# Scholia in Odysseam 12.2.1

Scholia in Homerum, Scholia in Odysseam, ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΟΔΥΣΣΕΙΑΝ., Book 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-odysseam/12.2.1

2. κῦμα θαλάσσης] δι᾿ ὅλου θάλασσαν ἀπὸ ὠκεανοῦ διαστέλλει ὁ ποιητής. B. Q. εὐρυπόροιο] πλατὺν πόρον ἐχούσης, οἱονεὶ τὸ ῥεῦμα. ἢ καλοὺς πόρους ἐχούσης. V. 3. ὅθι τ᾿ ἠοῦς] οὐχ ὡς ἐπιτελλούσης τῆς ἡμέρας ἐν τῇ Αἰαίᾳ τοῦ- το εἴρηκεν, ἀλλ᾿ ἤτοι ἁπλούστερον, ἐπεὶ παρεγενόμεθα ὅπου ἡμέρα καὶ ἥλιος· ἢ κατὰ σύγκρισιν τῶν Κιμμερίων. ἢ ὡς πρώτην φῶς παρέχουσαν, ἀνατολὴν κέκληκεν, ἐπεὶ ὑψηλοῦ ὄντος τοῦ Κιρκαίου ἥλιος ἐκ νυκτὸς ἐπιλάμπει τῷ τῆς Κίρκης ξοάνῳ. V. ταῦτα ὡς πρὸς σύγκρισιν τοῦ Ἅιδου. θέλει γὰρ εἰπεῖν ὅτι ἐκ τοῦ Ἅιδου εἰς τὰ φωτεινὰ διήλθομεν. ἠοῦς δὲ εἶπεν, ἐπὶ τὰ ἀνατολικὰ δηλονότι μέρη τῆς νήσου προσωρμίσαντο. B. ἢ ὡς ἐπὶ ἀνατολικὰ μέρη τῆς νήσου προσορμισάντων, ἢ ὅτι ἐξ Ἅιδου ἐλθόντες πρώτην αὐτὴν φωτεινὴν ἐθεάσαντο. ἔνιοι δὲ βιαιότερον ὑπερβατῶς κολλῶντες τὸ ὠκεανοῖο τῷ “ὅθι τ᾿ ἠοῦς ἠριγενείης,” οὗ. φασὶν, οἰκεῖ ἡ ἡμέρᾳ· ἐξ αὐτοῦ γὰρ ἀνατέλλει καὶ εἰς αὐτὸν δύνει. οὐ μόνον δέ ἐστι βίαιον, ἀλλὰ καὶ ἐναντίον τῷ ποιητῇ. οὐ γὰρ παραδίδωσιν ὁ Ὅμηρος τοὺς ἥρωας ἐπι- σταμένους ὅτι ἐξ ὠκεανοῦ αἱ ἀνατολαὶ τοῦ ἡλίου, ἀλλ᾿ αὐτὸς ἐκ τοῦ ἰδίου προσώπου τὸ τοιοῦτον παρέδωκεν· “ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας ἐξ ἀκαλαρρείταο βαθυρρόου ὠκεανοῖο” (Il. η, 421.)· καὶ “ἐν δ᾿ ἔπεσ᾿ ὠκεανῷ φάος ἠελίοιο” (Il. θ, 485.). οἱ δὲ ἥρωες ἄλλως λέγουσιν· “οὐδ᾿ ὅπη ἠέλιος φαεσίμβροτος εἶσ᾿ ὑπὸ γαῖαν· (Od. κ,191.). Q. παρεγένετο ὅπου ἐμέριζεν ὁ ἥλιος. P. 4. χοροί] χῶραι, τόποι, ὡς καὶ εὐρύχορον λέγει γῆν τὴν εὔχωρον καὶ μεγάλην. V. ἀντὶ τοῦ χῶροι· ὅθεν καὶ εὐρύχορος. B. 7. ἀποβρίξαντες] ἀπὸ τοῦ βαρύνεσθσι τὴν κεφαλὴν ὑπὸ τοῦ ὕπνου. B. T. 9. δὴ τότ᾿ ἐγὼν] πρὸ πάντων ἐσπούδακε τὸ ἀποδοῦναι τῷ φίλῳ τὰ νομιζόμενα, μήτε ὑπὸ τοῦ φόβου τῶν ἐν τῷ Ἅίδῃ δεινῶν τὴν μνήμην ἐκταραχθεὶς μήτε τοῖς προφητευθεῖσιν ὑπὸ τοῦ Τειοεσίου ἐκθαμβη- θείς. Q. T. 10. Ἕλπήνορα] οὗτος ἦν ὁ τοῦ Ὀδυσσέως φίλος, ὃς πρὸ τοῦ ἐξελ- θεῖν τῆς νήσου ταύτης, ἤγουν τῆς Αἰαίας, τὸ πρὶν κατεκρημνίσθη τοῦ στέγους, καὶ ἐθλάσθη τοὺς ἀστραγάλους τοῦ αὐχένος αὐτοῦ. H. 11. φιτροὺς] παχέα ξύλα. B. κορμούς. V. 12. θάπτομεν] ἐκαίομεν. V. 14. τύμβον χεύαντες] γῆν ἐπιχέαντες, ὃ ἦν αὐτὸς τύμβος. B. ἐρύσαντες] νῦν, στήσαντες. P. V. 15. Ζηνόδοτος γράφει, ἀκροτάτῳ τύμβῳ ἵνα σῆμα πέλοιτο. H. 18. ἐντυναμένη] εὐτρεπίσασα τὰ πρὸς τροφήν. B.H. 19. οἶνον ἐρυθρόν] τὸν ποιοῦντα τὰ ἐρυθρὰ, ἢ τοιοῦτον κατὰ τὴν χροιάν. B. 22. δισθανέες] ὥσπερ τὸ διώνυμος καὶ δισώνυμος, οὕτω καὶ τὸ διθανέες δισθανέες. τίθεται γὰρ τὸ σ καὶ εἰς ἀμφότερα, καὶ ὅταν μετὰ τὸ δι φωνῆεν ᾖ, καὶ ὅταν σύμφωνον. B. δὶς θανέες] οὕτως ἐν δυσὶ μέρεσι λόγου. φησὶ γὰρ Ἀπολλώνιος ὡς ὅτι δίς καὶ τρίς ἐν ταῖς συνθέσεσιν ἐκβάλλει τὸ σ, δίπους, τρί- πους. Q. ὅτε] τὸ ὅτε ἀντὶ τοῦ ἐπειδή, ὡς ἐκεῖ “ὅτε με βροτοὶ οὔτι τίουσιν” (Od. ν, 129.). B.H. 26. σημανέω] λέγω ὑμῖν τὴν ὁδὸν, ἵνα μὴ διὰ τὸ ἀμφιβάλλειν καὶ ἀγνοεῖν τὴν ὁδὸν τῇ ἀλλήλων κακοτεχνίᾳ καὶ ἀπειρίᾳ ἀλγήσητε. Ἄλλως. ἵνα μὴ τῇ ἀπειρίᾳ τοῦ πλοῦ εἰς βάρβαρον ἐλθόντες τόπον τῇ τῶν ἐνοικούντων κακοτεχνίᾳ ἀλγήσητε. B.H.Q.T. Ἀπορία. διὰ τί ἡ Κίρκη τοσούτων ὄντων τῶν κινδύνων τῷ Ὀδυσ- σεῖ ἐν τῷ οἴκαδε παῤ αὐτῆς ἀπόπλῳ οὐχὶ πάλιν τὸν αὐτὸν ἐκέλευε πλοῦν ὅνπερ ἦλθεν ἀποπλεῖν, ἀλλὰ κατὰ τὰς Σειρῆνας καὶ τὴν Σκύλ- λαν καὶ τὴν Χάρυβδιν συνεβούλευε ποιεῖσθαι τὸν πλοῦν καὶ παρὰ τὴν νῆσον ἐν ᾗ αἱ Ἡλίου βόες ἦσαν; ῥητέον οὖν ὅτι τῶν δύο ἀπόπλων χειρίστων ὄντων οὐδὲν ἡμάρτανεν ἡ Κίρκη συμβουλεύουσα τοῦτον ποιεῖσθαι τὸν πλοῦν ἐν κακῶν ἐκλογῇ αἱρετώτερον ὄντα. οὐ γὰρ ἐξ ὧν ἀπειθήσαντες αὐτῇ ἠτύχησαν ἀποκτείναντες Ἡλίου βοῦς αἰτιᾶ- σθαι χρὴ, θεωρεῖν δὲ ὅτι, εἰ ἐπείσθησαν αὐτῇ, οὐδὲν ἂν παθόντες δεινὸν οἴκαδε ἀπῆλθον. H.Q.T. 27. ἀλγήσετε] ὅτι συνέσταλκεν ἀντὶ τοῦ ἀλγήσητε. H. 33. ἡ δ᾿ ἐμὲ] ἀντιδιασταλτικὴ ἡ ἐμέ. H. 34. εἷσέ τε καὶ προσέλεκτο] παρέκλινεν ἑαυτήν καὶ προσηγά- γετο. P. προσέκλινεν ἑαυτῇ καὶ προσηγάγετο. ἢ καὶ προσδιελέ- ξατο, ὃ καὶ ἄμεινον. προσέλεκτο ἀντὶ τοῦ ἐκοίμησε. B. Q. προσέ- λεκτο] προσεῖπεν. V. 38. μνήσει δέ σε καὶ θεὸς αὐτός] ἔνιοι τὸν Ποσειδῶνα, ὃς διὰ τῶν ἔργων ὑπομνήσει αὐτόν. H. τὸν Ποσειδῶνά φησι. διὰ τῶν ἔργων ὑπομνήσει περὶ τῶν ὑπ᾿ ἐμοῦ λεγομένων ὅτι ἀληθῆ εἰσι. B.Q. 39. Σειρῆνας] κατὰ μὲν τοὺς πολλοὺς Ἀχελῴου καὶ Στερόπης τῆς Πορθάονος αἱ Σειρῆνες, κατ᾿ ἐνίους δὲ Ἀχελῴου καὶ Τερψιχόρης μιᾶς τῶν Μουσῶν. ἑλόμεναι δὲ παρθενίαν ἐμισήθησαν ὑπὸ Ἀφροδίτης καὶ ἔχουσαι πτερὰ ἀπέπτησαν εἰς τὸ Τυρρηνικὸν κλίμα, καὶ νῆσον κατέσχον Ἀνθεμοῦσαν ὀνομαζομένην. ὀνόματα δὲ αὐτῶν Ἀγλα- οφήμη, Θελξιέπεια, Πεισινόη καὶ Λίγεια. κατὰ δὲ Ὅμηρον δύο· Σειρήνοιν γὰρ λέγει. V. τὰς Σειρῆνας Ἀχελῴου καὶ Τερψιχόρης μιᾶς τῶν Μουσῶν, οἱ δὲ Στερόπης τῆς Πορθάονος, ἀγαπησάσας τὴν παρθενίαν ἀπεστύγησεν Ἀφροδίτη καὶ ὠρνίθωσεν. αἱ δὲ ἀπέπτησαν εἰς τὴν Τυρρηνίαν περὶ νῆσον Ἀνθεμοῦσαν. ὀνόματα δὲ αὐτῶν Ἀγλαοφήμη καὶ Θελξιέπεια. φασὶ δὲ ὡς Ὀδυσσέως φυγόντος αὐτὰς ὀργισθεῖσαι καθῆκαν ἑαυτὰς εἰς θάλασσαν. Ὅμηρος δὲ οὔτε γένος αὐτῶν παρίστησιν οὔτε πτερωτὰς αὐτάς φησιν εἶναι. H.Q.T. αἱ Σειρῆνες ἢ ὄρνιθες κέλαδοι ἦσαν ἐν λειμῶνι, ἢ γυναῖκες θελκτι- καὶ καὶ ἀπατητικαὶ, ἢ αὐτὴ ἡ κολακεία. πολλοὺς γὰρ θέλγει