# Scholia in Iliadum 1.95-97

Scholia in Homerum, Scholia in Iliadum, 1.95 to 1.97. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.95

215. ἦ καὶ γένει ὕστερος ἦεν] ἐὰν βαρύνωμεν τὸν ἢ σύνδεσμον. διαστελοῦμεν βραχύ· κείσεται γὰρ ἀντὶ τοῦ εἴ συναπτικοῦ· ἐὰν δὲ περισπῶμεν, τελείαν στίξομεν· παραπληρωματικὸς γάρ ἐστι· καίτοι νεώτερος ἦν. *πιθανώτερον βαρύνειν τὸν η καὶ ἀντὶ τοῦ εἴ παραλαμβάνειν. 217. στάσκεν] οἶδεν ἡ στάσις πολλάκις ὑπόνοιαν εἴς τι κινεῖν. ῥητορικὴ οὖν ἡ στάσις Ὀδυσσέως. ἀφροσύνην δὲ σχηματίζεται πρὸς τὸ μὴ ὑπονοεῖσθαι παρὰ τοῖς ὁρῶσιν, ἢ οἷα εἰκὸς Μενελάου τὰς οἰκείας βλάβας ἐκθεμένου τεταράχθαι τὴν ἀγοράν· τῇ εἰς ἑαυτὸν οὖν ἐπιστροφῇ καταρτίζει τοὺς ὁρῶντας. *ὑπαὶ] ὡς εἰ καὶ ἐντελὴς ἦν, οὕτως ἀναγνωστέον, φυλάττοντας τῆς προθέσεως τὸν τόνον. 218. * σκῆπτρον] σημειωτέον δὲ ὅτι ἕκαστος τῶν ἡγεμόνων σκῆ- πτρον εἶχεν ἴδιον, ὡς καὶ Ἀχιλλεὺς ἐν τῇ A ὄμνυσι κατʼ αὐτοῦ.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
