# Scholia in Iliadum 1.98

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, EIΣ THN Γ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.98

219. ἀλλʼ ἀστεμφές] πρὸς τὸ ἀστεμφές, ὅτι τὸ ἀμετακίνητον. ὁ γὰρ Ἀνακρέων “σὺ γὰρ ἦς ἔμοιγʼ ἀστεμφής.” καὶ ὅτι τὸ ἀίδρει κατὰ τό βαρὺ προενεκτέον. ἀΐδρεϊ προπαροξυτόνως ὡς ἀπʼ εὐθείας τῆς ἄϊδρις· “χώρου ἄϊδρις ἐών” (Od. 10, 282). ταύτης δὲ τῆς εὐθείας ὀφείλει γενικὴ ἐκπίπτειν ἀΐδρεος, καὶ ἀΐδρεϊ. οὐ γὰρ δή γε διὰ τοῦ δ· οὐ γάρ ἐστι παρώ- νυμον μακρῷ παραληγόμενον· ἀλλʼ ὡς τὸ ἔχις πόσις ὄφις, οὕτως ὀφείλει κλίνεσθαι. ὥστε ἐκ τοῦ ἐναντίου ἁμάρτημα τὸ παρὰ τῇ Σαπφοῖ, τὸ πολυΐδριδι, εἰ μὴ ἄρα ὁμοίως τοῖς Ἀττικοῖς ἐκλίθη· ὁ γὰρ Σοφοκλῆς ἴδριδα ἔφη τὴν αἰτιατικὴν, ὅ τε. Φρύνιχος τὴν εὐθεῖαν ἴδριδες. γένοιτο οὖν ἡ δοτικὴ ἀΐδρεῖ φωτὶ ἐοικώς κατὰ τὸν προκείμενον λόγον. οὐδὲν δὲ θαυμαστὸν εἰ διὰ τοῦ ῑ πολλάκις τῶν τοιούτων γενικῶν τὴν παραλήγουσαν προφέρονται Ἴωνες, τὴν δὲ δοτικὴν διὰ τοῦ ε, οὐχὶ δὲ διὰ τοῦ ι· τάχα γὰρ διὰ τὸ κακόφωνον. ὁ γοῦν ποιητής φησιν “εὐνήν τʼ αἰδομένη πόσιος” (Od. 16, 75), τῇ δὲ δοτικῇ “χαριζομένη πόσει ᾧ” (Il. 5, 71).

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
