# Scholia in Odysseam 14.ΑΛΛΩΣ..1

Scholia in Homerum, Scholia in Odysseam, ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΟΔΥΣΣΕΙΑΝ., Book 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-odysseam/14.%CE%91%CE%9B%CE%9B%CE%A9%CE%A3..1

Ξενισμὸς Ὀδυσσέως γίνεται ἐν τῷ ἀγρῷ παρʼ Εὐμαίῳ τῷ ὑφορβῷ, καὶ ποικίλη τις αὐτῶν ὁμιλία. Ἄλλως. Ὀδυσσέως παρουσία πρὸς τὸν Εὔμαιον, καὶ λόγοι γίνονται ἀναπλάττοντος ἑαυτὸν καὶ πράξεις τινὰς ἐκτιθεμένου. H.Q.V. 1. ἀταρπὸν] πρὸς τὴν τραχεῖαν ἀταρπόν· ἢ ἀντὶ τοῦ διὰ τραχείας ἀταρποῦ. B. 2. διʼ ἄκριας] ἀντὶ τοῦ, διʼ ἀκρίων. ἄκριες δέ εἰσιν αἱ ἀκρώρειαι. B. κατὰ τὰς ἀκρωρείας. V. 4. οἰκήων] ἀντὶ τοῦ οἰκετῶν. λέγονται δὲ καὶ οἱ συγγενεῖς καὶ πάντες οἱ ἐν τῇ οἰκίῳ. Q. 5. προδόμῳ] τῇ πρὸ τοῦ οἴκου στοᾷ. V. ἥμενον] τὸ ἑξῆς, ἥμενον περισκέπτῳ ἐνὶ χώρῳ. P.Q. ἵνα γὰρ περισκοπῶσι τὰ πέριξ ἐν τοῖς ἀγροῖς, ἐν ὑψηλῷ τὰς ἐπαύλεις οἰκοδο- μοῦσιν. Q. 7. περίδρομος] περιοδευτὴ, γείτονας μὴ ἔχουσα τοὺς ἐμποδίζον- τας τῷ βουλομένῳ περιδραμεῖν καὶ περιελθεῖν αὐτήν. B.Q.V. 8. Ζηνόδοτος, δείματο οἶος. H. 10. ῥυτοῖσι λάεσσι] ἑλκυστοῖς, μεγάλοις, καὶ μὴ δυναμένοις διὰ χειρῶν βασταχθῆναι λίθοις. V. μεγάλοις, εἱλκυσμένοις καὶ μὴ βασταχθεῖσιν ὡς ἐλαφροῖς. οἱ γὰρ μεγάλοι λίθοι ἑλκύονται καὶ κυλίονται, οἱ δὲ μικροὶ βαστάζονται. B. ἐθρίγκωσεν] ἐχαράκωσε, τὴν στεφάνην ἐποίησεν. Q. ἐχαράκω- σεν. θριγκὸς δὲ λέγεται ἡ ἐπὶ τοῖς οἴκοις στεφάνη. V. ἀχέρδῳ] τῇ ἀγρίᾳ ἀπίῳ. ἔχουσι δὲ αὗται ἀκάνθας διʼ ὧν αἱ αί- μασιαὶ γίνονται. θριγκὸς δὲ λέγεται ἡ ἐπὶ τοῖς οἰκοδομήμασι στε- φάνη. B.Q. ἄχερδός ἐστιν ἀκανθῶδες φυτὸν, ἐξ οὗ τὰς αἱμασιὰς ποιοῦσιν. ἔνιοι δὲ ἀπέδοσαν τὴν ἀγρίαν ἄπιον. ἀκανθώδης γὰρ ἡ αὐτὴ εἴωθεν εἶναι. V. 11. σταυροὺς] ἐξυσμένα ξύλα καὶ ὀρθὰ ἔπηξε πρὸς τὸ ἀντιβαίνειν τῷ τοίχῳ. Q. τὰ ὀρθὰ καὶ ἀπεξυσμένα ξύλα. V. ἐκτὸς ἔλασσε] ἔξω διὰ τῶν τοίχων ξύλα διήλασεν ὀρθά. V. 12. τὸ μέλαν δρυὸς] ἤτοι τὸ δάσος, ἢ τὴν ἐντεριώνην, τὸ ἐγκάρ- διον τῆς δρυός· μελάνδρυον γὰρ λέγεται διὰ τὴν χροιάν· ὁ δὲ Ἀρι- στοφάνης τὸν φλοιὸν τῆς δρυός. B.H.Q.V. τὸ μέλαν δρυὸς τὴν ἐντεριώνην φασὶν οὕτω καλουμένην· ὁ δὲ Ἀρίσταρχος τὸν φλοῦν· ὁ δὲ Κράτης τὴν δασύτητα τῶν φύλλων μελάνδρυόν φησιν, ὡς καὶ Αἰ- σχύλος φησὶ Φιλοκτήτῃ “κρεμάσασα τόξον πίτυος ἐκ μελανδρύου.” τὸ δὲ δρυός δύναται νοεῖσθαι καὶ ἐπὶ παντὸς ξύλου. δρυμοὶ γὰρ αἱ ὗλαι, καὶ ἀκρόδρυα τῶν πάντων δένδρων οἱ καρποὶ, καὶ δρυπετεῖς ἐλαῖαι. B.H.Q. 18. ἀντίθεοι μνηστῆρες] νῦν οἱ ἐναντίοι τοῖς θεοῖς. Q. V. 21. θῆρας τοὺς λέοντας κατʼ ἐξοχήν. H. 22. τέσσαρες] ὑπωπτεύετο παρὰ Ζηνοδότῳ. H. Καλλίστρατος ὑπώπτευε τὸν στίχον διὰ τὴν ἐξαρίθμησιν τῶν κυνῶν καὶ τὸ ἐπίθετον. H. Vind. 133. ὄρχαμος ἀνδρῶν] νῦν ἔξοχος ἐπὶ τῇ εὐγενείᾳ. V. 24. δέρμα βόειον εΰχροον] εὔχρουν, ἀπὸ ὑγιοῦς βοός. B. ἐϋ- χροές] γρ. εὔχροον. Vind. 133. 29. ὑλακόμωροι] ὁ μὲν Ἀρίσταρχος, ὀξύφωνοι. κρεῖσσον δὲ ἀπο- διδόναι οἱ περὶ τοῦ ὑλακτεῖν μεμορημένοι, ὅ ἐστι πεπονημένοι· ἴδιον γὰρ κυνῶν τὸ ὑλακτεῖν. ἐν ἄλλῳ, οἱ περὶ τὸ ὑλακτεῖν ἐσπουδακότες, ἢ ὑλακτικοί. Q.V. οἱ περὶ τὴν ὑλακὴν μεμορημένοι, ὅ ἐστιν εἰ- θισμένοι ἢ κακοπαθοῦντες, ἀπὸ τοῦ μόρος ἡ κακοπάθεια. οἱ ὁρῶντες πάντοτε πρὸς τὴν ὑλακήν. B. 30. οἱ μὲν κεκλήγοντες] κεκληγῶτες καὶ κεκλήγοντες διχῶς αἱ Ἀριστάρχου. εἰ μὲν διὰ τοῦ ω, περισπᾶται, εἰ δὲ διὰ τοῦ ντ, προ- παροξύνεται. H.Q. 31. ἕζετο κερδοσύνῃ] φυσικόν φασι βοήθημα πρὸς ἀποτροπὴν κυ- νῶν τὸ καθεσθῆναι καὶ προέσθαι τὴν ῥάβδον ὡς μὴ ἐπιτιθέμενον. V. σκῆπτρον δέ οἱ ἔκπεσε χειρός] ἀντὶ τοῦ ἔρριψεν αὐτό. φυσικὸν βοήθημά φασι— — ἐπιτιθέμενον. ἢ διὰ φόβον. B. οὐ διὰ φόβον, ἀλλʼ ἑκὼν ἔρριψεν αὐτό. V. 33. μετασπὼν] ὀξυτονητέον· ἔστι γὰρ β΄ ἀόριστος, καὶ μετασπόν- τος ἡ γενική. H. 34. σκῦτος] ὃ περιέτεμνε δέρμα, καὶ σκυτοτόμος, καὶ σκυτοδέψης, καὶ σκυτεύς. ὡς ἐπιπολὺ γὰρ δέρμασιν εἴλουν τὴν παντευχίαν. H.Q. 35. ἄλλον, οὐκ ἄλλη. H. 38. καί κέν μοι] ἀπόλυτος ἡ μοι. B. 41. ἦμαι] διατρίβω, ὡς τὸ “ἧμαι ἐνὶ Τροίῃ σέ τε κήδων.” (Il. ω, 542.). H. 49. ῥῶπας] παρὰ τὸ ῥέπω ῥέψω ῥέψ καὶ τροπῇ τοῦ ε εἰς ω ῥώψ. ῥέπει ὅπου θέλει τις· ἱμαντῶδες γάρ ἐστι. B.Q. 50. ἰονθάδος] ἰόνθους λέγουσι τὰς ῥίζας τῶν