καὶ ἀπατᾷ καὶ ὡσανεὶ θανατοῖ. B. 40. ὅτι σφέας] ὅτε ἡ διὰ τοῦ σφ ἀντωνυμία ἐπιφέρεται, ἐγεί- ρει τὴν πρὸ αὐτῆς ὀξεῖαν καὶ ἐπὶ σπονδείου καὶ ἐπὶ πυρριχίου καὶ ἐπὶ ἰάμβου. διὸ ἐπιστατέον τῷ “οὐ γάρ τ᾿ οἶδ᾿ εἰ ἔτι σφιν ὑπότρο- πος ἵξομαι αὖτις” (ΙΙ. ζ, 367.) H. 42. τῷ δὲ οὔτι γυνὴ] τοῦτο λέγει διὰ τὸ τοὺς ἀκούοντας τοῦ μέ- λους τῶν ειρήνων μὴ δύνασθαι κινηθῆναι ἐπὶ τοῦ πρόσω τῇ ἀρρήτῳ τῆς ἀοιδῆς ἡδονῇ, ἄλλα θνήσκειν ταύτης ἀκούοντας. Q. 43. οἴκαδε νοστήσαντι] ὁ μὲν Ἀριστοφάνης φησὶ κατατηκομένους τῇ ᾠδῇ καὶ αἰφνιδίως ἐκλείποντας ἀπολέσθαι, ὁ δὲ Ἀρίσταρχος διὰ τὴν τῶν ἀναγκαίων σπάνιν. Q. 46. περὶ δὲ ῥινοὶ μινύθουσι] περὶ δὲ τὰ ὀστέα τὰ δέρματα σήπον- ται. Q. 47. ἀλεῖψαι] περισπωμένως, ἵν᾿ ᾖ ἀπαρέμφατον ἀντὶ τοῦ προσ- τακτικοῦ τοῦ ἄλειψον. H. οὐκ ἄρα ἐπτέρωνται, ἐπεὶ καὶ προσεπέτοντο τοῖς παραπλέουσιν. H. 51. ὀρθὸν ἐν ἱστοπέδῃ] ὀρθὸν ξύλον ἐκ τῆς τρόπιδος, ᾧ προσδέδεται ὁ ἱστὸς, ἐν ᾧ δεσμεῖται τὸ ἄρμενον. Q. τῷ τόπῳ ἐν ᾧ ὁ ἱστὸς ἐντί- θεται. V. 52. Σειρήνοιιν] ὅτι δύο καθ᾿ Ὅμηρον αἱ Σειρῆνες, οὐ τρεῖς. Q. 53. κελεύσῃς] γρ. κελεύεις. H. 53, 54. ἀθετεῖ Ἀριστοφάνης. πρὸς τί γὰρ ἅπαξ δεδεμένον πάλιν δῆσαι κελεύει; H. 54. δεόντων] Ἀρίσταρχος γράφει διδέντων, ὡς τιθέντων. H. 56. διηνεκέως] διαρρήδην. ἔνιοι δὲ ῥαδίως. H. οἷον κατὰ μίαν παραγγελίαν, ἢ δι᾿ ὅλου. V. 57. ὁπποτέρη] ἀντὶ τοῦ, διὰ ποίας. V. 58. ἀμφοτέρωθεν] ἐκ θατέρου μέρους ἀμφοτέρας τὰς ὁδούς. B.H. ἐκ τοῦ ἑνὸς μέρους. B. ἑκατέρωθεν. V. 59. ἐπηρεφέες] πυκναὶ, ἢ ἐπικρεμάμεναι, ὑψηλαὶ καὶ ἐπίστεγοι. Q.V. προτὶ δ᾿ αὐτάς] οὕτως Ἀρίσταρχος προτί. H. 61. Πλαγκτὰς] Πλαγκτὰς, διὰ τὸ προσπλήσσεσθαι αὐταῖς τὰ κύματα· οἱ δὲ νεώτεροι πλανηθέντες, Πλαγκτὰς ἤκουσαν παρὰ τὸ πλάζεσθαι εἰς ὕψος καὶ βάθος. H. ὁ μὲν Κράτης, ὅτι πλάζεται περὶ αὐτὰς τὸ κῦμα, οἱ δὲ ὡς τὴν Δῆλον κινεῖσθαι καὶ φέρεσθαι. V. ἀπὸ τοῦ προσπλήσσεσθαι ἐν αὐταῖς τὰ κύματα. B. θεοὶ μάκαρες καλέουσιν] ἄνθρωποι δὲ οὐδέν. κἀκ τούτου δῆλον ὅτι πέπλακεν. V. 62. οὐδὲ πέλειαι— —φέρουσιν] τινὲς φυσικῶς ἀναλύοντές φα- σιν ὡς κατ᾿ ἐκεῖνο γινομένης τῆς Πλειάδος εἷς ἐκ τῶν ἑπτὰ ἀστέρων ἀφανὴς ἐγένετο ἐκ τοῦ καπνοῦ. H.Q. ἤτοι μυθικῶς φησι τὰς περιστερὰς διὰ τῶν Πλαγκτῶν πετομένας ἀποκομίζειν Διὶ ἀμβρο- σίαν, ἢ φυσικῶς τοῦτο εἴρηκεν. ὅταν γὰρ ἕκαθεν τῶν Πλαγκτῶν γένηται τὸ ἄστρον τὸ λεγόμενον Ταῦρος, τότε συμβαίνει τῶν ἐπὶ τῆς οὐρᾶς αὐτοῦ κειμένων ζ΄ ἀστέρων, οἳ Πλειάδες λέγονται, ἔνα ἀμαυροῦ- σθαι ἐκ τῆς ἀναφορᾶς τοῦ καπνοῦ. φέρουσι δὲ τροφὴν ὕδωρ θαλάσ- σιον τῷ ἡλίῳ, ὃν καὶ Πλάτων ἐν Φαίδρῳ Δία προσηγόρευσεν “ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνει” H.Q.V. Ἄλλως. ἔδει τὰς περιστερὰς ὡς ἀκεραίους καὶ ἀκάκους καὶ ὀξείας τῇ πτήσει λέγεσθαι φέρειν τῷ Διὶ τὴν τροφὴν, ἥτις ἐστὶν ἀμβροσία. H.Q. 64. ἀλλά τε καὶ τῶν] ἀλλὰ καὶ ἀπὸ τούτων τῶν πελειῶν ἀφαι- ρεῖται μίαν λὶς, ἀντὶ τοῦ λισσή, πέτρη. B. 65. ἀλλ᾿ ἄλλην ἐνίησι] τὴν πλάνην τῶν διερχομένων ἐκεῖσε ζῴων ταῖς Πλαγκταῖς φησι πέτραις ἐναρίθμιον εἶναι, ἤτοι συγκατατετα- μένην καὶ ἀχώριστον. H.Q. 66. ἥτις] γρ. ὅστις. H. 69. οἴη δὴ κείνη γ᾿ ἐπέπλω ποντόπορος ναῦς Ἀργὼ πασιμέλουσα] Τυρὼ ἡ Σαλμωνέως ἔχουσα δύο παῖδας ἐκ Ποσειδῶνος, Νηλέα τε καὶ Πελίαν, ἔγημε Κρηθέα. καὶ ἴσχει παῖδας ἐξ αὐτοῦ τρεῖς, Αἴ- σονα καὶ Φέρητα καὶ Ἀμυθάονα. Αἴσονος δὲ καὶ Πολυμήλας καθ᾿ Ἡσίοδον γίνεται Ἰάσων, κατὰ δὲ Φερεκύδην ἐξ Ἀλκιμέδης. τελευ- τῶν δὲ οὗτος καταλείπει τοῦ παιδὸς ἐπίτροπον τὸν ἀδελφὸν Πελίαν, ἐγχειρίσας αὐτῷ καὶ τὴν βασιλείαν, ἵνα αὐξηθέντι τῷ υἱῷ παράσχῃ. ἡ δὲ τοῦ Ἰάσονος μήτηρ Ἀλκιμέδη δείσασα δίδωσιν αὐτὸν τρέφεσθαι Χείρωνι τῷ Κενταύρῳ. τραφεὶς δὲ καὶ ἡβήσας ἔρχεται εἰς Ἰωλκὸν ἀπαιτῶν τὴν πατρῴαν ἀρχὴν τὸν Πελίαν. ὁ δὲ ἔφασκε χρῆναι αὐ- τὸν πρότερον διακομίσαι τὸ χρυσοῦν δέρος ἀπὸ Κόλχων καὶ τοὺς πυριπνόους ἀνελεῖν ταύρους. ἀκούσας δὲ ταῦτα ὁ Ἰάσων λέγει τῷ Χείρωνι. καὶ αὐτῷ ὁ Χείρων συνεκπέμπει τοὺς ἠϊθέους. κατασκευ- άζει δὲ ἡ Ἀθηνᾶ τὴν Ἀργώ. πλέοντες δὲ ἀφικνοῦνται ἐπὶ τὴν τῶν Βιθυνῶν χώραν, καὶ ὁρῶσι τὸν Φινέα πηρὸν διὰ ταύτην τὴν αἰτίαν. ἔχων γὰρ παῖδας ἐκ Κλεοπάτρας τῆς Βορέου καὶ ἐπιγήμας Εὐρυτίαν δίδωσιν αὐτοὺς τῇ μητρυιᾷ διαβληθέντας πρὸς ἀναίρεσιν. Ζεὺς δὲ χαλεπήνας λέγει αὐτῷ πότερον βούλεται ἀποθανεῖν ἢ τυφλὸς γενέ- σθαι. ὁ δὲ αἱρεῖται μὴ ὁρᾶν τὸν ἥλιον. ἀγανακτήσας δὲ ὁ Ἥλιος Ἁρπυίας ἐπιπέμπει αὐτῷ, αἵτινες, εἴ ποτε μέλλοι ἐσθίειν, αὐτοῦ διέ- πρασσον ἐμβάλλουσαι φθοράν τινα. καὶ οὕτω Φινεὺς ἐτιμωρεῖτο. τοῦτον οὖν τὸν Φινέα θεωρήσαντες οἱ περὶ τὸν Ἰάσονα παρεκάλουν ὑποθέσθαι πῶς δεῖ διαπλεῦσαι τὰς Πλαγκτὰς λεγομένας πέτρας. ὁ δὲ εἶπεν, ἐὰν τὰς Ἁρπυίας ἀπαλλάξωσι τῆς πρὸς αὐτὸν ὁρμῆς. θέντες δὲ συνθήκας ἐπαγγέλλονται αὐτῷ τοῦτο δρᾶσαι. ὁ δὲ λέγει αὐτοῖς, πόσον δύναται ἔχειν τάχος ἡ Ἀργώ; φάντων δὲ πελειάδος, ἐκέλευσεν ἀφεῖναι περιστερὰν κατὰ τὴν συμβολὴν τῶν πετρῶν, κἂν μὲν μεσο- λαβηθῇ, μὴ πλεῖν, ἐὰν δὲ σωθῇ, τότε περαίνειν τὸν πλοῦν. οἱ δὲ ταῦτα ἀκούσαντες ποιοῦσι. κατασχεθείσης δὲ τῆς περιστερᾶς διὰ τῆς οὐρᾶς, προσβάλλουσι τῇ Ἀργοῖ δυοῖν . . . . πληγάδες πέτραι συνελθοῦσαι τῆς νεὼς συμμύουσιν, αὐτοὶ δὲ σώζονται. οἱ δὲ Βορεά- δαι Ζήτης καὶ Κάλαϊς ἀποδιώκουσι τὰς Ἁρπυίας ἀπὸ τῶν Φινέως δείπνων. καὶ οὕτω παραγίνονται εἰς Κόλχους. ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ. V. 70. Ἀργῶ] ἡ ἀργὴ κατ᾿ ἀντίφρασιν. ἢ ὅτι τοὺς Ἀργείους εἶχε. B. πασιμέλουσα] ἐπίθετον τῆς Ἀργοῦς ἀπὸ τοῦ πᾶσιν ἐν ἐπιμελείᾳ εἶναι διὰ τὸ κλέος. ἢ πᾶσι μέλουσα θεοῖς. V. πᾶσι τοῖς ἀπὸ τῆς Ἑλλάδος ἐν φροντίδι οὖσα. ἐκ πάσης γὰρ τῆς Ἑλλάδος εἶχεν ἥρωας. ἢ παρὰ πάντων οὖσα διὰ φροντίδος ὡς ταχεῖα. Q. ὑφ᾿ ἓν πασιμέλουσα. νεωτερικὸν δὲ τὸ γράφειν φασιμέλουσα, ἡ τοῖς ἐν Φάσιδι πολλὴν φροντίδα ποιήσασα. H. Q. 73. οἱ δὲ δύο σκόπελοι] ἐν θατέρῳ πλευρῷ τῶν Πλαγκτῶν· οὐ γὰρ δύο πορθμούς φησι. H. 75. τὸ μὲν οὔποτ᾿ ἐρωεῖ] τὸ μὲν, ἤτοι τὸ νέφος, οὔποτε ἐρωεῖ, ἤτοι οὐδέποτε ὑποχωρεῖ, λήγει· ὡς τὸ “ὑπερώησαν δέ οἱ ἵπποι” (Il. θ, 122.)· νεφέλην γὰρ εἰπὼν ἀπέδωκε τὸν λόγον πρὸς τὸ νέφος καὶ οὐ πρὸς τὴν νεφέλην. διὰ τοῦτο εἶπε, τὸ μὲν οὔποτ᾿ ἐρωεῖ. B. Q. ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει] πρὸς τὸ συνώνυμον ἀπήντησε τὸ οὔποτ᾿ ἐρωεῖ. νέφος] νεφέλη. τὸ μὲν] τὸ νέφος. τὸ μὲν οὔποτ᾿ ἐρωεῖ] σχῆμα τῶν σημαινομένων ἀκόλουθον. ἐρωεῖ] ἀποχωρεῖ. V. Ἀρίσταρχος οὐ λέγει πρὸς τὸ νέφος τὴν ἀπότασιν εἶναι, ἀλλά φησιν ὅτι τοῦτο οὐδέποτε λήγει, τὸ κεκαλύφθαι τὸν σκόπελον τῷ νέφει. H. Q. 77. οὐ καταβαίη] λείπει ὁ δέ. ἤτοι, οὐδὲ καταβαίη, ἀντὶ τοῦ, ὅλως ἀνέλθοι. B. Q. ἤγουν ὅλως ἀνέλθοι. Ἀρίσταρχος γράφει, οὐδ᾿ ἐπιβαίη, τὸ ἄβατον αὐτῆς ὅλως παριστῶν. H. οὐδέ κεν ἀμβαίη] οὐ δυνηθῇ ἀνελθεῖν. οὐδ᾿ ἐπιβαίη] οὐδὲ κάτει- θῃ. V. 78. οὐδ᾿ εἴ οἱ χεῖρές τε] ὅτι ὁμοία ἡ προφορὰ τῆς ὑπερβολῆς τῷ “οὐδ᾿ εἴ μοι δέκα μὲν γλῶσσαι (ΙΙ. β, 489.). H. Q. 81. εἰς ἔρεβος τετραμμένον] εἰς τὰ πρὸς δύσιν μέρη νεῦον. πιθα- νῶς δὲ, ἵνα μὴ προϊδόντες οἱ ἑταῖροι παύσωνται τῆς κωπηλασίας. V. ἴσως πρὸς ἔρεβος ἦν ἀπεστραμμένον, ὥστε ἀεὶ ἀπεστράφθαι ἐξ αὐτοῦ τὴν αὐγὴν τοῦ ἡλίου. H.Q. 84. ἀφίκοιτο] ἀντὶ τοῦ καταλάβοι. V. σχεδὸν ἔδειξε τὸ μῆκος τῶν δειρῶν [πετρῶν] πηλίκον ἦν· ἡ δὲ μέση δεδυκυῖα τοῦ σπηλαίου ἐφικνεῖται τῶν παραπλεόντων τοσοῦτον ἀπε- χόντων ὡς μηδὲ τόξευμα ἀφικνεῖσθαι ἀπὸ τῆς νεῶς εἰς αὐτάς. H. 85. Σκύλλη] Σκύλλα Φόρκυνος θυγάτηρ καὶ Ἑκάτης, ἔχουσα πρὸς ταῖς πλευραῖς σκύλακας, κατέχουσα τὸν περὶ Σικελίαν πορθμόν. “ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ Χάρυβδις” (235.). V. Σκύλλα θυγά- τηρ μὲν ἦν Φόρκυνος καὶ Ἑκάτης, τὸ μὲν μέγεθος θαυμαστή. εἶχε δὲ πόδας μὲν δώδεκα, κεφαλὰς δὲ ἓξ, ἐν ἑκάστῳ δὲ τῶν στομάτων τρεῖς στίχους ὀδόντων, ὀφθαλμοὺς δὲ πυροειδεῖς. καὶ τὸ μὲν ἄλλο σῶμα ἐκρύπτετο αὐτῆς ἔν τινι σπηλαίῳ κατὰ βυθοῦ βεβλημένον, συμφυὴς οὖσα τῇ πέτρᾳ. τὰς δὲ κεφαλὰς αὐτῆς εἶχεν ἔξω περιμήκεις ὥστε δύνασθαι ἀπὸ τῆς πέτρας εἰς τὴν ναῦν φθάνειν. ταύτην λέγεται τὸν Ἡροκλέα, ὁπότε τὰς Γηρυόνου βοῦς ἦγεν, ὡς εἶδεν ἀπληστευομένην. ἀνελεῖν, τὸν δὲ πατέρα διὰ πυρὸς ἀναγκάσαι πάλιν αὐτὴν ἀναζῆσαι. ἡ δὲ ἱστορίᾳ παρὰ Διονυσίῳ. V. λελακυῖα] ἤτοι ὑλακτοῦσα, ἢ οἰκτρὸν ἦχον ἀποτελοῦσα. V. ὑλακτοῦσα. Ἰακῶς συνεστάλη. ἡ δὲ Σκύλλα Φόρκυνος καὶ Ἑκάτης θυγάτηρ. H. 86. νεογιλῆς] νεογνῆς, γάλακτι τρεφομένης. V. ἔνθεν αὐτῇ κυνῶν μὲν κεφαλὰς οἱ νεώτεροι περιέπλασαν. ἀθετοῦν- ται δὲ στίχοι τρεῖς. πῶς γὰρ ἡ δεινὸν λελακυῖα δύναται νεογνοῦ σκύλακος φωνὴν ἔχειν; δύναται δὲ τὸ ὅση ἀντὶ τοῦ οἵα κεῖσθαι, ἵνα μὴ πρὸς τὸ μέγεθος, ἀλλὰ πρὸς τὴν ὁμοιότητα εἴη ἡ παραβολή. H. Q. 88. οὐδ᾿ εἰ θεὸς ἀντιάσειε] εἰς ὅρον ὑπερβολῆς ἀεὶ τὸ θεῖον παρα- λαμβάνει ὁ ποιητής. καὶ ἐπὶ τῶν ἡδέων· “ἔνθα δ᾿ ἔπειτα καὶ ἀθάνα- τός περ ἐπελθὼν γηθήσειεν ἰδών” (Od. ε, 74.). καὶ ἐπὶ πολέμου “οὔτ᾿ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθών (ΙΙ. ν, 127.). καὶ ἐπὶ τῶν φοβερῶν, “οὐδ᾿ εἰ θεὸς ἀντιάσειεν,” ἤτοι ἐναντίον ἐπέλθοι. H.Q. 89. πάντες ἄωροι] ψιλωτέον τὰς δύο συλλαβάς. ἔστι γὰρ, σὓς οὐκ ἄν τις ὠρήσειεν, ὅ ἐστι φυλάξειεν. οἱ δὲ καὶ μὴ δυναμένους ὁρμῆσαι, ὡσπερεὶ παρειμένους. ἐν τοῖς τραχήλοις γάρ ἐστιν ἡ πᾶσα ὁρμή. οἱ δὲ νεώτεροι, τοὺς ὀρούειν μὴ δυναμένους μηδὲ ὁρμᾶν, ἅτε τῇ πέτρᾳ προσπεφυκυίας αὐτῆς, ἐπεὶ κἂν τὸν Ὀδυσσέα καὶ τὰ θηρώ- μενα ἐπεδίωκεν. οἱ δὲ, κωλῆν μὴ ἔχοντες· ὥρα γὰρ ἡ κωλῆ κατ᾿ Ἴωνας λέγεται, ἐπεὶ πλεκτάναι εἰσίν. οἱ δὲ, ἄνισοι κατὰ μέγεθος, ἢ πολύποδες. ἢ σκληροὶ παρὰ τοὺς ἀώρους καρπούς. ἢ λεπτότατοι καὶ πλεκτανώδεις. οἱ δὲ, ἄωροι, ἤτοι ὠμοὶ, ἢ ποικίλοι. ἢ κατὰ μετα- φορὰν τῶν ἄκρων ἀφύλακτοι καὶ δεινοί· ὠρεῖν γὰρ τὸ φυλάσσειν. Ἀρίσταρχος δὲ ἀκώλους· τοὺς γὰρ Ἴωνας λέγειν φασὶ τὴν κωλῆν ὥρην καὶ ὡραίαν· οὐκ ἔχοντας οὖν ὀστᾶ ἀκώλους καὶ ἀνάρθρους λέ- γεσθαι. ὑποκεῖσθαι γάρ φησι τῇ Σκύλλῃ πετραῖόν τι θηρίον προσ- πεφυκὸς τῷ σκοπέλῳ καὶ κοχλιῶδες πόδας τε ἔχον πλεκτανώδεις, ὥστε λέγειν οὕτως τὸν ποιητὴν, Σκύλλην πετραίην (231.). κατὰ δὲ τὴν ἄνωθεν φαντασίαν τῆ Ὕδρᾳ προσεοικέναι καὶ τοὺς αὐχένας αὐτῆς ἰσομεγέθεις εἶναι τῷ σκοπέλῳ. καθιεῖσαν δὲ τὴν Σκύλλαν τὰς κεφα- λὰς οὕτως ἀνασπᾶν τοὺς ἁρπαζομένους. φέρει δέ τε κρατὶ ἑκάστῳ φῶτα ἁρπάζουσα” (99.). ὡς ἂν οὖν ὀλισθηρῶν ὄντων τῶν ποδῶν καὶ οὐκ ἐχόντων ἀντίληψιν, ἀώρους ἄν τις δέξαιτο τοὺς ἀκώλους. Κράτης δὲ ἐν τοῖς περὶ διορθώσεως ἀφυλάκτους ἀκούει, οὕτως περὶ τῆς εἰκό- νος διαλεγόμενος· τοιοῦτον γάρ τι ὑπόκειται ζῷον ἓξ μὲν ἔχον κεφα- λὰς καὶ δειρὰς οὐκ ἐλάττονας, πρὸς δὲ τὴν θάλατταν ἀπὸ τοῦ κατὰ τὸ σπήλαιον ὕψους καθειμένους δώδεκα πόδας, οἵους ἂν θαλάττιον ζῷον ἔχοι, πλεκτάναις ὁμοίους τῷ ὄγκῳ καὶ τῷ μήκει, μείζονας τῶν αὐχένων καὶ τῷ ἀριθμῷ διπλασίους. H. Q. λεπτοί. ἔνιοι δὲ ἀπέδοσαν, παραιωρούμενοι καὶ ἀσθενεῖς. τινὲς δὲ, δυσφύλακτοι, οὓς οὐδεὶς ἄν τις δυνηθείη φυλάξασθαι διὰ τὴν περὶ αὐτοὺς