# Scholia in Iliadum 1.96-103

Scholia in Homerum, Scholia in Iliadum, 1.96 to 1.103. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.96

207. φῆμιν] εἰώθασιν οἱ πολεμούμενοι φήμας τινὰς λέγειν ἐν ἑαυτοῖς, οἷον Λακεδαιμονίων βουλευομένων ποῖον χωρίον ἐπιτειχίσουσι τῆς Ἀττικῆς, Ἀλκιβιάδης συνεβούλευσε πέμπειν εἰς Ἀθήνας κατα- σκόπους, οἵτινες παραγενόμενοι ἤκουσαν αὐτῶν τῶν Ἀθηναίων δια- λεγομένων ὅτι τὴν Δεκέλειαν μέλλουσιν ἐπιτειχίζειν οἱ πολέμιοι· καὶ οὕτως Λακεδαιμόνιοι ἐπετείχισαν τὴν Δεκέλειαν. 208, 209, 210. ὅτι κακῶς ἐν τοῖς μετὰ ταῦτα (409) κεῖνται, ὅτε τὸν Δόλωνα συλλαμβάνουσιν οἱ περὶ Διομήδη. τὴν δὲ σφίσι νῦν ὀρθοτονητέον, καὶ διὰ τὴν σύνταξιν καὶ διὰ τὴν μετάληψιν· εἰς γὰρ σύνθετον. 215. * ὅτι νυκτερινὴ ἡ πρᾶξις ἦν. 216. διὰ τί μέλανα καὶ ὑπόρρηνα ἐπαγγέλλεται τὰ πρόβατα ; καὶ ῥητέον ὅτι μέλανα μὲν, ἐπεὶ νυκτὸς ἐπορεύοντο, ὑπόρρηνα δὲ συμβόλῳ τινὶ αἰσίῳ, ἵνα ἔγκαρπον τὴν πορείαν ποιήσωνται. θῆλυν ὑπόρρηνον] ὅτι ἡ μὲν ἐπαγγελία τοῦ δώρου ῥητὴ, τὸ δὲ ἀποτέλεσμα ὑποσεσιώπηται· δεῖ δὲ ἡμᾶς συνεκδέξασθαι. 217. εἰλαπίνῃσιν] ἑορταῖς, ὅτε κατὰ εἴλας πίνωσιν. εἴρηται δὲ οὕτως παρὰ τὸ ἐλάσαι, ὅ ἐστι ταράσσεσθαι. 218. *ἀκὴν ἐγένοντο] ἴδιον γὰρ τῶν Ἑλλήνων τὸ προσκέπτεσθαι. 222. ἤτοι στικτέον ἐπὶ τὸ ἄλλος, ἵνʼ ᾖ ὁ λόγος εὐκτικὸς, ἀλλ’ εἴθε, ἢ παρακελευστικὸς, ὡς προείρηται· ἢ ὑποστικτέον ἐπὶ τὸ ἄλλος, ἵνʼ ᾖ ἀνταπόδοσις τὰ ἐπιφερόμενα “ μᾶλλον θαλπωρή.” 223. * ἤτοι στικτέον ἢ συναπτέον τοῖς ἑξῆς.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
