρὰ τὸ μῆλον μήλειον δέρος, καὶ Ἰωνικῶς κήλεον καὶ κηλέῳ. ἐκεῖνο γοῦν ἐντελές ἐστι τὸ “σὺν πυρὶ κηλείῳ χάριν Ἕκ- τορος (Il. 15, 744). 221. πρὸς τὸ ἔχων ἐν χειρί, τί ποτε σημαίνει; ὁ μὲν Ἀπολλό- δωρος, ὅτι περιειλήσας εἶχεν ἐν τῇ χειρί· ὁ δὲ Διονύσιος, πρὸς τὸ κατασείειν εὐθέτως λαβόμενος τοῦ φάρους. φᾶρος δέ ἐστι πορφν- ῥοῦν ἱμάτιον, ὃ μεταχειρίζεται ὁ βασιλεὺς ἕνεκα τοῦ εὐχερῶς ἑαυτὸν σημᾶναι τοῖς Ἕλλησιν, ἐπειδὴ ἀδύνατον ἦν διὰ βοῆς αὐτοὺς κατα- στεῖλαι. 223. πρὸς τὴν τάξιν τῆς νεωλκίας ἡ παρατήρησις, καὶ πρὸς τὸ γεγωνέμεν, ὅτι οὐ ψιλῶς ἐστὶ φωνεῖν, ἀλλʼ ἀκουστὸν φθέγγεσθαι.