# Scholia in Iliadum 1.94-6

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Ι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.94-6

167. * Ἀρίσταρχος ἐγώ, ἄλλοι δὲ ἐγών. οἱ δὲ] βαρυτονητέον· δύο γὰρ μέρη λόγου, ἀντὶ τοῦ οὗτοι δέ. εἰσὶ δὲ οἳ προπεριέσπασαν, οὐκ εὖ· χρεία γάρ ἐστι τοῦ δέ συνδέσμου. ἐζήτηται δὲ πῶς μᾶλλον οὐ πρεσβεύει ὁ συνετώτερος. ἔστι δὲ λέ- γειν ὅτι κατʼ οἰκονομίαν ὑπελείφθη, ἵνα, ἂν ἀποτύχωσιν οἱ περὶ Ὀδυσ- σέα, αὐτὸς ὕστερον πείσῃ. ἄτοπον γὰρ ἦν νῦν πρεσβεύειν τὸν Νέ- στορα, ὅτε δεῖ πάντως τὸν Ἀχιλλέα μὴ πεισθῆναι· ἀδοξία δὲ ἦν Νέστορα μὴ δυνηθῆναι πεῖσαι. οἱ δέ φασιν ὅτι ἐπειδὴ ἐχθρὸς ἦν Ἀχιλλέως, λοιδορήσας αὐτὸν πρὸς Ἀγαμέμνονα “τούσδε δʼ ἔα φθινύ- θειν ἕνα καὶ δόο” (Il. 2, 346).

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
