# Scholia in Iliadum 46-50

Scholia in Homerum, Scholia in Iliadum, 46 to 50. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/46

107. Ἡρακλέων ἀξιοῖ στίζειν πόλιος, ἵνα, φησὶν, ἐμφαίνῃ τοιοῦτό τι· τί δὲ λέγω πόλιος; ἐπʼ αὐταῖς γὰρ ἤδη ταῖς ναυσὶ μάχονται. ἱκανὸν μέντοι βραχὺ διαστέλλειν. *Ζηνόδοτος καὶ Ἀριστοφάνης νῦν δὲ ἑκὰς πόλιος. 110. * ὅτι ἐλλείπει ἡ περί· περὶ νηῶν. 115. εὐθεράπευτον, εὐίατοι. αἱ γὰρ τῶν ἀγαθῶν φρένες· ῥᾳδίως πρὸς τὸ κρεῖττον μετατίθενται, εὐθεράπευτοι οὖσαι. ἢ θερα- πευτικαί, ὅτι ἀμφίβολον τὸ ἀκεώμεθα, πότερον ἰαθῶμεν ἢ ἀκεσώμεθα· ὃ καὶ ὑγιὲς, οἷον τὸ ἐλάττωμα ἰασώμεθα. *ἀκεσταί ἔν τισι τῶν ὑπομνημάτων διὰ τοῦ τε, ἀκεσταί τε. 118. ἀντὶ τοῦ ἐγκαλέσαιμι. 127. καρτεραὶ, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο πρὸς τὴν τοῦ χρόνου ἀλλαγήν· ἔστι γὰρ ἀντὶ τοῦ ὠνόσατο. καὶ ὅτι δὶς παρείληφε τὸν σύνδεσμον, ἄν καὶ κέν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
