# Scholia in Iliadum 70-86

Scholia in Homerum, Scholia in Iliadum, 70 to 86. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/70

196. *μετὰ ἐν ἄλλῳ μετὰ ἔθνος. 197. ὅτι συνεχῶς κέχρηται τοῖς δυϊκοῖς. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ τῆς πατρίδος· Ἀθηναίων γὰρ ἴδιον. 203. κόψεν ὅτι ἐλλείπει ἡ περί, περὶ Ἀμφιμάχου· καὶ ὅτι Ζηνόδοτος ἄρθρον ἐνόμιζε τὸ ὁ, Ἰλέως τὸν Αἴαντα καὶ οὐκ Ὁϊέως ἀκούων· διὸ καὶ ἔγραφε κόψεν ἄρʼ Ἰλιάδης. 205. ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ Ἕκτορος. 212. Ἰωνικῶς μετέβαλε τὸν τόνον, ἐπεὶ τὸ ἀκόλουθον ἰγνυά ἐστιν, ὡς Ἡρωδιανὸς ἐν τῷ ια τῆς καθόλου. 213. * ὅτι ἔνεικαν εἴρηκεν ὡς βασταζομένου αὐτοῦ διὰ τὸ τραῦμα. 217. * ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ ὃς πάσης Πλευρῶνος. 218. Αἰτωλὸς παῖς μὲν ἦν Ἐνδυμίωνος, ὃς ἀκούσιον φόνον δράσας ἔφυγεν εἰς τὴν ἀπʼ αὐτοῦ προσαγορευθεῖσαν Αἰτωλίαν, κἀκεῖ τεκνοῦται Πλευρῶνα, ἀφʼ οὗ ἡ ἐν Αἰτωλίᾳ πόλις Πλευρὼν ἐκλήθη. τούτου δὲ γίνονται δύο παῖδες, Κούρης καὶ Καλυδὼν, ἀφʼ ὧν ἄλλαι δύο πόλεις ἐν Αἰτωλίᾳ προσηγορεύθησαν. οὕτω Δηΐμαχος. 222. ὦ ὅτι σὺν τῷ ν ἡ κλητική. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “ᾧ τε σὺ Κάλχαν (Π. 1, 86), ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν. * Ἀρίσταρχος μετὰ τοῦ γ, νῦν γʼ αἴτιος. 223. * ὅτι ἐπιστάμεθα ἀντὶ τοῦ δυνάμεθα. 224. ἔν τισι τῶν ἀντιγράφων διὰ τοῦ δέ, οὐδέ. 225. * οὕτως διὰ τοῦ ν ἀνδύεται αἱ Ἀριστάρχου. 226. * ὅτι ἀντὶ τοῦ ἔοικε τὸ μέλλει. 227. * υἷας γράφεται καὶ ἐνθάδʼ Ἀχαιούς. 229. ἐνεστὼς ἀντὶ παρῳχημένου τὸ ὀτρύνεις, ὡς τὸ “ζαχρηεῖς τελέθουσιν (Π. 12, 547) ἀντὶ τοῦ ἐτέλεθον παρυχημένου. *ὅτε μεθιέντα γράφεται καὶ ὅθι μεθιέντα. Ζηνόδοτος δὲ ὅτις μεθίῃσι πόνοιο. 233. κυνῶν ἐμπαίγματα, παίγνια. μετὰ κόρον γὰρ σφαιρίζουσι τὰς σάρκας οἱ κύνες. λέων δὲ τὸ πᾶν ἐσθίει, καὶ Κύκλωψ· “ἤσθιε δʼ ὥστε λέων” (Od. 9, 292). 236. ὅτι τὸ σπεύδειν οὐκ ἔστιν ἐπὶ τοῦ ταχύνειν, ἀλλʼ ἐπὶ τοῦ ἐνεργεῖν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
