# Scholia in Odysseam 10.ΑΛΛΩΣ.

Scholia in Homerum, Scholia in Odysseam, ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΟΔΥΣΣΕΙΑΝ., Book 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-odysseam/10.%CE%91%CE%9B%CE%9B%CE%A9%CE%A3.

Ὅτι Ὀδυσσεὺς διηγεῖται πῶς Αἴολος αὐτὸν ἐξέπεμψεν εἰς τὴν πατρίδα οὔριον ἄνεμον δοὺς τὸν ζέφυρον καὶ τοὺς ἄλλους ἀνέμους ἐγκαθείρξας ἀσκῷ. λυθέντος δὲ καὶ τοῦ ἀσκοῦ ὑπὸ τῶν ἑταίρων· εἶ- ναι γὰρ χρυσὸν ἐνόμιζον· καὶ παλινδρομήσας εἰς τὴν Αἰολίαν οὐ προσ- ιεμένου αὐτὸν τοῦ Αἰόλου ἐκεῖθεν ἀποπλέων εἰς Λαιστρυγόνας ἀφι- κνεῖται, καὶ τὰς ἕνδεκα τῶν νεῶν ἀπολέσας ἐνταῦθα μιᾷ εἰς Αἰαίαν τὴν νῆσον παραγίνεται. καὶ σὺν Εὐρυλόχῳ τοὺς ἡμίσεας τῶν ἑταί- ρων κλήρῳ λαχόντας ἐκπέμπει πευσομένους τίνες οἱ κατοικοῦντες. μεταμορφωθέντων δὲ ἐκείνων εἰς σύας ὑπὸ τῆς Κίρκης πλὴν Εὐρυλό- χον αὐτὸς ἐπὶ τὴν ζήτησιν ἐλθὼν οὐδὲν ἐβλάβη ὑπὸ τῶν φαρμάκων διὰ τοῦ φαρμάκου οὗ εἰλήφει παρὰ Ἑρμοῦ. τὴν δὲ ἀρχαίαν φύσιν τῶν ἑταίρων λαβόντων ἐνιαυτὸν παραμείνας παρὰ τῇ Κίρκη ἀποπεμ- φθῆναι δεηθεὶς εἰς Ἅιθην πέμπεται περὶ τοῦ νόστου πευσόμενος Τει- ρεσίου. Q.

---

Scholia in Homerum, Scholia in Odysseam, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg007.local001/.