τριχῶν. σημαίνει οὖν τὴν δασεῖαν. οἱ δὲ τὴν ταχεῖαν, παρὰ τὸ ἄδην ἰέναι. οἱ δὲ νέας, τῆς ἰόνθους φυσάσης, οἵτινες φύουσι τοῖς ζῴοις. οὐκ ἂν δὲ ἐπήνεγκε, μέγα καὶ δασὺ, εἴ γε τὸ ἰονθάδος ἐδήλου τὸ δασέος. ἴονθοι δὲ ἐξανθήματα ἀκμάζοντος σώματος. B. ἤτοι νέας, ἢ ταχείας, παρὰ τὸ ἰέναι ἄδδην. ἢ δασείας· ἴονθοι γὰρ αἱ ῥίζαι καὶ αἱ ἐκφύσεις τῶν τριχῶν. ἢ ἰόνθους ἐχούσης· ἴονθοι δὲ ἐξανθήματα ἀκμάζοντος σώματος. Q.V. 51. αὐτοῦ] τοῦ συβώτου. ἐνεύναιον δὲ ἐφʼ οὗ ηὐνάζετο. τὴν αὐ- τοῦ οὐκ οἶδέν ποτε σύνθετον Ὅμηρος. τὸ δὲ ἐνεύναιον προπαροξυτό- νως. H. ἐνεύναιον] εἰς τὸ κοιτάριον, ἀπὸ τοῦ εὐνάζω. B. ἐγκοίμητρον, ἐγκοίτιον. V. μέγα καὶ δασὺ] οὐκ ἂν νῦν ἔφη δασὺ, εἴ γε τὸ ἰονθάδος ἐδήλον τὸ δασέος. H. 56. κακίων σέθεν] μᾶλλόν σου κεκακωμένος τὴν ψυχήν. H.V. 59. ἡ γὰρ δμώων δίκη ἐστὶν] ἀντὶ τοῦ, αὕτη τῶν δούλων ἐστὶν ἡ δικαιοσύνη. B. δίκη] δικαιοσύνη. V. 61. τὸ ἑαυτοῦ συμβεβηκὸς κοινὸν πρὸς ἄλλους ποιεῖ. H. 65. ἀναστρεπτέον τὴν ἐπί. H. εὔμορφον ἀέξῃ] οὕτως Ἀρίσταρχος. H. 66. οὐ παραποιητικῶς, ἀλλὰ ἀορίστως. τὸ πεπιστευμένον τῷ οἰκέτῃ εἰς πλεονασμὸν καὶ ἐπίδοσιν ἄγει. H. 68. τὸ ἑξῆς ἀπολέσθαι. H. ὤλετο] ἀπώλετο. ὤφελεν] ὤφειλεν. V. πῶς ἂν ὁ Πηνελόπης πατὴρ Ἰκάριος Λάκων εἴη τὸ γένος; ἢ πῶς ἂν ἡ Πηνελόπη τῆς Ἑλένης ὑπάρχοι ἀνεψιά; οὐ γὰρ ἂν ὁ φιλο- δεσπότης Εὔμαιος Τηλεμάχῳ καὶ Πηνελόπῃ κατηρᾶτο βουλόμενος διεφθάρθαι τὸ τῆς Ἑλένης γένος. H.Q. 72. συνέεργε] γρ. ἐπέεργε. H. 73. ψιλωτέον τὸ ἔθνεα καὶ τὸ ἔρχατο. H. 77. ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν] ὡς περὶ ἑτέρου. ἔστι δὲ ἐπὶ τοῦ Εὐμαίου. Ὁμηρικὴ δὲ ἡ φράσις. H. 78. κισσυβίῳ] ἀγροικικῷ ἐκπώματι. V. 81. χοίρε’] χοίρων μικρῶν κρέα. σιτευτὸν γὰρ φοβοῦμαι θῦσαι. H. Q. τοῦ σιτευτοῦ τροφιμώτερα. H. 82. ὄπιδα] τὴν εἰς τὸ μέλλον τῶν θεῶν ἐπιστροφὴν καὶ κόλασιν· B.Q.V. φρονέοντες] λογιζόμενοι. τρομέοντες] φοβούμενοι. V. ἐλεητύν] ἔλεο ν.