Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.97
Not analysed yet
228. Εὐρυμέδων] ὅτι καὶ Ἀγαμέμνονος καὶ Νέστορος ὁμώνυμος ἦν ἡνίοχος Εὐρυμέδων. τὸ δὲ Πειραΐδαο ἐν τέσσαρσι συλλαβαῖς προφέρεται τὴν εὐθεῖαν τοῦ πατρωνυμικοῦ, καὶ οἱ ἄλλοι. Τυραννίων δὲ τρισυλλάβως, λέγων ὡς ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ τέλους διεσταλμένον τὸ ῑ ἀπὸ ἑτέρου φωνήεντος, οἷον Παν- θοίδης Βοηθοίδης Πηλείδης· οὐδʼ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετρασυλ- λάβως ἀναγινώσκειν ἔχομεν ἐκεῖνο λέγειν, ὡς ὅτι ἐντελές ἐστι τὸ κατὰ διάλυσιν τοῦ ῑ, καὶ ὅτι οὐκ ἔχομεν τοιοῦτό τι πατρωνυμικὸν, ὃ κατὰ σύλληψιν ἐξηνέχθη τοῦ ᾱ καὶ τοῦ ῑ πρὸ τέλους. παρὰ τὸ Πείραιος οὖν Πειραίδης ἐγένετο.