# Scholia in Iliadum 15-17

Scholia in Homerum, Scholia in Iliadum, 15 to 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/15

25 * ὅτι ἐκ τῶν συμφραζομένων τὸ γέντο ἔλαβεν σημαίνει. 27 εἰς νεότητα κατὰ διάθεσιν ἐγίνετο, ὅ ἐστιν ἐσκίρτα καὶ ἔχαιρεν. ὑπʼ αὐτοῦ δὲ ἀντὶ τοῦ διʼ αὐτόν. *ἐν ἄλλῳ ὑπʼ αὐτῷ. 28 ταῦτά εἰσι τὰ εἰς θὲν τῷ ο παραληγόμενα καὶ προπαροξυνόμενα ἐπιρρήματα, οἴκοθεν ἄλλοθεν ἔνδοθεν ἔκτοθεν ἑκάστοθεν ἀπόπροθεν πάντοθεν. *Ἀρίσταρχος ἠγνοίησαν, ἄλλοι δὲ ἠγνοίησεν. οὐδʼ οἰγνοίησαν ὅτι ἠγνοίησαν γραπτέον· σύνηθες γὰρ Ὁμήρῳ οὕτως λέγειν, ἠγνοίησαν τὰ κήτη, καὶ οὐκ ἠγνοίησεν. καὶ ὅτι κευθμῶν εἴρηκεν· ἡ δὲ ὀρθή ἐστιν κευθμός ὡς αὐλός. *στικτέον ἐπὶ τὸ ἄνακτα.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
