# Scholia in Iliadum 18

Scholia in Homerum, Scholia in Iliadum, ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/18

29 Ἡρόδικος τὴν θοσ συλλαβὴν ὀξύνει, ἵνα ᾖ τὸ πλῆρες γηθόσυνα, εἶτα ἡ δὲ θάλασσα· ὁ δὲ Ἀρίσταρχος γηθοσύνη δὲ θάλασσα ἀντὶ τοῦ γηθόσυνος, χαίρουσα. εἰσὶ μέντοι οἳ ἀναγινώσκουσι γηθοσύνῃ καὶ δοτικὴν πτῶσιν ἐκδέχονται, ὥσπερ καὶ Ἀριστοφάνης, οἷς ἐγὼ συγκατατίθεμαι, ἵνʼ ᾖ τὸ ἀκόλουθον τοιοῦτον, τῇ χαρᾷ ἡ θάλασσα διίστατο, ἵνα καὶ ἔθει Ὁμηρικῷ δοτικὴ ἀντὶ γενικῆς παρειλημμένη ὑπάρχοι, ὑπὸ χαρᾶς ἡ θάλασσα διίστατο, ὁμοίως τῷ “ὃς δὴ γήραϊ κυφὸς ἔην” (Od. 2, 16). τί δέ ἐστι τὸ κινοῦν με ἐκθήσομαι· ὁρῶ τὰ διὰ τοῦ συνη θηλυκὰ μὴ κατὰ θηλειῶν ἐπιθετικῶς τιθέμενα, πραγμάτων δὲ ὄντα κατηγορικά. πρόδηλος δὲ ἡ παρʼ αὐτῷ τῷ ποιητῇ χρῆσις· ἔστι γάρ τι κερδοσύνη πρᾶγμα, οὐχὶ κερδοσύνη γυνή· “ὣς φαμένη καὶ κερδοσύνῃ ἡγεῖτο” (Il. 22, 247)· “ἀρχὴν ξεινοσύνης” (Od. 21, 35)· “πλαγκτοσύνης δʼ οὐκ ἔστι κακόν” (Od. 15, 343)· “τὴν δʼ ᾔνησ’ ἥ οἱ πόρε μαχλοσύνην” (Il. 24, 30)· “δρηστοσύνη δʼ οὐκ ἄν μοι” (Od. 15, 321)· “ταρβοσύνῃ, φὰν γάρ μιν” (Od. 18, 342). εἴπερ οὖν ταῦτα πάντα εὑρέθη οὐκ ἐπιθετικῶς κατά τινος θηλείας, κατηγορικὰ δὲ πράγματος, πῶς ἂν γένοιτο γηθοσύνη θάλασσα; οὐ γὰρ ἀγαθοφροσύνη γυνή· ἄμεινον οὖν ἐπὶ πράγματος παραλαμβάνειν καὶ δοτικὴν πτῶσιν ἐκδέχεσθαι. εἰκός τινα φήσειν ὑπὲρ Ἀριστάρχου καὶ τῶν ἄλλων ὡς ὅτι αὐτὸς ἤδη ὁ ποιητὴς ἀρσενικῶς τοῦτο ἀπεφήνατο “γηθόσυνος. δʼ οὔρῳ” (Od. 5, 269)· οὕτως ἀκόλουθον θηλυκὸν γένοιτʼ ἂν τὸ γηθοσύνη. ὃν διδάξομεν ὡς ὅτι τὰ διὰ τοῦ συνος, εἰ παράγοιτο ἐπιθετικῶς, ἀρσενικὰ ὑπάρχοντα μηκέτι ποιεῖ κατὰ τὸ πλεῖον θηλυκοῦ γένους παρασχηματισμόν. τὸ οὖν δικαιόσυνος Ζεὺς οὐκ ἔχει τὸ δικαιοσύνη θηλυκὸν, ἔτι ἐπιθετικῶς κατά τινος θεοῦ τασσόμενον. *ὅτι χωρὶς τοῦ ι γραπτέον τὸ γηθοσύνη· ἔστι γὰρ ἀρσενικὸν γηθόσυνος.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
