# Scholia in Iliadum 33

Scholia in Homerum, Scholia in Iliadum, ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/33

66. τοῖιν δʼ ἔγνω πρὸς τὸ δυῖκὸν σχῆμα. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ τῶν Σειρήνων “Σειρήνων ἀδινάων” (Od. 23, 326), Σειρήνοιιν (Od. 12, 52), ὅτι ὁ λόγος ὡς περὶ δύο Ὀϊλῆος ταχὺς Αἴας Λοκρὸς μὲν ἦν τὸ γένος, ἀπὸ πόλεως Ὀποῦντος, πατρὸς δὲ Ὀϊλέως. οὗτος μετὰ τὴν Ἰλίου πόρθησιν αἴτιος τοῖς Ἐλλησιν ἀπωλείας ἐγένετο· Κασάνδραν γὰρ τὴν Πριάμου, ἱκέτιν οὖσαν Ἀθηνᾶς, ἐν τῷ τῆς θεοῦ σηκῷ κατῄσχυνεν, ὥστε τὴν θεὸν τοὺς ὀφθαλμοὺς τοῦ ξοάνου εἰς τὴν ὀροφὴν τρέψαι, τοῖς δὲ Ἕλλησιν ὑποστρέφουσι καὶ κατὰ τὴν Εὔβοιαν γενομένοις χειμῶνας διεγεῖραι μεγάλους, ὥστε πολλοὺς αὐτῶν διαφθαρῆναι. διανηξάμενος δὲ Αἴας εἰς τὰς Γυράδας καλουμένας πέτρας ἔλεγε χωρὶς θεῶν γνώμης διασεσῶσθαι· Ποσειδῶν δὲ ἀγανακτήσας διέσχισε τὴν πέτραν καὶ τὸν Αἴαντα τῷ κλύδωνι παρέδωκενʼ ἐκριφέντα δὲ αὐτὸν κατὰ Δῆλον νεκρὸν Θέτις ἐλεήσασα θάπτει. Ἀθηνᾶ δὲ οὐδʼ οὕτως τῆς ὀργῆς ἐπαύσατο, ἀλλὰ καὶ τοὺς Λοκροὺς ἠνάγκασεν ἐπὶ χίλια ἔτη εἰς Ἴλιον ἐκ κλήρου παρθένους πέμπειν. ἡ ἱστορία παρὰ Καλλιμάχῳ ἐν Α αἰτίων καὶ παρὰ τῷ ποιητῇ ἐν τῇ Δ τῆς Ὀδυσσείας παχυμερῶς.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
