# Scholia in Iliadum 105

Scholia in Homerum, Scholia in Iliadum, ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/105

301. ὅτι πόλις ἐστὶν ἐπὶ Θεσπρωτίας ἡ Ἔφυρα, ἀφʼ ἧς Ἔφυροῖ οἱ κατοικοῦντες λέγονται. λέγει δέ ποτε καὶ τὴν Κόρινθον Ἔφυραν, ἐξ ἡρωϊκοῦ προσώπου. ἰστέον δὲ ὅτι Ἔφυραι τέσσαρές εἰσι, μία μὲν ἡ κατὰ Θεσσαλίαν, δευτέρα δὲ ἡ κατὰ τὴν Ἤπειρον, τρίτη δὲ ἡ τῆς Ἤλιδος, καὶ τετάρτη ἡ νῦν καλουμένη Κόρινθος. νῦν οὖν λέγει τοὺς καλουμένους Κραννωνίους ἐν Θεσσαλίᾳ, ὡς Ἀπολλόδωρος ἱστορεῖ. Φλεγύαι Γόρτυναν κατοικοῦντες παρανομώτατον καὶ λῃστρικὸν διῆγον βίον, καὶ κατατρέχοντες τοὺς περιοίκους χαλεπῶς ἠδίκουν· Θηβαῖοι δὲ πλησιόχωροι ὄντες ἐδεδοίκεσαν καὶ μέχρι πολλοῦ, εἰ μὴ Ἀμφίων καὶ Ζῆθος οἱ Διὸς καὶ Ἀντιόπης ἐτείχισαν τὰς Θήβας· εἶχε γὰρ Ἀμφίων λύραν παρὰ Μουσῶν αὐτῷ δεδομένην, διʼ ἧς κατέθελγε καὶ τοὺς λίθους, ὥστε καὶ πρὸς τὴν τειχοδομίαν αὐτομάτους ἐπέρχεσθαι. τούτων μὲν οὖν ζώντων οὐδὲν οἱ Φλεγύαι τοὺς Θηβαίους ἠδύναντο διαθεῖναι· θανόντων δὲ αὐτῶν ἐπελθόντες σὺν Εὐρυμάχῳ τῷ βασιλεῖ τὰς Θήβας εἷλον. πλείονα δὲ τολμῶντες ἀδικήματα κατὰ Διὸς προαίρεσιν ὑπὸ Ἀπόλλωνος διεφθάρησαν οὗτοι δὲ ἐνέπρησαν καὶ τὸν ἐν Δελφοῖς ναὸν τοῦ Ἀπόλλωνος. ἡ ἱστορία παρὰ Φνερεκύδει.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