Αἰολικὴ ἡ διάλεκτος. V. 85. καὶ μὲν δυσμενέες] καὶ οἱ φύσει πολέμιοι ληϊσάμενοι πόλεις ὑποχωροῦσι διὰ τὴν ἐπιστροφὴν τῶν θεῶν. B. Q. 86. βῶσιν] ἐπέλθωσιν ἐπὶ βόσιν. V. 87. πλησάμενοι δέ τε νῆας] ὁ δέ πλεονάζει. H. Q. ὁ δὲ τε ἀντὶ τοῦ καί. H. 89. οἵδε δὲ καί τι ἴσασι] γινώσκουσί τι περὶ τῆς Ὀδυσσέως. φθορᾶς, ὅτι οὐδὲν ἔσται. Q. ὡς ἔοικε δὲ ἔμαθον τὸν τούτου ὄλεθρον ἀπὸ χρησμοῦ. B. τὸ οἷδε προπερισπαστέον. ἔστι γὰρ κατʼ ἐπέκτα- σιν εἰρημένον καὶ ἀναφορικῶς κείμενον. H. 91. ἀλλὰ ἕκηλοι] ἤτοι ἡσυχάζοντες καὶ μὴ περὶ ἔργον ἀσχολού- μενοι. Q. 94. οἶα] μόνα. V. +60 ὑπέρβιον] πάνυ βιαίως. γρ. ἀκήριον ἀντὶ τοῦ ἄθικτον, ὡς, “αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήριον” (Od. ρ, 532.). ἢ ἀντὶ τοῦ ἀκέ- ραιον. H. 96. ζωή] ἡ πρὸς τὸ ζῆν οὐσία καὶ παρασκευὴ καὶ κτῆσις. B. ἡ πρὸς τὴν ζωὴν παρασκευή. V. οὔτινι τόσση] οὐδενὶ τῶν ἡρώων οὔτε τῆς ἠπείρου οὕτε τῶν τῆς Ἰθάκης ἐστὶν οὐσία τοσαύτη. B.H.Q. 97. ἠπείροιο] τῆς ἀντικρὺ Ἰθάκης. ἠπείροιο μελαίνης] τῆς κα- ταντικρὺ Κεφαλληνίας νῦν λέγει. μέρος δέ ἐστι τῆς πέλας ἠπείρου. αὕτη καὶ μετʼ ὀλίγον ἐπιφέρεται, “δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαιι.” V. ἤπειρον νῦν τὴν ἀντιπεραίαν φησί. H. 98. ξυνεείκοσι φωτῶν] ὁμοῦ εἴκοσι ἀνδρῶν. H. 99. ἔστʼ ἄφενος] ὅτε ἐστὶν ἐν ἀρχῇ στίχου, παροξύνεται. H. 101. αἰπόλος ὁ τῶν αἰγῶν βοσκός· αἰπόλιον ἡ τῶν αἰγῶν ἀγέλη. ἀγέλη, φασὶν, ἓν σύστημα ὑπὸ ἑνὸς ἀνδρὸς ἀρχόμενον· ἄδηλον δὲ πόσων ζῴων τὸ σύστημα. H. 102. ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες] ὁμοίως τῷ “θῆτές τε δμῶές τε” (Od. δ. 644.). H. 103. ἐνθάδε τʼ] διχῶς, ἐνθάδε καὶ ἐνθάδε. H. 104. ἐσχατιῇ βόσκοντʼ] ἐσχάτην, οὕτως αἱ Ἀριστάρχου. H. ὄρονται] ἀντὶ τοῦ ὀρούουσιν, ὅ ἐστιν ἐρρωμένως συνέπονται. ἢ ὁρῶσι, φυλάττουσι. B.Q. ὁρῶσι, φυλάττουσι, ἐπακολουθοῦσιν. V. 106. αἰγῶν—ἄριστος] ὅτι ἀρσενικῶς τὸν αἶγά φησι. Q. 108. ἐϋκρίνας] ἐπιλεξάμενος. V. 112. σκύφος] διχῶς, καὶ ὁ σκύφος καὶ τὸ σκύφος οὐδετέρως. B.H.M. 113. ἐνίπλειον] προπαροξυτόνως. H. 115. τὸ ὄνομα ἐπιζητεῖ. H. 116. καρτερός] εἶπε γὰρ ὅτι ᾤχετο εἰς τὴν Ἴλιον. H. 117. φθεῖσθαι] φθαρῆναι, ἀποθανεῖν. V. 118. εἴ πως αὐτὸν γνωρίσω τοιοῦτον ὄντα οἷον καὶ λέγεις. H. 120. εἰ ἰδὼν αὐτὸν ἀγγείλαιμι