δεινότητα· ὠρεῖν γὰρ τὸ φυλάσσειν, ἔνθεν καὶ ὁ πυλωρός. ἔνιοι δὲ δασέως ἀνέγνωσαν ἄωροι, ὠμοὶ, ἄγριοι, ἐκ μεταφορᾶς τῶν ἀώρων καὶ μὴ πεπείρων καρπῶν. τινὲς, οὐδεμιᾶς φροντίδος ἄξιοι· ὤρα γὰρ ἡ φροντίς. ἔνιοι δὲ ἀώρους τοὺς ἐμπροσθίους, ὡς καὶ παρὰ τῷ κωμικῷ “οὐ τοὺς ἀώρους εἶπά σοι, μαστιγία, πόδας κομίζειν; σὺ δὲ φέρεις ὀπισθίους.” ἄμεινον δὲ ἀποδιδόναι τοὺς χαλεποὺς καὶ δυσφυλάκτους παρὰ τὸ ὠρεῖν, ὅ ἐστι φυλάσσειν. ἢ τοὺς δυσορμήτους, παρὰ τὸ ὀρούειν· οὐ γὰρ χρῆται αὐτοῖς ἡ Σκύλλα εἰς πορείαν. V. ἢ δυσφύλακτοι, οὓς οὐδεὶς ἂν δυνηθείη φυλάξασθαι διὰ τὴν περὶ αὐτοὺς δεινότητα. ἢ ὡμοί. ἢ οὐδεμιᾶ φροντίδος ἄξιοι. ἢ ἀνόρμητοι, οἱ μὴ δυνάμενοι ὀροῦσαι. Ἄλλως. ἄωροι, σκληροὶ παρὰ τοὺς ἀώ- ρους καρπούς. ἢ κρεμαστοὶ, ἀπὸ τοῦ αἰωρῶ, τὸ κρεμῶ. B. 90. δειραὶ περιμήκεες] ἀντισταδιαίους τῷ μήκει. Q. 91. σμερδαλέη κεφαλὴ] κατὰ μὲν τοὺς πολλοὺς κυνός· πιθανώτε- ρον δὲ δράκοντος· καὶ γὰρ μόνος δράκων τρεῖς στίχους ἔχει ὀδόν- των. V. 92. πυκνοὶ καὶ θαμέες] ἐκ παραλλήλου ἔταξε τὰς λέξεις ἰσοδυνα- μούσας. V. 94. ἐξίσχει κεφαλὰς] τινὲς ἐξίσχει κακῶς στίζουσιν. H. βερέθρου] γρ. βαράθρου. H. 95. περιμαιμώωσα] ὑπὸ τοῦ λιμοῦ ἐνθουσιῶσα καὶ κινουμένη. B. 97. κῆτος] ὡς καὶ τῶν δελφίνων καὶ τῶν κυνῶν κητῶν ὄντων. H. ἀγάστονος] μεγάλους ψόφους ἀποτελοῦσα· ἢ μεγάλους στεναγμοὺς ἐπιφέρουσα διὰ τοὺς ἐν τοῖς ναυαγίοις ἀπολλυμένους. V. 98. τῇ δ᾿ ] Ἀριστοφάνης, τήνδε. ὑφὲν δὲ τὸ πώποτε. H. ἀκήριοι] ἀβλαβεῖς, ἄνευ κηρὸς, ὅ ἐστι θανάτου. H. V. 102. πλησίον ἀλλήλων] μετὰ τὸ στίξαι τελείως εἰς τὸ Ὀδυσσεῦ, τὸ “πλησίον ἀλλήλων” ὡς ἀπὸ ἄλλης ἀρχῆς προφερόμεθα καὶ στί- ζομεν εἰς τὸ ἀλλήλων. λείπει δὲ τὸ εἰσί, πλησίον ἀλλήλων εἰσίν. εἶτα σαφηνίζει τὸ διάστημα. ἐγὼ δὲ εἰς τὸ πλησίον στίζων οἶμαι μηδὲν λείπειν. Q. Ἀριστοφάνης πλησίον γράφει. H. δὴ ὀϊστεύσειας] γρ. διοϊστεύσειας. M. ὀϊκτῳ καταλάβοις ἀπὸ σκοπέλου εἰς σκόπελον. B.Q. 103. τῷ δ᾿ ἐν ἐρινεός ἐστι] οἰκονομικῶς, ἵν᾿ εἰς τοῦτον ἐκκρεμασθῇ ὁ Ὀδυσσεύς. διὸ καὶ τὸ μέγας πρόσκειται, ἵνα δυνηθῇ βαστάξαι τὸν κρεμάμενον ἥρωα. παρατετηρημένως δὲ οὐκ ἐλαίαν ἢ ἄλλο δένδρον, ἀλλ᾿ ἐρινεὸν παρέλαβεν, ὅσπερ εἴωθε καὶ ἐν κρημνοῖς φύεσθαι. Q. 104. δῖα Χάρυβδις] ἡ φοβερὰ, παρὰ τὸ δέος. θαλάσσης δὲ βά- θος ἀναποτικόν ἐστι μεταξὺ τοῦ Ἀδρίου καὶ τοῦ Τυρρηνικοῦ πελά- γους. B.Q.V. οὐκ ἐδήλωσέ γε μὴν ὁ Ὅμηρος πότερον θηρίον ἐστὶν ἢ ἄμπωτις. ὑποπτεύει δ᾿ αὐτὸν Καλλίστρατος ὡς μαχόμενον τοῖς ἔπειτα. B. Q. ἀναρροιβδεῖ] περισπωμένως· τινὲς δὲ τὴν λέξιν περὶ τοῦ ἀναρ- ριπτεῖ ἔταξαν. οὐκ ἀναστρεπτέον δὲ τὴν ὑπό πρόθεσιν. H. 105. τρὶς μὲν γάρ τ᾿ ἀνίησιν] τινὲς τὸ τρίς ἀντὶ τοῦ πολλάκις. ἄμεινον δὲ τῷ “ἐπ᾿ ἤματι” ἀντὶ τοῦ νυχθημέρῳ. δι᾿ ὀκτὼ γὰρ ὡρῶν γίνεται ὁ σπασμὸς τοῦ ὕδατος, ὡς Ὀδυσσεύς φησιν. καὶ ἀλλαχοῦ “ἕνδεκα δ᾿ ἤματα θυμὸν ἐτέρποντο” (ΙΙ. φ, 45.), ἀντὶ τοῦ νυχθή- μερα. Q. τρὶς δ᾿ ἀναροιβδεῖ] ἄμπωτις δέ τις, ἀνάπωσίς τις καὶ ἀναρρόφη- σις. ὑπονοστεῖ γὰρ τὸ ὕδωρ ἔν τισι κοιλώμασι τῶν πετρῶν καὶ πά- λιν ῥήγνυται, διὸ τὸ ὕδωρ καλεῖται ῥαχία. ἦν δὲ οὗτος ὁ τόπος τοῖς πλέουσιν ἐπικίνδυνος, θανάτου μεστὸς, ὅτι τὸ πλοῖον ἐν τούτῳ τῷ τόπῳ ὑποβρύχιον ἐγίνετο. H.Q. ἡ κατὰ τὴν Σκύλλαν ἐστὶν ἱστορία αὕτη, ὡς ἦν γυνὴ περικαλλὴς μέχρι ὀμφαλοῦ. ἔνθεν καὶ ἔνθεν κυνῶν προσεπεφύκεσαν κεφαλαὶ αὐτῇ ἕξ. τὸ δ᾿ ἄλλο αὐτῆς σῶμα ὀφιοειδές. ὃ θηρίον τοὺς παραπλέοντας τὰ πελάγη ταῦτα κατήσθιεν ἀφειδῶς ἢ θηριωδῶς. ἡ δὲ Χάρυβδίς ἐστι τόπος τις κοῖλος περὶ τὴν θάλασσαν, καὶ ἵσταται ἐν τούτῳ ὕδωρ ὥστε τὸν πυθμένα τῆς θαλάσσης συστρεφομένου βιαίως τοῦ ὕδατος φαίνεσθαι, καὶ ἀναρροφᾶται καὶ πάλιν ἀποπτύεται τρὶς τῆς ἡμέρας. H.Q. 107. ὑποβολή. εἰκότως ἐπιταράττει αὐτὸν ἐπὶ τούτῳ, ἵνα θάτερον ὑποστῇ. H. 111. ἀτυζόμενος] λυπούμενος, ταρασσόμενος, τεταραγμένην ἔχων τὴν καρδίαν. M. ἐκπληττόμενος. V. 112. ἐνίσπες] γρ. ἔνισπε. M. 116. καὶ δ᾿ αὖ τοι] ὁ μὲν αὖ σύνδεσμος, ἡ δὲ τοι ἀντωνυμία. ὁ δὲ λόγος, καὶ ἐκεῖ πολεμήϊά σοι ἔργα μέμηλεν, ὦ σχέτλιε. B.Q. 117. θεοῖσιν—ἀθάνατον] διαφέρει παῤ Ὁμήρῳ ἀθάνατος καὶ θεός· καὶ γὰρ οἱ Ἀχιλλέως ἵπποι ἀθάνατοι, οὐ μέντοι θεοί. H. 120. οὐδέ τις ἔστ᾿ ἀλκή] εἰς τὸ ἀλκή ἀνάπαυσις· εἶτα γνωμικώ- τερον τὸ ἑξῆς. H. ἐνταῦθα στικτέον. ὁ δὲ λόγος, οὐδὲ ἔστι κατὰ Σκύλλης ἀλέξησις. φεύγειν δὲ ἀπ᾿ αὐτῆς κρεῖττον. ἀλκὴ γὰρ ἡ βοήθεια καὶ ἀλέξησις. V. 124. Κραταιίν] Κραταιὶς καλεῖται ἡ μήτηρ τῆς Σκύλλης. μάγοι δὲ Ἑκάτην αὐτὴν καλοῦσιν. V. Κράταιιν Σῆμός φησιν Ἑκάτης καὶ Τρίτωνος, Κραταίϊδος δὲ καὶ Δείμου Σκύλλαν. Στησίχορος Λά- μιάν φησι τῆς Σκύλλης μητέρα. H. ἄμεινον γράφειν, κραταιίς, ἀντὶ τοῦ ἰσχυρῶς, ὡς ἀλλαχοῦ “τότ᾿ ἀποστρέψασκε κραταιίς” (λ, 597.), ἵνα λέγῃ, κραταιῶς ἐπιβοῶ τὴν μητέρα τῆς Σκύλλης. καὶ ὀξύνεται. ἐὰν δὲ ᾖ κύριον, προπαροξύνε- ται. B.H.Q. ἀθετοῦνται γ΄, ὅτι διὰ τούτων σημαίνει μὴ εἶναι τὴν Σκύλλαν συμ- φυτον τῇ πέτρᾳ. H. 127. Θρινακίην] νῆσός ἐστιν ἐν ὠκεανῷ ἱερὰ Ἡλίου. Q. V. 128. ἠελίοιο βόες] ἥλιον ἐνταῦθα τὸν χρόνον λέγουσινεἶναι, βόας καὶ μῆλα τὰς ἡμέρας. αἱ ἑπτὰ γὰρ ἀγέλαι, ὧν ἑκάστη ν΄, τν΄ γίνον- ται. γόνος δὲ οὐ γίνεται αὐτῶν. καὶ γὰρ αἱ ἡμέραι τοῦ χρόνου οὔτε πλείονες γίνονται οὔτε ἐλάττονες, ἀλλ᾿ ἀεὶ αἱ αὐταί. B. 129. ἑπτὰ βοῶν ἀγέλαι] Ἀριστοτέλης φυσικῶς τὰς κατὰ σελή- νην ἡμέρας αὐτὸν λέγειν φησὶ τν΄ οὔσας. τὸν γὰρ πεντήκοντα ἀριθ- μὸν ἑπταπλασιάσας εἰς τὸν τριακοστὸν πεντηκοστόν περιεστάναι εὑ- ρήκεις. Q. Vind. 56. τόσα