Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.95-6
Not analysed yet
211. *ἐπιπλήσσεις] οὕτως διὰ τοῦ π, ἐπιπλήσσεις. σημειοῦνταί τινες ὅτι τοῦτο ὡς γενόμενον λέγει, γινόμενον δὲ οὐ παρίστησι· καὶ παρεῖται ἡ πρόθεσις· ἐν ἀγοραῖς γάρ. τινὲς δὸ οὕτως, ὅτι ἀγορῇσιν ἀντὶ τοῦ ἀγορεύσεσιν εἴρηκεν. Ἡρακλέους πορθήσαντος Ἴλιον, Πρίαμος ὁ Λαομέδοντος παραλα- βὼν τὴν βασιλείαν ἔπεμψεν εἰς Δελφοὺς, μαντευσόμενος περὶ τῶν ἐνεστώτων. οἱ δὲ πορευθέντες χρησμόν τε λαμβάνουσι, καὶ Πάνθουν ἕνα τῶν Δελφῶν ἄγουσιν, ὅπως κατὰ τὸ συνεχὲς μαντεύηται Πρίαμῳ. γήμας δὲ οὗτος θυγατέρα Κλυτίου Προνόμην Πολυδάμαντα γεννφ, τήν τε μαντικὴν ἀναδιδάσκει. λέγεται δὲ μιᾷ νυκτὶ τοῦτον καὶ τὸν Ἕκτορα γεννηθῆναι.