ἀμισθὶ, ἀψευδῶς. H. 123. πείσειε] τὸ εὐκτικὸν ἀντὶ ὁριστικοῦ, πείσειε, πείσει. H. διὰ τούτου οὐδʼ ἂν σὺ πιστευθείης. H. 128. ἕκαστα μεταλλᾷ] φύσεως ἀνθρωπίνης ἰδίωμα τὸ περὶ τῶν ἀναγκαίων ἀπιστοῦντας ἡμᾶς ὅμως ἀναπυνθάνεσθαι. Q. 131. παρατεκτήναιο] παρατεχνήσαιο, παρὰ τὴν ἀλήθειαν παρα- σκευάσειας. B.V. 132. εἴ τίς τοι] Διοκλῆς ἀθετεῖ. οὔτε γὰρ ἡ Πηνελόπη πάντα ἀμφιέννυσιν, οὔθʼ οὕτως πάντα διὰ τοῦτο ψεύδεται, ἀλλὰ καὶ διὰ μόνην πολλάκις τροφήν. H.Q. 133. ἀπʼ ὀστεόφιν] οὕτως αἱ πᾶσαι σχεδόν. H. 134. ἐρύσαι] γρ. ἐρύειν. H. ἑλκύσαι, ἀποσπάσαι. V. 138. τὸ ἑξῆς, κήδεα τετεύχαται. H. 142. οὐδέ νυ] γρ. οὐδʼ ἄρα. H. ἱέμενός περ] γρ. ἀχνύμενός περ. H. ἀχνύμενός περ] λείπει, καίπερ ἐπιθυμῶν αὐτούς. Q. 144. ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο] ἀλλὰ μᾶλλον ὁ τοῦ Ὀδυσσέως πόθος μένει ἀποιχομένου, διακόπτει, λαμβάνει. Q. λείπει ἡ περί καὶ ἀπό. ἀλλὰ μᾶλλον ὁ περὶ τοῦ Ὀδυσσέως ἀποι- χομένου πόθος μένει. B. 145. τὸν μὲν ἐγὼν, ὦ ξεῖνε] φησὶ, τὸν Ὀδυσσέα δίχα φιλοφρο- νητικῆς προσηγορίας ὀνομάζειν αἰδοῦμαι· πρεσβύτερον δὲ ἀδελφὸν καλῶ. B.Q.V. 147. ἀλλά μιν ἠθεῖον καλέω] οὐ καλῶ αὐτὸν Ὀδυσσέα ἢ δεσπό- την, ἀλλὰ ἀδελφὸν μείζονα διὰ τὴν πρὸς ἐμὲ φιλοστοργίαν. τὸ δὲ ἠθεῖε προσφώνησίς ἐστι νεωτέρου πρὸς μείζονα. B.Q. ἓν μέρος λό- γου ἐστί· δηλοὶ δὲ τὸν πρεσβύτερον ἀδελφόν. H. ἠθεῖον, πρεσβύ- τερον ἀδελφὸν, θαυμαστὸν ἄγαν. V. 155. πρὶν δέ κε] πρότερον δὲ τὸ εὐαγγέλιον, ἤτοι τὸ ὑπὲρ τῆς ἀγγελίας δῶρον, οὔτι δεχοίμην, καίπερ ἐνδεὴς ὑπάρχων. B.Q. 159. ἱστίη τʼ Ὀδυσῆος] ὁ βωμὸς τῆς ἑστίας. V. ὁ βωμὸς Ὀδυσσέως, εἰς ὃν παραγέγονα. B. μετενήνεκται ἀπὸ τῶν ἑξῆς ἐπὶ τῶν πρὸς τὴν Πηνελόπην λόγων (τ, 304.). οὔπω γὰρ ἀφῖκται εἰς τὴν Ὀδυσσέως οἰκίαν. Q. 160. ἡ μέν τοι τάδε πάντα τελείεται] γρ. ἦ μέν τοι τῆδε, ἀντὶ τοῦ οὕτως. H. Vind. 133. 