δ᾿ οἰῶν πώεα] οἶμαι λέγειν τὰς τοσαύτας νύκτας. καὶ αὗται γὰρ τν΄ ἑπταπλασιαζομένου τοῦ ν΄. H.Q. 130. πεντήκοντα δ᾿ ἕκαστα] ἕκαστα βουκόλια καὶ ποίμνια, ἤτοι μία ἑκάστη τούτων ἀγέλη ἀνὰ πεντήκοντα φέρει. Q. 131. θεαὶ δ᾿ ἐπιποιμένες εἰσί] θεαὶ δὲ αἱ ὧραί εἰσι. B. οὐ κωλύουσιν αὗται εἰδυῖαι κολασθησομένους αὐτούς. V. 133. Ὑπερίονι] τῷ ὑπεράνωθεν ἡμῶν ἰόντι. H. Νέαιρα] Νεαίρῃ σύνεστιν ὁ Ἥλιος, ἐπειδὴ νέος ὁ θεός. V. 138. ἡ τ᾿ ἂν] γρ. καὶ κεν. M. 149. ἴκμενον οὖρον] διὰ τί ἐν μὲν τοῖς ἀκινδύνοις μέρεσι τοῦ πλοῦ παρέχει αὐτῷ πνοὴν οὔριον παραπλέοντι Σειρῆνας, καὶ Σκύλλην οὐκέτι; τάχα οὖν καὶ τοὺς ἀνέμους ἔθελγεν. H.T. ἐπιτήδειον πρὸς τὸ ἱκέσθαι. B. 152. ἥμεθα] δημοτικῶς εἰς μέσον παρατίθησι τὰ ἀπόρρητα. κοι- νὸς γὰρ ὁ κίνδυνος. Q.T. 157. ἐν ἀμφοτέροις πλεονάζει ὁ κεν, ἢ ἑλώμεθα τὸν θάνατον, ἢ τὰ πρός σωτηρίαν παρασκευασώμεθα. H. 158. Σειρήνων] τὰ κατὰ μέρος οὐ λέγει, ὅτι θέλγουσιν ἡδονῇ, ἵνα μὴ τῆς μελῳδίας ἐπιθυμήσαντες ἀμελήσωσι τῶν παραγγελμά- των. Q. 160. ἀλλά με δεσμῷ] εἰ μὲν καταφρονήσει τῆς ᾠδῆς, οὐδὲν ἠδίκει ὁ δεσμός· εἰ δὲ ἐθέλγετο δεθεὶς, ἐσώζετο. φιλομαθὴς δὲ καὶ ἐγκρα- τὴς, ὥστε τοῦ μὲν λωτοῦ οὐκ ἐθέλησε, τῶν δὲ Σειρήνων ἀνήκοος μεῖ- ναι οὐκ ἐκαρτέρησιν. Q. οἶον ἔμ᾿ ἠνώγει] ἵνα πείρᾳ μάθῃ ὅτι ἀληθεύει. καὶ ἄλλως ἔδει τινὰ εἶναι τὸν μηνύσοντα ὅτι οὐκέτι ἐξακούονται αἱ Σειρῆνες. V. ἡ μὲν Κίρκη εἶπεν “ἀτὰρ αὐτὸς ἀκουέμεν αἴκε θέλῃσθα (49.). ὁ δὲ τὸ ἂν θέλω οὐ προσέθηκεν, ἵνα μὴ δοκῇ πλεονεκτεῖν μετὰ ἀσφαλείας τὸ ἡδὺ θηρώμενος. H. 163. καὶ ἐνταῦθα οἱ δύο ὀβελίζονται ὡς ἀδικώτατοι. H. 164. ὑμεῖς δ᾿ ἐν] γρ. ὑμεῖς μ᾿ ἐν. Vind. 133. 167. ἀμύμων] γρ. ἀπήμων. H. 168. αὐτίκ᾿ ἔπειτ᾿ ἄνεμος] ἐντεῦθεν Ἡσίοδος καὶ τοὺς ἀνέμους θέλ- γειν αὐτὰς ἔφη. Q.V. ἥδε] δασέως τὸ ἥδε. H. 169. κοίμησε δὲ κύματα δαίμων] κατ᾿ ἐπιβουλὴν Ποσειδῶνος, ἵνα μᾶλλον αὐτῶν ἀκούσῃ ὁ Ὀδυσσεύς. τινὲς δὲ ὅτι καὶ τοὺς ἀνέμους ἵστασαν γοητεύουσαι τῇ φωνῇ. B.Q. ἴσως ἡ Κίρκη, ἵνα μὴ ἀπρο- φύλακτοι προσενεχθῶσιν, ἢ Ποσειδῶν, ἵνα ἀκούσῃ. V. 170. ἱστία μηρύσαντο] συνέστειλαν, ἀπὸ τῆς τῶν μηρυομένων ἐρίων συστολῆς. B.Q. συνέστειλαν διὰ τῶν κάλων. V. 171. ἐν νηὶ γλαφυρῇ θέσαν] καταθέντες δηλονότι τὸ κέρας. V. 172. λεύκαινον ὕδωρ] ἔτυπτον· ἀπὸ τοῦ παρακολουθοῦντος. λευ- καίνεται γὰρ ὑπὸ τῶν κωπῶν τὸ ὕδωρ ἀπὸ τοῦ σφοδρῶς κωπηλατεῖν. B.Q.V. ξεστῇς ἐλάτῃσιν] κώπαις ἐξ ἐλάτης ξύλου κατεσκευασμέναις. Q. ἀπὸ ἐλάτης δένδρου κατεσκευασμέναις κώπαις. V. 174. πίεζον] ἐμάλασσον. V. 175. ἰαίνετο] ἁπαλὸς ἐγένετο, διεχέετο. μεγάλη ἡ ἲς, ἡ θερμὴ δύναμις τοῦ πυρός. H. 177. πᾶσιν ἄλειψα] ἐπέπλασα ἐμφράττων τῶν ὤτων τοὺς πό- ρους. Q. ἐνέφραξα. V. 178. ὁμοῦ χεῖράς τε πόδας τε] ἀπὸ κοινοῦ τὸ ὁμοῦ, ὁμοῦ χεῖρας ὁμοῦ πόδας. Q. 179. πείρατ᾿ ἀνῆπτον] γρ. πείρατ᾿ ἀνῆψαν. M. τὰ πείρατα τοῦ δεσμοῦ, τὰ σχοινία ἐδέσμουν. H. 180. τύπτον ἐρετμοῖς] τὸ ἑξῆς, ἅλα τύπτον ἐρετμοῖς ῥίμφα διώ- κοντες. B. 181. ἀλλ᾿ ὅτε τόσσον ἀπῆν] τὸ μὲν ἀπῆν ἐπὶ τῆς νηὸς, τὸ δὲ διώ- κοντες ἐπὶ τῶν ἐρετῶν. οὐ γὰρ εἴρηκεν ἀπῆμεν. B.H. ἀπῆν ἡ ναῦς· νῦν δὲ οἱ ἐν τῇ νηΐ. προσεπάγει τὸ διώκοντες. ἀλλ᾿ ἔθος ἔχει ἡ μετοχὴ τὸ αὐτὸ δύνασθαι τῷ ῥήματι μετὰ τοῦ ἐπειδή. Εὐριπίδης “μέλλων δὲ πέμπειν μ᾿ Οἰδίπου κλεινὸς γόνος, ἐν τῷδ᾿ ἐπε- στράτευσαν Ἀργεῖοι πόλιν·” ἀντὶ τοῦ ἐπειδὴ ἔμελλεν ὁ Οἰδίπου υἱὸς πέμπειν. οὕτω καὶ ἐνταῦθα, ἐπειδήπερ πάνυ ἐδίωκον, ἵν᾿ ᾖ ὁ νοῦς οὕτως, ὅτε δὲ ἡ ναῦς ἀπῆν, ὅσον τε γέγωνε βοήσας· καὶ γὰρ ταχέως αὐτὴν ἤλαυνον. H.Q. 182. ῥίμφα διώκοντες] εὐκόλως ἐλαύνοντες. Q. 184. δεῦῤ ἄγ᾿ ἰὼν] ἐν τούτοις ὁ ποιητὴς προσωποποιεῖται λέγων τὸ ἄγε, ὡς ἐκ προσώπου τῶν Σειρήνων καλουμένων τὸν Ὀδυσσέα πρὸς ἑαυτὰς, ὅπως δῆθεν τέρποιτο τῇ τούτων ἀοιδῇ. ὁ δὲ νοῦς τῆς προκλή- σεώς ἐστι τὸ χρηματίσαι τοῦτον καὶ τοὺς φίλους αὐτοῦ βρῶμα ταῖς Σειρῆσιν οἴκτου ἄξιον. Q. πολύαιν᾿ Ὀδυσεῦ] μαντικαί τινες αἱ Σειρῆνες, ὅθεν γνωρίζουσι τοὔνομα. Q.V. πῶς οὖν ὅτε οὐκ ἀκούουσιν, οὐ γνωρίζουσιν; ὅτι θεοὶ οἷς ἂν μὴ ἐπιστήσωσιν οὐκ ἴσασιν. V. 185. νωιτέρην ὄπ᾿ ] δύο φαίνονται καὶ ἐντεῦθεν. H. 188. νεῖται] ἐπανέρχεται. Q. ἀπέρχεται. V. 193. λῦσαι δ᾿ ἐκέλευεν] μαρτυρία τῆς ἡδονῆς ὅτι καὶ ὁ ἐγκρατέ- στερος ἥττηται. B.H.V. 196. μᾶλλον δὲ πιέζευν] γρ. μᾶλλόν τε πίεζον. H. ἐπιέζευν] γρ. πίεζον. Vind. 133. 197. καὶ μὲν οἴεται, οὐδὲ πρότερον ἤκουον. σημαίνει δὲ οὖν ἔξω τοῦ δύνασθαι ἀκούειν ἐγενόμεθα. H. 202. καπνὸν καὶ μέγα κῦμα] εἰκότως καπνόν. ἐν ἡμέρᾳ γὰρ οὐ φαίνεται πῦρ. V. καπνόν] ἐκ τῆς συγκρούσεως καὶ παρατρίψεως τῶν Πλαγκτῶν· δοῦπον δὲ ἐκ τῆς ἐκρήξεως. B.Q. 205. προήκεα] ὡς ταναήκεα. δηλοῖ δὲ τὰ προβεβηκυῖαν τὴν ἀκμὴν ἔχοντα, ἢ τὰ προήκοντα τῆς νεώς. B.H.Q. προέχοντα καὶ προτεταμένα τῆς νεώς. V. 209. ἔπι] ἐπέρχεται. V. οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακὸν] περιέχει, ὡς “Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι (ΙΙ. λ, 483.), ἢ ἐνεργεῖ, ὡς “τὸν δέρον, ἀμφὶ δ᾿ ἕπον” (ΙΙ. η, 316.). Q. Vind. 133. ἕπει] ῥῆμά ἐστιν ἕπω, ἕπεις, ἕπει, ἀντὶ τοῦ περιέπει. δασέως οὖν. Ζηνόδοτος δὲ ἔχει. H. Vind. 133. 