# Scholia in Iliadum 37-44

Scholia in Homerum, Scholia in Iliadum, 37 to 44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/37

82. χάρμῃ χαίροντες τῇ μάχῃ. ἔστι δὲ ὅτε δηλοῖ ἡ λέξις καὶ τὸ χαίρειν τῇ εἰς μάχην παραθήξει, παρὰ τὸ χαράσσειν. τὴν γὰρ χαρὰν, ὡς φησιν Ἀρίσταρχος, οὐδετέρως ἀεὶ λέγει χάρμα. *ὅτι ἐλλείπει ἡ ἐπί, ἵνʼ ᾖ ἐπὶ χάρμῃ. 85. *γυῖα πρὸς τὸ σχῆμα, ὅτι ὡς “σπάρτα λέλυνται” (Π. 2. 135). 88. ὑπʼ ὀφρύσι δάκρυα ἐστέναζον, ἐδάκρυον· οἱ γὰρ ὀφθαλμοὶ καθʼ Ὅμηρον ὑπὸ ταῖς ὀφρύσι· “κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινώ” (Π. 14, 236). διὰ δὲ τούτων ἐδάκρυον. ἕτεροι δὲ ἤκονσαν λεληθότως ἔκλαιον 92. διὰ τοῦ ὸ Ἀριστοφάνης, Πηνέλεον. 95. *ἔμφασιν ἔχει πλείονα τὸ κοῦροι χωριζόμενον τοῦ νέοι. 96. ἡμετέρας. τὸ ἁμάς ἐκτείνεται κατὰ τὸ τέλος, καίτοι Δώριον ἔχον τὴν πρὸ τέλους συλλαβὴν, ἐπεὶ ἑνικῷ παράκειται τῷ διὰ τοῦ η λεγομένῳ, ἁμὴν, ὅπερ ὁλόκληρον ἂν ἦν Δωρικὸν, εἴπερ εἰς αν κατέληγεν. 98. νῦν δὴ εἴδεται νῦν ἀνεφάνη ἡ ἡμέρα. ἐν ᾖ ὑπὸ τῶν Τρώων ἀναιρεθήσεσθε. 102. ὁμοίως ἀναγνωστέον τῷ ἐαρινῆς. πῶς δʼ ἐσχημάτισται δεδήλωται ἐν τῷ περὶ παρωνύμων.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
