Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.97-2
Not analysed yet
211. ὅτι ἀντὶ τοῦ Τρώων τῶν ὑπὸ τὴν Ἴδην, χαριζόμενος δὲ τῷ Ἕκτορι. τινὲς δὲ ἀγνοοῦντες ὅτι λέγονται καὶ οἱ ὑπὸ Πάνδαρον Τρῶες, μεταγράφουσι “Τρώεσσι φέρων χάριν ἱπποδάμοισιν.” μετὰ δὲ τὸ Τρώεσσιν ἀναπαύσασθαι δεΐ ἡγούμην τῶν Τρώων χάριν φέρων τῷ Ἕκτορι. τὸ δὲ Τρώεσσιν ἤτοι καθολικῶς, ὡς τὸ “Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν (Il. 6, 1), καὶ τοῖς ὑφ᾿ Ἕκτορι τεταγμένοις, ὡς τὸ “Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ” (Il. 2, 816)· ἢ καὶ τοῖς Ζελείταις “οἳ δὲ Σέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης, Τρῶες, τῶν αὖτʼ ἤρχε Λυκάονος ἀγλαὸς υἱός” (ib. 824).