212. καί που τῶνδε μνήσεσθαι ὀίω] τῶν ἐνεστώτων κακῶν οἶμαι ποιήσασθαι μνείαν εἰς τὸ ἐκφυγεῖν ἡμᾶς τὸν ἀπὸ τούτων κίνδυνον. B. 214. ἁλὸς ῥηγμῖνα] νῦν τὸ ἐπιπολάζον. παρὰ τὸ ῥήγνυσθαι ταῖς κώπαις. V. ῥηγμῖνα βαθεῖαν] εἶπε τὴν προσκρουομένην τοῖς σκοπέλοις θάλασ- σαν· ἡ γὰρ τῶν αἰγιαλῶν ἐπιπολαία ἐστίν. B.Q. 217. κυβερνῆθ᾿ ] τοῦτον Μάνδρωνά τινες λέγουσιν. H. 218. οἰήϊα] αὐχένια. Q. πηδάλια. V. πηδάλια, αὐχένια. P. 220. σκοπέλων] ἑνικῶς σκοπέλου, τῆς Σκύλλης. H. ἐπιμαίεο] ἐπιμέμνησο. Q. ἐφάπτου. V. 223. Σκύλλην δ᾿ οὐκέτ᾿ ἐμυθεόμην] εἰπὼν περὶ τῆς Χαρύβδεως καὶ τῆς ἀμπώτιδος τοῖς ἐμοῖς φίλοις, οὐκέτι καὶ περὶ τῆς Σκύλλης εἶπον αὐτοῖς, μή πώς με καταλείπωσιν αὐτὸν ἄπρακτον ἐν τῇ θλίψει καὶ τῷ φόβῳ αὐτῶν. H.Q. ἄπρηκτον ἀνίην] πρὸς ἣν πράξασθαί τι καὶ μηχανήσασθαι οὐκ ἐδυνάμεθα. ἢ τὴν ἀνίαν τὴν ἀπραξίας αἰτίαν· οὐδὲν γὰρ ἐκ τοῦ λυ- πεῖσθαι ἐδύναντο πρᾶξαι. B.Q. 225. συγκλείεσθαι αὐτοὺς ἐκέλευον. H. 226. καὶ τότε δὴ] γρ. καὶ τότ᾿ ἐγώ. N. 227. λανθανόμην] νῦν, ἑκὼν ἠμέλουν. V. 228. αὐτὰρ ἐγὼ καταδὺς] καὶ γὰρ οἱ θεοὶ τιτρώσκονται καὶ εἴ- κουσι. V. καὶ πῶς οὐ μᾶλλον ἐξεπλάγησαν οἱ ἑταῖροι; ἤτοι οὖν ἀπεστραμμένοι καὶ ἐρέσσοντες ὁπλιζόμενον οὐκ εἶδον, ἢ οἴονται τε- θαρρηκέναι αὐτὸν ὡς καὶ μόνον ἀμύνεσθαι τὸν ἐπερχόμενον. Q. 229. ἴκρια] τὰ καταστρώματα τῆς νηός. H. ἔβαινον] ἐπέβαινον, ἱστάμην. V. 233. πρὸς ἠεροειδέα πέτρην] τὴν ζοφώδη διὰ τὴν πυκνότητα τῶν περὶ αὐτὴν νεφῶν. B.Q. γρ. πόντον. M. 237. ὅτ᾿ ἐξεμέσειε] ὥσπερ δὲ ὅτε πλήμμυραν ποιήσει ὁ ὑπὸ πυρὸς ζέων λέβης, οὕτως πᾶσα ἀνεκινήθη ἡ Χάρυβδις. H. ἀντὶ τοῦ πλήμ- μυραν ἐποίησεν, ἀνέβραζεν. B. ἐξεράσειεν. V. λέβης ὣς] τὰ ἐν τῷ καθόλου γινόμενα περὶ Χάρυβδιν λέγει. V. 238. ἀναμορμύρεσκε] ἀνεκινήθη. Q. ἀνεδίδου, ἀνέζει. V. 240. ἀλλ᾿ ὅτ᾿ ἀναβρόξειε] ταῦτα διὰ μέσου ἐξηγεῖται πρὸς τοὺς Φαίακας προληπτικῶς, ἅπερ ὕστερον μόνος ἐθεάσατο ναυαγήσας, ὁπότε τοῦ ἐρινεοῦ ἐξείχετο. οὐ γὰρ οἷόν τε νῦν, εἴ γε δι᾿ ὀκτὼ ὡρῶν τὴν ἄμπωτιν καὶ πλήμμυραν ἀπεδίδου ἡ Χάρυβδις. Q. ἀναβρόξειε] ἀναπίοι, ἀναρροφήσειεν. V. ἀνέπιε. ὃ θεασάμενοι οἱ ἑταῖροι ἔδεισαν. B. 242. βεβρύχει] ἦχον ἐποίει. V. γαῖα φάνεσκε ψάμμῳ κυανέη] τὸ ἑξῆς, ἡ γαῖα ἡ κυανέη. ὥστε εἶναι καθολικὸν τὸ τῆς γῆς, ὡς καὶ ἀλλαχοῦ γαῖα μέλαινα. οὐκ ἔστιν οὖν μερικὸν τὸ ἐπίθετον, ἀλλὰ πάσης τῆς γῆς. Q. 243. ψάμμῳ κυανέη] ἀντὶ τοῦ κυανιζομένη, ὡς “φοίνικι φαεινός” (ΙΙ. ο, 538). Q. χλωρὸν δέος φησὶ τὸ νέον ἐκ μεταφορᾶς τῆς νεωστὶ χλοαζούσης πόας. H. 244. οἴομεν] νῦν, ἀπεβλέπομεν. M.V. 245. γλαφυρῆς] γρ. κοίλης. H. 246. τὸ ἕξ δασυντέον· ἀριθμητικὸν γάρ ἐστι. H. όἳ χερσὶ βίηφί τε φέρτεροι ἦσαν] πάντες ἐπαινοῦμεν τοὺς τελευ- τήσαντες. Q.V. 247. σκεψάμενος] ἀντὶ τοῦ ἀποβλεψάμενος ἐπὶ τὴν ναῦν καὶ ἐπὶ τοὺς ἑταίρους· προείρηκε γὰρ ὅτι ἀλλαχοῦ εἶχον τοὺς ὀφθαλμοὺς πλανωμένους πρὸς τὸ ζητῆσαι ποῦ ἐστιν ἡ Σκύλλα. B. 249. ὑψόσ᾿ ἀειρομένων] ὑψόθεν, διχῶς. H. φθέγγοντο καλεῦντες] ἀντὶ τοῦ φθεγγόμενοι ἐκάλουν ἐξ ὀνόμα- τος. B. 250. Καλλίστρατος ὑπονοεῖ τὸν στίχον λέγων ἐκλύεσθαι τὸ τά- χος τῆς ἁρπαγῆς. H. 251. ἐπὶ προβόλῳ] προβεβλημένῳ τόπῳ εἰς θάλασσαν. B.Q. προβεβλημένῃ πέτρᾳ, ἢ τόπῳ ἐξέχοντι. V. 252. τοῖς ὀλίγοις] τοῖς μικροῖς τοὺς μεγάλους κυνηγοῦσι. V. δόλον κατὰ εἴδατα βάλλων] καταβαλὼν εἴδατα δόλον ἰχθύσι. τὰ εἴδατα δέ φησι δόλον εἶναι. B. εἴδατα] οὕτως Ἀρίσταρχος. ὁ δὲ Καλλίστρατος δείλαια. H. 253. βοὸς κέρας] κέρας Ἀρίσταρχος τὸ κεράτινον συρίγγιον, ὃ ἐπιτιθέασι πρὸς τὸ μὴ ἐσθίεσθαι ὑπὸ τοῦ ἰχθύος τὴν ὁρμιάν. ἔνιοι δὲ τὴν τρίχα. Q. οἷον βοείας τρίχας, αἳ ἐκκρέμανται τοῦ δόνα- κος. H. βοὸς κέρας ἤτοι τὴν τρίχα λέγει, ἢ τὸ ἐπικείμενον τῇ ὁρμιᾷ κέ- ρας. ἐπὶ κέρατος γὰρ ἡ ὁρμιὰ τρέχει καθιεμένη καὶ ἀνιεμένη. εἰώ- θασι δὲ οἱ ἁλιεῖς μεταξὺ τοῦ ἀγκίστρου καὶ τῆς σπάρτου κέρας βό- ειον προσάπτειν, ἵνα καταπιόντες τὸ ἄγκιστρον οἱ ἰχθύες μὴ τρώγωσι τὴν σπάρτον. B.Q.V. 256. κεκληγῶτας] ἐὰν διὰ τοῦ ω, προπερισπᾶται, ἐὰν δὲ διὰ τῶν ντ, ὡς λέγοντας. H. 257. οἱ ἀπολόμενοι ὑπὸ τῆς Σκύλλης Στήσιος, Ὀρμένιος, Ἄγχι- μος, Ὄρνυτος, Σίνωπος, Ἀμφίνομος. οὕτως Φερεκύδης. H. ἐν αἰνῇ δηϊοτῆτι] νῦν ἐν τῷ δεινῷ σπαραγμῷ. V. 265. αὐλιζομενάων] εἰς τὴν ἔπαυλιν εἰσιουσῶν. Q. εἰς κοίτην παραγενομένων. V. ἀπὸ κοινοῦ τὸ αὐλιζομενάων. P. 267. Τειρεσίαο] ὁ γὰρ Τειρεσίας Θηβαῖος μάντις ὢν προεῖπε τῷ Ὀδυσσεῖ μὴ τῶν τοῦ Ἡλίου βοῶν ἢ προβάτων καθάψασθαι, εἰ μὴ βούλοιτο ἰδεῖν τῶν φίλων αὐτοῦ πάντων ὄλεθρον. Q. 268. Αἰαίης] τῆς ἀπὸ τῆς Αἰαίης οὔσης νήσου. H. ἐπέτελλον] ἐνετέλλοντο, προσέταττον. V. 269. et 274. τερψιβρότου] γρ. φαεσιμβρότου. H. 276. ἀλλὰ παρὲξ τὴν νῆσον] εἴωθεν ὁ ποιητὴς τὴν παρέξ πρόθεσιν αἰτιατικῇ συντάσσειν ἀντὶ γενικῆς. “παρὲξ ἅλα φῦκος ἔχευε” (ΙΙ. ι, 7.)· “παρὲξ περιμήκεα δοῦρα” (443.) Ην Vind. 133. 279. σχέτλιος] καρτερικὸς, ἀνένδοτος· καὶ ἐν Ἰλιάδι (κ, 164.) “σχέτλιός ἐσσι, γεραιὲ, σὺ μὲν πόνου οὔποτε λήγεις.” B.Q. πέρι τοι μένος] περισσή σοι δύναμις. V. 281. καμάτῳ ἀδδηκότας] ἀηδισθέντας καμάτῳ καὶ ἀγρυπνίᾳ· “μὴ τοὶ μὲν καμάτῳ ἀδδηκότες ἠδὲ καὶ ὕπνῳ” (ΙΙ. κ, 98.). ἀγρυπνίᾳ κατ᾿ ἀντίφρασιν, ὡς τὸ “ὕπνῳ καὶ καμάτῳ ἀρημένος” (Od. ζ, 2.). ὁ γὰρ ὕπνος οὐ βλάπτει. B.Q. ἀδηκότας] κεκμηκότας, κάμνον- τας. V. 284. ἀλλ᾿ αὕτως διὰ νύκτα] ἐκ νυκτῶν, ἢ ἐν νυξὶν, ἢ μετὰ τὰς νύκτας, ὅ ἐστιν ὄρθρου. ὡς τὸ “πίομεν ἐκ βοτάνης” (ΙΙ. ν, 493.), ἀντὶ τοῦ μετὰ τὴν βοτάνην. ἢ κατὰ τὰς νύκτας. B.Q. Ζηνόδοτος, ἀλλ᾿ οὕτως. καὶ ἔστιν ἠθικόν. H. ἀλάλησθαι] ὁ Ἀσκαλωνίτης προπερισπᾷ, ἵν᾿ ᾖ παρακειμένου χρό- νου ἀπὸ τοῦ ἀλῶ, ὡς πεποιῆσθαι. δύναται προπαροξύνεσθαι ὡς Αἰολι- κὸν, ἵν᾿ ᾖ ἀλάλησθαι ἐνεστῶτος χρόνου. τὸ θέμα ἄλημι ὡς τίθημι, ἄλεμαι ὡς τίθεμαι, καὶ διπλασιασμὸς μετ᾿ ἐπιτάσεως Αἰολικῆς ἀλά- λημαι, ἀλάλησαι, ἀλάληται. H.Q. 