161. τοῦδʼ αὐτοῦ ἢ τοῦδʼ αὖ τοῦ λυκάβαντος· οὐ δύναται γὰρ εἶναι ἡ αὐτοῦ ἀντωνυμία. H. τοῦδʼ αὖ τοῦ, τρεῖς τόνοι. ἀντὶ, τού- του δὲ τοῦ ἐνιαυτοῦ. τὸ γὰρ αὐτοῦ οὐ λέγει Ὅμηρος εἰ μὴ ἐπὶ εἰρημένοις τισὶν ἀναφορικῶς. Q. λυκάβαντος] ἐνιαυτοῦ, διὰ τὸ ἐξῆφθαι πρότερόν τινα τοῦ χρόνου τὸν χρόνον. πεπίστευται τοὺς λύκους βίαιον διαβαίνοντας ποταμὸν ἐνδακόντας τὴν κέρκον τῶν ἀεὶ προηγουμένων τοὺς ἑπομένους στιχηδὸν διανηχομένους διεξιέναι τὸ ῥεῖθρον. Q. λυκάβας εἴρηται ἀπὸ τοῦ λυγαίως βαίνειν, ὅ ἐστι σκοτεινῶς πορεύεσθαι. λεληθότως γὰρ ὁ χρό- νος διέρχεται. H.Q.V. 162. τοῦ μὲν φθίνοντος] εἰς τὴν τριακάδα καὶ νουμηνίαν. Q. V. Vind. 133. ὅ ἐστιν εἰς τὴν ἔνην καὶ νέαν. Vind. 133. ὑποπτεύονται οἱ τρεῖς ὡς ἀσύμφωνοι πρὸς τὰ πρὸ αὐτῶν, καὶ ὡς ὕποπτοι καὶ ὡς ἄπιστοι. πόθεν γὰρ ᾔδει εἰ καὶ ἐκ Δωδώνης ὑπο- στρέφων οὐ πλοίσει; H. 166. τὴν αὐτὴν διάνοιαν καὶ Πηνελόπη φησὶ, δύσελπις γεγονυῖα ὑπὸ τοῦ χρόνου. H. 168. ἀντὶ τοῦ καὶ ἄλλων παρεκτὸς μνημονεύσωμεν. H. Q. 171. ὅρκον μὲν] Ζηνόδοτος, κεῖνον μέν. H. 174. λείπει ἡ περί, περὶ παιδός. H. ἄλαστον] ἀντὶ τοῦ ἀλάστως, ἀνεπιλήστως B. V. 176. χερείω] χείρονα, ἐλάττονα. V. οὔτι χέρεια] οὕτως Ἀρίσταρχος. H. χερείονα χέρεια, συγκοπή. H. 179. ἐν σχήματι, ὡς τὸ “γυναῖκά τε θήσατο μαζόν.” (Il. ω, 58.) καὶ “οἵ σʼ ὠτειλῆς αἷμ’ ἀπολιχμήσονται. (Il. φ, 122.) H. [182. νωνύμους: ἀνωνύμους καὶ δυσφήμους, οἷς οὐκ ἄν τις εὔφημον εἴποι. V.] 184. ἤ κε φύγῃ] γρ. ἥτε φύγοι. H. 185. ἐνίσπες] σπές ἐνίσπες ὡς θές ἐπίθες, σχές ἐπίσχες. ἔνισπες δὲ ἀπὸ τοῦ ἐνίσπω ὡς ἐλαύνω. H. Q. 188. ὁποίης δʼ ἐπὶ νηὸς ἀφίκεο] ἀστερίσκος πρόσκειται ἄχρι στί- χων γ΄, ὅτι νῦν ὡς πρὸς ῥάκεσιν ἠμφιεσμένον ὀρθῶς λέγονται· ὡς δὲ πρὸς τὴν Ἀθηνᾶν ὁμοιωθεῖσαν Μέντῃ καὶ βασιλικὴν ἔχουσαν στο- λὴν οὐ πάνυ. H. Q. 195. δαίνυσθαί τʼ ἀκέοντʼ] ἐκ πλήρους, ἀκέοντας. ἀντὶ τοῦ ἀρ- γοῦντας ἡμᾶς καὶ μὴ περὶ ἔργον ἀσχολουμένους. B. Q. ἐπὶ ἔργον ἕποιεν] ἐπὶ τὸ ἐργάζεσθαι πορεύοιντο. H. ἔργα ἕποιεν] γρ. τράποιντο. M. 199. ἐκ μὲν Κρητάων] ἀπὸ τοῦ Κρῆται. καὶ τὰς Ἀθήνας γὰρ ποτὲ ἑνικῶς, ποτὲ πληθυντικῶς ὀνομάζει. τοῦτο δὲ ζηλώσας ὁ Καλ- λίμαχος τὸν Κολωνὸν θηλυκῶς καὶ πληθυντικῶς εἶπεν “ἔκ με Κολω- νάων τις ὁμέστιον ἤγαγε δήμου τῶν ἑτάρων.” H.Q. Κρητάων] τῆς Κρήτης. εὐρειάων] ἀντὶ εὐρείας. νῦν δὲ μακρᾶς· στενὴ γὰρ ἡ Κρήτη. ἐντεῦθεν δέ φησιν εἶναι φεύγων τὸν ἔλεγχον. ἐπεὶ πόρρω τῆς Ἑλλάδος. V. 201. υἷες ἐνὶ] γρ. υἱέες ἐν. Vind. 133. 