Ancient Greek
Volume 1, Epigraph epigraph
Scholia in Homerum, Scholia in Odysseam 1.ΕΠΙΓΡΑΦΑΙ ΕΜΜΕΤΡΟΙ.
Not analysed yet
Ἄλφα, θεῶν ἀγορὴ, Ὀδυσηΐδι Παλλάδι θάρσος. Βἥτ’ ἀγορὴν ἔχει, ἤϊα γρηὸς, πλοῦν μετʼ Ἀθάνας. Γάμμʼ ὑπὸ Νέστωρ δέκτο, συνῶρτο δʼ ὃς υἷϊ, θεὰ ἔπτη. Δέλτα, μάθʼ ἀμφὶ πατρὸς παρʼ Ἀτρεῖδα λοχώμενος υἱός. Ε, πλεῖ ἐπὶ σχεδίης Ὀδυσεὺς πόντῳ κεαθείσης. Ζῆτα δὲ Ναυσικάα κόμισʼ ἐν Σχερίῃ Ὀδυσῆα. Ἦτα δʼ ἐῢ φρονέουσʼ Ὀδυσεῖ Σχερίης βασιλῆες. Θῆτα δʼ ἄθλοις Φαίηκες Ὀδυσσῆος πείρηθεν. Λωτοφάγων, Κικόνων σὺν Κυκλώπεσσιν Ἰῶτα. Κάππʼ ἔχει Αἰόλου, Λαιστρυγόνος, ἔργα τε Κίρκης. Λάμβδα δʼ ἐν Ἀΐδεω ψυχαῖς ἐνετύγχανʼ Ὀδυσσεύς. Μῦ Σειρῆνας ἔχει, Πλαγκτὰς, βοῦς τʼ Πελίοιο. Νῦ, Ἰθάκης ἐπέβη, Φαιήκων πομπῇ, Ὀδυσσεύς. Ξῦ δʼ Ὀδυσῆα ξείνισεν Εὔμαιος ἀγρῷ ὑφορβός. Οὐ, ἐπέβη Ἰθάκης Λακεδαίμονος ἐξ Ὀδυσείδης. Πῖ δʼ ἄρα Τηλέμαχος ἀναγνωρίζει πατέρα ὅν. Ῥῶ βάλες αἰπόλε τε μνηστήρ τε, κύων ὃν ἀνέγνω. Σῖγμʼ ἔριν Ἴρου, εὖχος Ὀδυσσεῦς. δῶρά τʼ ἀνάκτων. Ταῦ δʼ ἀναγνωρίζει ἐξ οὐλῆς γρηῦς Ὀδυσῆα. Υ, βρονταῖς Ζεὺς θάρσυνʼ Ὀδυσσέα καὶ σχέθʼ Ἀχαιούς. Φῖ δὲ βιὸν προτίθησιν ἄεθλον Πηνελόπεια. Χῖ, Ὀδυσεὺς μνηστῆρας ἐκαίνυτο νηλέϊ χαλκῷ. Ψῖ δʼ ἀναγνωρίζει πόσιν ὅν ποτε Πηνελόπεια. Ὦ δʼ Ὀδυσεὺς σὺν πατρὶ καὶ υἱέϊ μάρνατʼ Ἀχαιοῖς.