# Scholia in Iliadum 1.ARISTONICI ΠΕΡΙ ΑΡΙΣΤΑΡΧΟΥ ΣΗΜΕΙΩΝ ΙΛΙΑΔΟΣ PRAEFATIONIS FRAGMENTUM*.

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ARISTONICI ΠΕΡΙ ΑΡΙΣΤΑΡΧΟΥ ΣΗΜΕΙΩΝ ΙΛΙΑΔΟΣ PRAEFATIONIS FRAGMENTUM*.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.ARISTONICI%20%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%91%CE%A1%CE%A7%CE%9F%CE%A5%20%CE%A3%CE%97%CE%9C%CE%95%CE%99%CE%A9%CE%9D%20%CE%99%CE%9B%CE%99%CE%91%CE%94%CE%9F%CE%A3%20PRAEFATIONIS%20FRAGMENTUM*.

. . .ἦ τὸ ἔφη· ὁ δὲ τοῦτο μὴ νοήσας, ἀλλὰ λαβὼν πάλιν τὸ φη ἀντὶ τοῦ ως ὑπέταξεν ἐκ περισσοῦ (Il. 14, 500.) πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα. σημειοῦται δὲ πρὸς τὸν αὐτὸν ἀπεριστίκτῳ διπλῇ τὰς ὁμωνυμίας ἁπάσας, ὅτι οὐ νοήσας τὸ τοιοῦτον ἔγραψεν ὁτὲ μὲν Πυλαιμένεα, ὁτὲ δὲ Κυλαιμένεα. πρὸς μὲν δὴ Ζηνόδοτον αὐτῷ ἡ παράθεσις τῆς περιεστιγμένης διπλῆς πρὸς ἑκάστην γραφὴν ἀκριβέστερον θεωρεῖ- ται. τὸν δὲ ὀβελὸν ἔλαβεν ἐκ τῆς Ζηνοδότου διορθώσεως· παρετίθει δὲ αὐτὸν τοῖς ἐκβαλλομένοις ἐκ τῆς ποιήσεως στίχοις ὡς τοῖς νεκροῖς τῶν ἀνθρώπων. τῆς δὲ ἀθετήσεως διττὸς αὐτῷ ὁ λόγος. ὁ μὲν γάρ ἐστι σημαίνων ὅτι οὐχ Ὁμήρου τὸ ἔπος, ὡς ἐλέγετο ἐπὶ τοῦ (Od. 11, 603.) τέρπεται ἐν θαλίῃ καὶ ἔχει καλλίσφυρον Ἥβην. ἀδύνατον γὰρ τὴν διηνεκῶς παρθένον παραδεδομένην γεγαμῆσθαι. ὁ δὲ αἰτίαν ἐπιφέρει ὡς τῶν ποιημάτων ἐν τῇ τάξει διημαρτημένων. ὅταν δʼ ὁ Ἀγαμέμνων λέγῃ πρὸς τὸν Ἀχιλλέα (Il. 1, 177.) αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε, ἐνταῦθα ἠθετῆσθαί φησι, χάριν τοῦ βασιλέως ὀφείλοντος. εἰ τοιοῦ- τός ἐστιν ἐν πολέμῳ ὁ κατʼ ἐπικουρίαν ἥκων. διόπερ ἐπὶ μὲν τοῦ λε- γομένου ὑπʼ Ἀγαμέμνονος ὀβελὸς παρακείσεται καὶ πρὸς τούτῳ ἀστερίσκος· δηλοῖ δὲ τοῦτο, ὅπου ἂν ᾖ κείμενος σὺν τῷ ὀβελῷ, ὅτι Ὁμήρου μέν ἐστι, φαύλως δʼ ἐνταῦθα κεῖται. ἔστι δὲ καὶ ἕτερος τρόπος τῆς ἀθετήσεως, ὅταν τοῖς αὐτοῖς στίχοις πολλάκις χρῆται, ὁτὲ μὲν οἰκείοις περιτιθεὶς προσώποις τὰ λεγόμενα, ὁτὲ δὲ οὒ, ὡς ἔγει τὰ τοῦ Κύκλωπος τοῦ ἀνημερωτάτου ῥήματα ὑπὸ τοῦ συνετω- τάτου Νέστορος λεγόμενα πρὸς Τηλέμαχον· (Od. 3, 73. 9, 253.) ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα; ἡ τι κατὰ πρῆξιν, ἢ μαψιδίως ἀλάλησθε, οἷά τε ληῖστῆρες, ὑπεὶρ ἅλα, τοίτʼ ἀλόωνται ψυχὰς παρθέμενοι. ταῦτα γὰρ ἥρμοζεν ὑπὸ τοῦ Κύκλωπος Ὀδυσσεῖ εἰρῆσθαι, οὐχ ὑπὸ Νέστορος Τηλεμάχῳ . . . . . . . .

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