202. ἐξ ἀλόχου] γρ. ἐξ ἀλόχων. H. 203. παλλακὶς] πιθανῶς τοῦτο, ἵνα δόξῃ ὅμοιος εἶναι τῷ ξενοδόχῳ συβώτῃ. H. Ἄλλως. πιστεύεσθαι βουλόμενος περὶ τῶν λοιπῶν ἐλαττοῖ τὸ γένος. H.Q. ἰθαιγενέεσσι] γνησίοις τέκνοις. Q.V. 204. Κάστωρ Υλακίδης] Καλλίστρατος ἐν τῇ ἐκ Μουσείου Κά- στῶρ φησὶ γεγράφθαι. H. γένος] γρ. πάις. M. 206. κυδαλίμοισι] γρ. ἠνδαλίμοισι. H. 212. εἵνεκʼ ἐμῆς ἀρετῆς] τοῦτο ἄλλως μεταβάλλων εἶπε “περὶ μὲν πολέμῳ καρτερός ἐσσι, καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος” (Il. ι, 53.). Q. 214. ἀλλʼ ἔμπης καλάμην] καὶ ἡ παροιμία, ἀπὸ τῆς καλάμης τὸν στάχυν. Q. καλάμην] τὸ γῆρας, τὸ λείψανον ὥσπερ τοῦ σώματος κατὰ μετα- φοράν. καὶ γὰρ τὸν εὐγενῆ πυρὸν ἐκ τῆς ὑπολειφθείσης καλάμης δυνάμεθα νοῆσαι. ἔστι δὲ καλάμη ἡ ὑποστάθμη τοῦ ὑπολειπομένου σίτου. καὶ πιθανῶς τῷ παραδείγματι κέχρηται ὡς ἂν πρὸς ἀγροῖκον ὄντος τοῦ λόγου. ἔστι δὲ οὐδὲν ἧττον ἐναργές. ὡς γὰρ ἀπὸ τῆς καλάμης ἔνεστι νοῆσαι τὸ κάλλος τῶν τεθερισμένων καρπῶν, οὕτως καὶ ἐκ πρεσβυτικοῦ σώματος τὴν ἀρχαίαν ἕξιν κατανοῆσαι. B.H.Q.V. 217. ῥηξηνορίην] ἀνδρείαν, παρὰ τὸ ῥηγνύειν τὴν δύναμιν τῶν ἐναντίων. H.P.Q. ῥηξηνορίην, τουτέστιν ῥήσσειν τὴν ἠνορέαν, ὅ ἐστι τὴν ἀνδρείαν καὶ γενναιότητα τῶν πολεμίων. V. κρίνοιμι λόχονδε] ἐξ ἐπιλογῆς συντάττοιμι. Q. διαχωρίζοιμι εἰς ἐνέδραν. V. 220. ὄλεσκον] ἀνήρουν, ἐφόνευον. V. 221. ὅτε μοι εἴξειε πόδεσσι] ὅτε κατελήφθη ὑπʼ ἐμοῦ. τινὲς δὲ, ὅτε εἰς φυγὴν ἐτρέπετο. B.Q. 222. ἔργον] ἡ γεωργία, ἀπὸ τῆς ἔρας. τὰς γὰρ λοιπὰς πράξεις ἔργα φάσκων ὁ ποιητὴς προστίθησι διασημαίνων ὡς ἔργον Ἄρηος. Q. 223. οὐδʼ οἰκωφελίη] τινὲς τὸ ὀφέλλειν οἴκους, ὅ ἐστιν οἰκοδομεῖν καὶ λαοξουργεῖν, ἐπεὶ λύεται ἐκ τοῦ “αἶψα δὲ οἶκος ὀφέλλετο” (233.). H.Q. 226. λυγρὰ] κατὰ πάντων τὸ λυγρά. πόλεμοι καὶ ἄκοντες καὶ ὀιστοὶ, ἅπερ εἰσὶ λυγρά. H. ῥιγηλὰ] φρικτὰ, φοβερά. V. 228. ἄλλος γάρ τʼ ἄλλοισιν] τοῦτο Ἀρχίλοχος μετέφρασεν “ὡς ἄλλος ἄλλῳ καρδίην