Ancient Greek
Volume 1, ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΟΔΥΣΣΕΙΑΝ.
Scholia in Homerum, Scholia in Odysseam 1.ΑΛΛΩΣ.-2
Not analysed yet
Ἀπὸ τῆς ἐναγωνίου καὶ πολεμικῆς Ἰλιάδος ἐπὶ τὴν ἠθικὴν μετα- βῶμεν Ὀδύσσειαν· οὐδὲ γὰρ αὕτη τελείως ἀφιλοσόφητος. αὐτίκα τοίνυν ἐν ἀρχῇ τὴν Διὸς Ἀθηνᾶν ὑπὸ Διὸς ἀποστελλομένην εὑρίσκο- μεν εὐλόγως, ἐπειδὴ ἐκ τῆς ἄγαν νεότητος ἤδη τὴν εἰκοσιετῆ ἡλι- κίαν ὑπερκύπτων μετέβαινεν εἰς ἄνδρας καί τις αὐτὸν ὑπέδραμε τῶν γινομένων λογισμὸς ὡς οὐκέτι χρὴ διακαρτερεῖν ἐπὶ τετραετῆ τῶν μνηστήρων ἀσωτίαν. τοῦτον τοίνυν τὸν ἀθροιζόμενον τῷ Τηλεμάχῳ λογισμὸν Ἀθηνᾶς ἐπιφάνειαν ἠλληγόρησεν. ὁμοιωθεῖσα γὰρ γέροντι ἥκει. E.