# Scholia in Iliadum 1.99-4

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Ζ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.99-4

239. πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ περὶ παίδων καὶ κασιγνήτων ἐρωτῶσαι. ἔτας τε] ὁ Ἀσκαλωνίτης ψιλοῖ ἐφʼ οὗ ἂν τάσσηται, φησὶ, σημαι- νομένου. πολλὰ γὰρ ἡ λέξις σημαίνει. εἰ δὲ καὶ ἐπὶ τῶν ἑταίρων, φησί, πάλιν ψιλωτέον, ἐπεὶ συγκοπὴ ἐγένετο ὡς ἀπὸ τοῦ ἥλατο ἆλτο. πιθανώτερον δέ ἐστι, φησὶν, ἐνθάδε ἀκούειν ἐπὶ τῶν συγγενῶν. Ἀλεξίων δὲ δασύνει. ὁ δὲ Ἀρίσταρχος οὐδὲν ἄντικρυς περὶ τοῦ πνεύματος ἀπεφήνατο. ἡμῖν δὲ δοκεῖ ἀφορμῇ ἐκείνῃ χρήσασθαι. εἰ ἄδηλόν ἐστι τὸ πνεῦμα, τὰ δὲ τοιαῦτα πολλάκις ἐκ συναλοιφῶν κρίνεται, εὑρέθη δὲ διὰ ψιλοῦ ἡ συναλοιφὴ, οὐδέποτε δὲ διὰ δασέος, δῆλον ὅτι διὰ τοῦτο συγκαταθετέον τῷ Ἀσκαλωνίτῃ ψιλοῦντι. παρὰ γοῦν Αἰσχύλῳ (fr. 314) οὕτως εὕρομεν “οὔτε δῆμος οὔτʼ ἔτης ἀνήρ” καὶ παῤ Εὐριπίδῃ (fr. 1003) τὸ “πόλει μὲν ἄρχων, φωτὶ δʼ οὐκ ἔτῃ πρέπων.”

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
