# Scholia in Iliadum 69

Scholia in Homerum, Scholia in Iliadum, ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/69

191. Εκτορος ἀλλʼ οὔ πη χρόος ὅτι διῄρηκε χρόος ἀντὶ τοῦ χρώς· διὸ βαρυτονητέον. καὶ ὅτι τὸ εἴσατο νῦν ἀντὶ τοῦ ἐφάνη. οὕτως αἱ Ἀριστάρχου, χρόος ὡς λόγος· βούλεται δὲ διῃρῆσθαι τὴν εὐθεῖαν. Ζηνόδοτος δὲ γράφει χρὼς εἴσατο. Ἀλεξίων φησὶν ὅτι Ἀρίσταρχος ὡς σοφός προηνέγκατο, Τυραννίων δὲ ὡς πόλος, καὶ ἔχει λόγον ἑκατέρα ἡ ἀνάγνωσις. ἐὰν μὲν χρόος ὡς πόλος κατʼ εὐθεῖαν πτῶσιν ἀναγνῶμεν, ἔσται τὸ λεγόμενον, ἀλλʼ οὐδαμῶς ὁ χρὼς ἐφάνη· ἐὰν δὲ χροός ὡς σοφός κατὰ γενικὴν πτῶσιν, ἔσται, ἀλλʼ οὐδαμῶς τοῦ χρωτὸς διῆλθε· τὸ γὰρ εἴσομαι καὶ τὸ φανῆναι σημαίνει καὶ τὸ διελθεῖν. ἐπικρίνομεν δὲ ἡμεῖς περὶ τῆς ἀναγνώσεως ἐκεῖνο, ὡς ὅτι πιθανόν ἐστι μᾶλλον τὴν γενικὴν ἐκδέχεσθαι ἤπερ τὴν εὐθεῖαν· ἦν γὰρ αὐτῷ ἔθος εὐθεῖαν μὲν ἐπίστασθαι εἰς ως περατουμένην “ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος” (Il. 4. 510)· καὶ ἀκόλουθος αἰτιατικὴ “χρῶτʼ ἀπονιψαμένη” (Od. 18, 172). τὰς δὲ ἄλλας πλαγίους οἶδεν ἀπὸ τῆς εἰς ους εὐθείας· “χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα” (Il. 9, 596)· καὶ τὴν αἰτιατικήν “μή τις χρόα καλόν.” ὥστε εἰ οὐ κεκώλυται τῆς γενικῆς ἡ σύνταξις, τί ἐστι τὸ κατεπεῖγον μὴ τῇ συνήθει κλίσει τὴν ἀνάγνωσιν ποιεῖσθαι;

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