286. εἰς τὸ χαλεποί ἐστὶν ἡ στιγμή. H. 289. Ζεφύροιο δυσαέος] ἤγουν Λιβὸς δυσπνόου. Gl. H. τινὲς Ζέφυρον δυσαέα τὸν Λίβα. H. 290. θέλουσι γὰρ ἡμᾶς οἱ θεοὶ ὁρμισθέντας—θεοὶ δωτῆρες ἐάων. H. διαρραίουσι] διαφθείρουσι. V. διαρραίσουσι] χωρὶς τοῦ σ, διαρραίουσι. Ζηνόδοτος δὲ γράφει “φίλων ἀέκητι ἑταίρων.” H. θεῶν ἀέκητι] ἄνευ θεῶν, ἐκ κακοβουλίας. Q. 294. ἐπήνουν οἱ ἄλλοι Ἀχαιοὶ τὸν Εὐρύλοχον ὑπὲρ ὧν εἶπεν. H. 297. βιάζετε] Ζηνόδοτος, βιάζεσθ᾿ οἶον ἐόντα, οὐ νοήσας ὅτι ποιητικῶς ἐσχημάτισται. H. Vind. 133. βιάζεσθ᾿ οἶον ἐόντα] μόνον ἐμὲ τῆς βουλῆς τῆς κακῆς ταύτης ἀντεχόμενον βιάζεσθε. M. 301. ἢ βοῦν, ἠέ τι μῆλον] Νυμφόδωρος ὁ τὴν Σικελίαν περιηγη- σάμενος καὶ Πολύαινος καὶ Πανύασις φύλακα τῶν Ἡλίου βοῶν Φάλακρόν φησι γενέσθαι, ὃν Φιλοστέφανος Αἰολιδοῦν εἶναί φησι καὶ ἔχειν ἐν Μύλαις ἡρῷον. H.Q. Vind. 56. 303. οἱ δ᾿ αὐτίκ᾿ ἀπώμνυον] ὡς οὐ βλάψωσι βοῦν τῆς τοῦ Ἡλίου ἀγέλης ἢ πρόβατον. Q. 308. ἔντο] τὸ θέμα ἴημι, ἴεμαι. ἱέμην, ἱέμεθα, ἴεσθε, ἴεντο, καὶ ἀφαιρέσει τοῦ ι ἔντο. H. 312. τρίχα νυκτὸς] ἀντὶ τοῦ τρίτον μέρος τῆς νυκτός. B.Q. ἤτοι τρία μέρη, ἢ τρίτον μέρος τῆς νυκτός. V. 313. οὗτος μὲν κατὰ κοινὴν ἔννοιαν τὸν Δία· ἴσως δὲ μᾶλλον ὁ Ποσειδῶν. H. ἔπι ζαῆν] οὕτως χωρὶς τοῦ δέ Ἀρίσταρχος γράφει, καὶ ἀνα- στρεπτέον τὴν πρόθεσιν. ἐὰν δὲ μετὰ τοῦ δέ, οὐκ ἀναστρέφεται. H. ἔδει χωρὶς τοῦ ν ζαῆ, ὡς “ἀκραῆ Ζέφυρον.” (Od. β, 421.) ἔστιν οὖν Αἰολικὸν τὸ μετὰ τοῦ ν, καὶ ἔδει αὐτὸ Αἰολικῶς βαρύνεσθαι, ὡς τὸ “αἰνοπαθῆ πατρίδ᾿ ἐπόψομαι” παρὰ Ἀνακρέοντι. ὁ δὲ Ἀρίσταρχός φησι περισπᾶσθαι, καὶ οὕτως ἔχει ἡ παράδοσις. H. 314. λαίλαπι] ὑετῷ μετὰ ἀνέμου. V. 318. θόωκοι] ἀντὶ τοῦ θῶκοι καὶ καθέθραι, ὡς ὕδατος γλυκέος ἐκεῖ ῥέοντος. Q. 319. μετὰ μῦθον ἔειπον] γρ. πᾶσιν. H. 320. ἐν γὰρ] τὸ γάρ ἀντὶ τοῦ ἐπειδή. H. 323. ὃς πάντ᾿ ἐφορᾷ] φεύγοντες οὐκ ἂν λάθοιμεν τὸν πάντα ἐφο- ρῶντα, καθὰ καὶ Ἀγαμέμνων πρὸ τῶν ὁρκίων ἐκφοβεῖ τοὺς Τρῶας τοῖς ἐπιμαρτυρουμένοις (ΙΙ. γ, 276.). H.Q. 329. ἤϊα] βρώματα δηλονότι. V. 330. ἄγρην ἐφέπεσκον] ἐπὶ ἄγραν ἐξίεσαν. λείπει ἡ ἐπί. B. ἐφέπεσκον] ἐνήργουν. V. γρ. ἐφέφρεσκον. H. ἐπ᾿ ἄγρην. λείπει γὰρ ἡ ἐπί. H. 335. ἤλυξα ἑταίρους] ἐξέκλινα. V. ἐκτὸς ὄψεως αὐτῶν ἐγενόμην. B.Q.V. 336. ἐπὶ σκέπας ἦν ἀνέμοιο] ἔνθα ἦν σκέπη πρὸς τὸ μὴ ἀνεμί- ζεσθαι. V. 347. θεῖμεν ἀγάλματα] θείημεν, θεῖμεν, ὡς τὸ δοίημεν δοῖμεν. θεῖμεν ἀντὶ τοῦ ἀναθείημεν. ἀγάλματα δὲ ἀναθήματα. B.Q. 349. ἕσπωνται] ἀκολουθήσωσιν. V. 350. βούλομ᾿ ἅπαξ] βούλομαι ἅπαξ ἀπολέσαι τὸν θυμὸν πρὸς τὸ τῆς θαλάσσης κῦμα χανών. Q. 351. στρεύγεσθαι] κατὰ στράγγα φθείρεσθαι, ἤγουν κατ᾿ ὀλίγον. H. κατὰ στράγγα ἐκρεῦσαι, ὅ ἐστι κατ᾿ ὀλίγον στραγγίσαι καὶ ἀποθανεῖν. B. κατὰ στράγγα, ὅ ἐστι κατ᾿ ὀλίγον ὑπορρεῖν. V. στρεύγεσθαι] γρ. στρέγγεσθαι. H. 353. αὐτίκα δ᾿ Ἠελίοιο βοῶν] βόας Ἡλίου λέγουσιν ὅτι ἦσαν ἐκεῖ βόες ἀνατεθειμένοι τῷ Ἡλίῳ. καὶ διὰ τὸ ἅψασθαι τοὺς ὑπὸ τὸν Ὀδυσσέα τούτων ἱερῶν ὄντων ἀπεδιώχθησαν ὑπὸ τῶν ἐγχωρίων παρὰ καιρὸν καὶ οὕτως ἀπωλέσθησαν. ἢ νόμος ἦν μὴ σφάζεσθαι τοὺς ἐργαζομένους βόας, ἀλλὰ καὶ γήρως καταλαβόντος τούτους ἠλευθέρουν αὐτοὺς μέχρις ἂν τελευτήσωσιν. οἱ δὲ τοῦ Ὀδυσσέως ἑταῖροι ἀπὸ τούτων τινὰς ἁρπάσαντες καὶ σφάξαντες ἐκεῖθεν παρὰ τὸν προσήκοντα καιρὸν ἐδιώχθησαν, καὶ τοιούτῳ κινδύνῳ ὑπέπεσαν. ἢ λέγουσιν ἀλληγορικῶς βόας Ἡλίου τὰς ἡμέρας, τούτων δὲ κατανα- λωσάντων ἐκεῖσε τὰς πρὸς τὸν πλοῦν ἐπιτηδείας ἡμέρας καὶ μὴ ἐξελ- θόντων, ὅτε ἦν ἐνδεχόμενον, ἔπαθον ἅτινα ἔπαθον. B. 357. δρεψάμενοι] λαβόμενοι. ἐρεψάμενοι] στεφανωσάμενοι. V. 360. μηρούς τʼ ἐξέταμον] ἤγουν ἐσχισμένους ποιήσαντες. μετὰ γὰρ τὸ τοὺς μηροὺς ἀπὸ τῶν στεάτων κατακαλύψαι, ἃ κνίσσην καλεῖ ὁ ποιητὴς, ἔσχιζον. τοῦτο γὰρ δηλοῖ τὸ δίπτυχα. Q. 363. ἔγκατα] κυρίως σπλάγχνων ὁ σπλήν· δῆλον δὲ ἐκ τοῦ ὀνό- ματος. B.H. 370. οἰμώξας δὲ θεοῖσι] μετὰ βοῆς διὰ τὴν ἔκπληξιν ἐφθεγγό- μην. B.Q. 372. εἰς ἄτην] Ἀττικῶς ἀντὶ τοῦ ἐπὶ ἄτῃ. Q. ἐποιήσατέ με κοιμηθῆναι ἐς βλάβην. H. 374. ὠκέα δʼ Ἠελίῳ] ἐναντίον τοῦτο τῷ “Ἠέλιος δʼ ὃς πάντ᾿ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις (Il. γ, 277.). ἀφʼ ἑαυτοῦ γὰρ ἐχρῆν ἐγνωκέναι τὸν πάντα ἐφορῶντα. λύοιτο δʼ ἂν ἢ τῇ λέξει· τὸ γὰρ πάντα δηλοῖ τὰ πλεῖστα, ἄλλως τε οὐκ ἠγνόει τὸ πεπραγμένον Ἥλιος, ἀλλʼ ἔδει ὡς ποιμαίνουσαν καὶ ταύτην ἀπαγγεῖλαι· ἢ τῷ καιρῷ λύεται, ὡς νυκτὸς ἐπιθεμένων τοῖς βουσὶ τῶν ἑταίρων. B.Q. καὶ πῶς πάντα ἐφορᾷ ὁ ἥλιος; πάντα μὲν, οὐχ ἅμα δέ. H. πῶς ὁ πάντα ἐφορῶν οὐκ οἶδε πάντα, ὁρᾷ, ἀλλʼ οὐχ ὑπὸ τὸ αὐτέ. V. ἐν πολλοῖς. ὠκὺς δʼ Ἠελίῳ, ἵνʼ ᾖ ὠκὺς ἄγγελος. H. 375. ἔκταμεν ἡμεῖς] οὕτως αἱ Ἀριστάρχου. H. 378. τῖσαι δὴ ἑτάρους] ταῦτα ὁ Ἥλιος πρὸς τὸν Δία ἀρώμενος λέγει, ὅπως ἀντιβλάψῃ τοὺς ἑταίρους τοῦ Ὀδυσσέως, ὑπὸ ὧν τὰς αὐτοῦ βοῦς καὶ τὰ πρόβατα ἔκτεινόν τε καὶ ἔφαγον. Q. 379. ὑπέρβιον] βιαστικῶς, ἄγαν βιαίως. B.Q. 383. φαείνω] τὸ φαείνω ἐνεστῶτός ἐστιν ἀντὶ τοῦ μέλλοντος. H. 387. ἀργῆτι] λευκῷ, ἢ τεφρώδει. V. 388. Ζηνόδοτος, τριχθὰ βαλών. Vind. 133. κεάσαιμι] σχίσαιμι, ἢ καύσαιμι. V. 390. διακτόρου] τοῦ διάγοντος τὰς ἀγγελίας. Q. 392. ἐπισταδὸν] ἐφεστῶτες. V. 394. τέραα] σημεῖα προεσήμαινον ἐπὶ τῇ ὀργῇ ἡμῖν. B.Q. 398. ἐλάσαντες] γρ. ἐλόωντες. H. ἐλόωντες] ἀπελάσαντες. V. 400. λαίλαπι] λαῖλαψ ἐστὶν ἡ μετʼ ὄμβρου σφοδρότης τοῦ πνεύ- ματος. Q. 403. οὐδέ τις ἄλλη] πλὴν τῆς νήσου ἐκείνης ὅθεν ἐξωρμήσα- μεν. H. 406. ἤχλυσε] ἀχλύι