# Scholia in Iliadum 5

Scholia in Homerum, Scholia in Iliadum, ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/5

6. γλακτοφάγων Ἀβίων πολλῶν εἰρημένων περὶ τούτων πολλοῖς, βέλτιον, ὡς Ἀριστάρχῳ ἐδόκει, καὶ χωρὶς τοῦ συνδέσμου προφέρεσθαι τὸν στίχον, καὶ διαστέλλειν βραχὺ μετά τε τὴν πρώτην λέξιν καὶ μετὰ τὴν δευτέραν, ἵνα τὰ ἔθνη πολλὰ καὶ τὸ δικαιοτάτων κοινὸν ἐπὶ πάντων νοούμενον μείζονα τὴν ἱστορίαν ἐμφαίνῃ. * Ἀρίσταρχος χωρὶς τοῦ τε, δικαιοτάτων ἀνθρώπων. Ἀβίων τῶν νομάδων Σκυθῶν, ὅθεν καὶ ὁ Ἀνάχαρσίς ἐστιν· οὓς δή φησιν ἀπάντων εἶναι δικαιοτάτους, ὅτι κοινοὺς ἔχουσι παῖδας καὶ γυναῖκας καὶ τὰ πάντα πλὴν ξίφους καὶ ποτηρίου. τούτοις δὲ καὶ αὐτομάτως ἡ γῆ βίον φέρει, οὐδέ τι ζῷον ἐσθίουσιν. τούτους Αἰσχύλος ἀβίους φησίν. ἄβιοι δὲ ἐκλήθησαν ἢ παρὰ τὸν βίον ἢ τὴν βίαν. ἢ ἅμα βίῳ πορευόμενοι. ἢ ὅτι ἄοικοι. οἱ δὲ τὸ α κατʼ ἐπίτασιν, ἵνʼ ᾖ πολυβίων καὶ πολυετῶν, ὅτι μακρόβιοι. ἢ τὸν ἡμέτερον βίον μὴ ἐγνωκότων· ἐπιφέρει γὰρ δικαιοτάτων ἀνθρώπων. ἢ μὴ βιαζομένων. ἢ ἁμαξοβίων. τινὲς δὲ τούτους Σαρμάτας φασίν· λέγουσι δὲ αὐτοὺς τοὺς ὁδίτας τρέφοντας ἄλλον ἄλλῳ διαπέμπειν πάντων Σκυθῶν ὑποκυψάντων Ἀλεξάνδρῳ μόνους Ἀβίους φασὶν οὐχ ὑπεῖξαι, μόνον δὲ ἐπισκεψαμένους τὴν ψυχὴν τοῦ ἀνδρὸς ἐπι πρὸς αὐτόν. δικαιοτάτους δέ φησιν αὐτοὺς διὰ τκηρυκεύσασθαιὸ ἀνεπίμικτον, ὡς καὶ Αἰθιοπῆας· ἢ ὅτι οὐκ ἠθέλησαν συστρατεῦσαι Ἀμαζόσιν εἰς Ἀσίαν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
