# Scholia in Iliadum 1.99-2-107

Scholia in Homerum, Scholia in Iliadum, 1.99 to 1.107. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.99-2

220. φαίης κεν] ὅτι τὸ φαίης τὴν φαντασίαν ἔχει ὡς πρὸς τὴν Ἑλένην λεγόμενον· κατὰ μέντοι γε Ὁμηρικὴν συνήθειαν ἐκληπτέον ἐν ἴσῳ τῷ ἔφη τις ἂν, ὡς ἔχει τὸ “ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις” (Il. 4, 223) ἀντὶ τοῦ ἴδοι τις ἄν. 224. οὐ τότε γ᾿ ὧδ᾿ Ὀδυσῆος] πρὸς τὸ σιωπώμενον, ὅτι συνυ- πακοῦσαι δεῖ τὸ οὐ τότε οὕτως ἐθαυμάσαμεν τὸ εἶδος ἰδόντες ὡς τὴν κατὰ λόγον δύναμιν. 227. *κεφαλήν τε καὶ εὐρέας ὤμους] οὕτως σὺν τῷ τε ἡ Ἀρι- στάρχον καὶ ἡ Ἀριστοφάνους. καὶ ἔστιν εὐφραδέστερον. 230. Ἰδομενεὺς δʼ ἑτέρωθεν] ὅτι πλησίον ὁ Ἰδομενεὺς Αἴαντος τοῦ. Τελαμωνίου ἐτάσσετο κατὰ τὴν ἐπιπώλησιν (Il. 4, 251) συμφώνως. παραιτητέον ἄρα ἐκεῖνον τὸν στίχον τὸν ἐν τῷ καταλόγῳ (Il. 2, 558) ὑπό τινων γραφόμενον “στῆσε δʼ ἄγων ἵνʼ Ἄθηναίων ἵσταντο φάλαγ- γες·” οὐ γὰρ ἦσαν πλησίον Αἴαντος Ἀθηναῖοι. 236. ἰδέειν] οὐκ ἔστιν ἐντελὲς τὸ ἰδέειν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυσιν, ὥσπερ ἀπὸ τοῦ εὐφρανεῖν τὸ εὐφρανέειν· οἱ γὰρ δεύτεροι μέλλοντες οὐκ ἔχουσι τὴν περισπωμένην ἀπὸ ἐντελείας ὥσπερ οἱ περισπώμενοι ἐνεστῶτες. 237. πὺξ ἀγαθόν] ἐν πυγμῇ ἀνδρεῖον καὶ γενναῖον. οὗτος γὰρ καὶ τὸν ἀφόρητον πύκτην Ἄμυκον ἀναιρεῖ, ὡς Ἀπολλώνιός φησιν ἐν δευτέρῳ Ἀργοναυτικῶν. ἐζήτηται δὲ πῶς τοὺς ἀδελφοὺς πρῶτον οὐκ ἐπεζήτει ἡ Ἑλένη. ῥητέον δὲ ὅτι ἴσως μὲν ἐπεζήτησεν, εὐχερῶς δὲ, ὅτε ἔγραφεν, Ὅμηρος ἐπεμνήσθη. 238. δύναται αὕτη ἡ λέξις συνάπτεσθαι. 239, 240. ἢ—ἢ] ὁ μὲν Νικάνωρ ἄμφω ὀξύνει ὡς διαζευκτικούς· ὁ δὲ Ἡρωδιανὸς τὸν δεύτερον περισπᾷ, ὡς διαπορητικοὺς ἄμφω δεχόμενος. *ὁ μὲν πρῶτος ἤ σύνδεσμος βαρύνεται, ὁ δὲ δεύτερος περισπᾶται, ἵνα τοιαύτη ἡ φράσις γένηται, ἢ οὐκ ἠκολούθησαν, ἦ ἠκολούθησαν μὲν, οὐκ ἐθέλουσι δὲ μάχην καταδύμεναι ἀνδρῶν. 240. νέεσσʼ ἐνὶ ποντοπόροισιν] Νικίας ἀναστρέφει· οὐ συμφωνεῖ δὲ τὰ τῆς ἱστορίας αὐτῷ· φασὶ γὰρ Ἀρίσταρχον τοῖς κυριωτέροις συντάσσειν τὰς προθέσεις.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