καὶ σκότῳ περιειλήφει, ἐπληρώθη. V. ἀχλύος ἐπλήσθη καὶ σκότους. H. 408. ζέφυρος] ζέφυρον τὸν θρασκίαν λέγει, ὡς καὶ ἐν ἄλλοις. B. 409. προτόνους] τὰ σχοινία τὰ κατέχοντα τὸν ἱστόν. V. 410. ἱστὸς δʼ ὀπίσω πέσεν] πρὸς τῇ πρύμνῃ· διὸ καὶ ἔπληξε τὸν κυβερνήτην. B. 411. εἰς ἄντλον κατέχυνθʼ] εἰς τὸν τόπον τῆς ἀντλίας. B.H. ἄντλον] τὴν ἀντλίαν εἰς ἣν ἐγχέεται τὸ κατηθιζόμενον εἰς τὴν ναῦν ὕδωρ. V. 413. ἀρνευτῆρι] ἤτοι ἐπὶ κεφαλῆς νηχομένῳ κολυμβητῇ, παρόσον τὸ ἀρνίον πάντοτε ἐπὶ κεφαλῆς περιπατεῖ καὶ πηδᾷ. B. κυβιστητῆρι, ὀρχηστῇ. V. 415. Ζεὺς δʼ ἄμυδις βρόντησε] ἅμα τῷ ταῦτα γενέσθαι ἐβρόν- τησε. Q. 417. θεείου] θεαφίου. Gl. H. θείου πυρός. εἴ γε ἀπὸ τοῦ θείου διαίρεσις, διὰ τί τὸ θεείου διὰ διφθόγγου: φαμὲν ὅτι πλεονασμός ἐστι τοῦ ε, ὡς εἷς, ἕεις. Q. ἐνέπλητο δὲ θείου, ἤτοι τεαφίου. B. θεείου] θείου. καταστρέφει δὲ εἰς τὸ πυρὸς κεραυνίου. V. πέσον δʼ ἐκ νηὸς ἑταῖροι] ἔρριψαν ἑαυτοὺς εἰς τὴν θάλασσαν. B. 418. κορώνῃσιν] κορώνη λέγεται εἶδος ὀρνέου θαλασσίου. H. 421. τρόπιος] τρόπις τὸ κατώτατον ξύλον, περὶ ᾧ σχίζεται τὸ κῦμα. V. 422. ἱστὸν ἄραξε] συνέρρηξεν αὐτὸν πρὸς τὴν τρόπιν τὸ κῦμα. B. αἱ Ἀριστάρχου καὶ αἱ πλείους ἄραξε. Ζηνόδοτος δὲ ἔαξεν. H. 423. ἐπίτονος] ὁ ἱμὰς, ὃς ἤρτηται μὲν τοῦ ἱστοῦ, διὰ δὲ αὐτοῦ ἑλκόμενον τὸ κέρας ἀνάγεται πρὸς τὸν ἱστόν. Ἄλλως. ὁ συνέχων τὸ κέρας κάλως. Q. ὁ ἀνέλκων τὸ κέρας ἱμὰς πρὸς τὸ ὕψος τοῦ ἱστοῦ. B. P. ἱμὰς, ἤτοι ὁ τῶν κεράτων δεσμός. ἢ ὁ ἱμὰς ὁ πρὸς ἄκρῳ τῷ ἱστῷ, διʼ οὗ τὸ ἄρμενον ἀνέλκεται. V. 425. ὀλοοῖς ἀνέμοισιν] δύναται καὶ ἀντὶ τοῦ ἑνικοῦ τοῦ ὀλοῷ ἀνέμῳ. ὁμοίως τῷ “στήθεά τʼ ἡδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.” (Il. τ, 285.). H. 426. θῦε] ὥρμα. V. 427. ἦλθε δʼ ἐπὶ νότος] οὐχ ὡς ἐναντίος τῷ ζεφύρῳ, ἀλλʼ ὡς χει- μάσαι δυνάμενος. Q. ἢ κατὰ βούλησιν Ποσειδῶνος τοῦτο συνέβη, ἢ συνήθως ὁ ποιητὴς τὸ κατὰ τύχην συμβὰν ὡς ἐκ προνοίας φησί. H. 428. ὄφῤ ἔτι τὴν ὀλοὴν] ὅπως καὶ ταύτην τὴν ὀλοὴν Χάρυβδιν ἀναμετρήσω καὶ διέλθοιμι, καὶ εἰς νοῦν λάβοιμι, καὶ ἀναθεωρήσαιμι. B.Q. 431. ἐν ὅσῳ ἀνερρόφει, ἐγὼ εἰς τὸν ἐρινεὸν ἐπήδησα. H. 432. ποτὶ μακρὸν ἐρινεὸν] πρὸς τὴν μακρὰν συκῆν, ἣν εἶδον πρὶν εἰς τὸ τῆς Σκύλλης σπήλαιον, ἐπαρθεὶς καὶ κρατήσας ταύτης, ὅπως μὴ καταπνιγῶ ὑπὸ τοῦ θαλασσίου ὕδατος. Q. 435. ῥίζαι γὰρ ἑκὰς ἦσαν] γρ. εἶχον. H. εἶχον] ἀντὶ τοῦ ὑπῆρχον. V. ἀπήωροι] ἀπῃωρημένοι, ἀπηρτισμένοι ἔξω τοῦ σκοπέλου. ἔδειξε δὲ ἐναργῶς τὸν κρεμάμενον. ἢ πολὺ ἀλλήλων διεστηκότες, ἢ ἄποθεν. B.Q. ἤτοι ἀπηρτισμένοι, ἢ πολὺ ἀλλήλων διεστηκότες. οἷον πα- ραιωρούμενοι. ἢ ἄποθεν. V. 436. μακροί τε] τὸ μακροί πρόσκειται, ἵνα σημαίνῃ τὸ ἀπήωροι. ὡς γὰρ μακροὶ ὄντες πόρρωθέν εἰσι τοῦ σκοπέλου. τὸ δὲ μεγάλοι πρὸς πίστιν τοῦ δύνασθαι βαστάξαι τὸν ἥρωα· τὰ γὰρ μακρὰ τῶν ξύλων ῥᾳδίως κάμπτεται, εἰ μὴ ὦσι παχέα. Q. 438. ἐελδομένῳ] ἐπιθυμοῦντι σωτηρίας ἦλθεν ἀνὴρ βραδέως εἰς δεῖπνον, ἤτοι τὸ δειλινὸν, καὶ ἀνέστη ἀπὸ τῆς ἀγορᾶς. H. 439. ἦμος δʼ ἐπὶ δόρπον] ὡς δὲ δικασπόλος ἀνὴρ κρίνων πολλὰ νείκεα νέων δικαζομένων, ὀψὲ ἀπὸ τῆς ἀγορᾶς ἀνέστη ἐπὶ δεῖπνον ἐλ- θὼν, τῆμος, ἐν τοσούτῳ δὴ, τὰ ξύλα τῆς νηὸς, ἤτοι ἡ τρόπις καὶ ὁ ἱστὸς, ἐφάνησαν ἐξεμηθέντα τῆς Χαρύβδεως. Q. ἐπὶ τὴν δειλινὴν ὥραν. V. ἐν πολλοῖς ἐδιστάχθησαν οἱ στίχοι διὰ τὸ “τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι (105), καὶ ἐδείχθη ἑαυτῷ τὰ ἐναντία λέγων ὁ ποιητής. νῦν γὰρ ἅπαξ μόνον καὶ ἀναβάλλει καὶ ἀναρροφεῖ. ἡμεῖς φαμὲν, ἦμαρ λέγει τὸ νυχθήμερον, ὥστε διʼ ὀκτὼ ὡρῶν τρεῖς γενέ- σθαι τὰς ἀναδόσεις. H.Q. ἤτοι ἀπὸ τῆς πρωίας ἐκρατοῦντο ἔνδον τὰ δοῦρα ἕως τοῦ γεύματος. Καὶ ἄλλως. ἐν τόσῳ ἐφάνησαν τὰ δοῦρα ἀπὸ τῆς Χαρύβδεως, ὡς ὅτε ἐστράφη τις ἀνὴρ ἐπὶ δόρπον κρίνων κατὰ τὴν ἀγορὰν, τουτέστιν ἐν τῷ καιρῷ τοῦ γεύματος. B. 441. τῆμος δὴ τάδε δοῦρα Χαρύβδιος ἐξεφαάνθη] οὕτως Ἀρί- σταρχος. H. 443. μέσσῳ δʼ ἐνδούπησα] τὸ ὅλον, περὶ τὰ μακρὰ ξύλα πεσὼν ψόφον ἀπετέλεσα. B.V. παρὲξ] ἀντὶ τοῦ ὀλίγῳ ἄπωθεν τῶν ξύλων· εἴωθε γὰρ ὁ ποιητὴς τὸ παρέξ ἐπίρρημα αἰτιατικῇ συντάττειν· “παρὲξ ἅλα φῦκος ἔχευαν” (Il. ι, 7.) ἀντὶ τοῦ ὀλίγον ἔξω τῆς ἁλός. καὶ ἡ μὲν παρά σημαίνει ὅτι πλησίον τῶν ξύλων καὶ παρʼ αὐτὰ ἔπεσεν, ἡ δὲ ἐξ ὅτι οὐκ ἐπάνω τῶν ξύλων· ἐπεὶ κἂν ἐπλήγη τὸ σῶμα· ἀλλʼ ὅτι μικρὸν ἔξω αὐτῶν. ἔστιν οὖν ἀντὶ τοῦ ἔπεσον πλησίον μὲν τῶν ξύλων, ἐκτὸς δὲ αὐτῶν, εἶτα ἐπινηξάμενος ἐγγὺς αὐτῶν ἐγενόμην καὶ κατέσχον. B.Q. 444. διήρεσα] τὰ ὁρμισθέντα τῆς νηὸς ξύλα, ἤγουν ἡ τρόπις καὶ ὁ ἱστός. H. ἀπεσπασάμην ταῖς χερσὶ τὸ ὕδωρ. ὥσπερ κώπαις ταῖς χερσί μου διενηξάμην. V. 445. Σκύλλην δʼ οὐκ ἔτʼ ἔασε] νοθεύονται δύο. τί γὰρ εἰ εἶδεν ὅπου οὐ δύναται ὁρμᾶν ἡ Σκύλλα, ἀλλʼ ἐνίδρυται τῷ σπηλαίῳ: ὡς ἐκ τῶν λόγων τῆς Κίρκης ἔστι μαθεῖν. εἰ γὰρ ἐβούλετο διὰ τῆς Χαρύβδεως πλεῖν ὁ Ὀδυσσεὺς, οὐκ ἂν ἠδικήθη ὑπὸ τῆς Σκύλλης, ὡς ἀνημμένης τῷ σπηλαίῳ. ἢ τάχα, ἐμὲ οὐκ εἴασεν εἰς αὐτὴν ἰδεῖν, ἀλλὰ διεξεπέ- ρασα. Q. εἰσιδέειν] ἰδεῖν, συντυχεῖν. V. 447. δεκάτῃ δέ με] οὐ δεῖ ζητεῖν πῶς διακαρτερεῖ ὁ ἥρως εἰ- πούσης τῆς Ἀθηνᾶς “αὐτὰρ ἐγὼ θεός εἰμι διαμπερὲς ἥ σε φυλάσσω ἐν πάντεσσι πόνοισι” (υ, 47.) H.V. 453. ἀριζήλως] ἀριδήλως. οὐ γὰρ ἐκτέταται ὁ ζῆλος. δῆλον οὖν ὅτι αἱ παρʼ Ὁμήρῳ δισσολογίαι κατὰ τέχνην καὶ χρείαν προέρχον- ται. Q. ἐκδήλως. V.

---

Scholia in Homerum, Scholia in Odysseam, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg007.local001/.