ἰαίνεται.” H. 230. εἰνάκις] ἔνατον. V. ἐπὶ ἐννέα ἔτη. ἀντὶ τοῦ ἡγεμὼν ἐπὶ λῃστείαν ἐγενόμην. οὐ γὰρ αἰσχρὸν, καὶ Θουκυδίδης φησί. B.Q. 231. καί μοι] Ζηνόδοτος, καί σφιν. H. πάντα] γρ. πολλά. Q. λάφυρα δηλονότι. P.Q. 232. μενοεικέα] τὰ τῷ μένει μου ἐοικότα. H. ἐξῃρεόμην] ἐξαίρετα ἐλάμβανον. P. 233. λάγχανον] κληρούμενος ἐλάγχανον, ἤτοι ἀπὸ κλήρου ἐλάμ- βανον. B. 239. χαλεπὴ δʼ ἔχε δήμου φῆμις] τινὲς οὕτως, τοὺς μὴ βουλο- μένους ἀπελθεῖν ὄνειδος κατεῖχεν. Q. ἐβίαζε γὰρ ὑμᾶς. V. 246. ὅτι ὁμωνύμως τὸν ποταμὸν καὶ τὴν χώραν. νῦν δὲ τὴν χώ- ραν. H. 248. νῆας στεῖλα] εἰς πλοῦν εὐτρέπισα, ὅθεν καὶ στόλος εἴρηται. B.Q. ἐσαγείρετολαός] διὰ τοῦ ε. ὁ ναυτικὸς λαός. H. 249. ἑξῆμαρ πρὸ τοῦ πλοῦ. H. 253. ἀνέμῳ ἀκραέι] ἄκρως πνέοντι, ὅ ἐστιν ἐπιτηδείως καὶ καθαρῶς. B.H.Q. ἄκρως πνέοντι, καθαρῶς. V. 255. ἀσκεθέες καὶ ἄνουσοι] ἀντὶ τοῦ ἄπονοι καὶ ἄνευ κακοπαθείας. Q. ἀβλαβεῖς, ὑγιεῖς. V. 260. ἔρυσθαι] ἐνεστῶτός ἐστιν, ὡς πήγνυσθαι, παρακειμένου δὲ τὸ εἰρύσθαι. Q. 261. σκοπιὰς] ὀρεινοὺς τόπους ὑψηλούς. B. 262. ὕβρει εἴξαντες] πεισθέντες, ὅ ἐστιν, ὑβρισταὶ γενόμε- νοι. B. μένει σφῷ] τῇ ἑαυτῶν ὁρμῇ καὶ ἐπιθυμίᾳ συνδραμόντες. ἔθος γὰρ ἦν αὐτοῖς λῃστεύειν. B.Q. ἑαυτῶν. οὐ γὰρ οἱ ὀπτῆρες, ἀλλʼ οἱ ἐν ταῖς ναυσὶν ὄντες. B.P. 272. ἄγαγον] ἀπέφερον. V. 273. τοῦτο νόημα] γρ. ὧδε νόημα. Vind. 56. 278. αὐτὰρἐγὼ βασιλῆος] Σέθως τότε ἐβασίλευσε. B.H. 280. ἐς δίφρον δέ μʼ ἕσας ἄγεν] ἐπιβιβάσας. οὐ γὰρ ἐκαθέζοντο ἐν τοῖς δίφροις. B. ἀγαγὼν, Αἰολικῶς. Q. ἡ Αἰολικὴ, ἐς δίφρον δʼ ἀνέσας, ἀναγαγών. H. ἕσας] καθίσας. V. 286. χρήματα] γρ. κτήματα. H. 288. δὴ τότε Φοῖνιξ ἦλθε] πῶς πρὸς Ἀθηνᾶν διαλεγόμενος εὐλο- γεῖ τοὺς Φοίνικας διʼ ὧν φησι “πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξα- πατῆσαι” (ν, 277.), ὧδε δὲ τὸ ἐναντίον; ἐκεῖ μὲν προτρέπεται τὸν ξένον μὴ γενέσθαι ἀλιτόξενον, ἐνθάδε δὲ οἶδεν Εὔμαιον ὑπὸ Φοινίκων πεπραμένον. Q. 289. τρώκτης] πανοῦργος, ἀπατεών. V. φιλοκερδὴς, ἄπληστος. B.Q. 290. παρπεπιθὼν] ὀξυτόνως ἡ μετοχὴ, δευτέρου γὰρ ἀορίστου. τὸ ἑξῆς, πείσας παρήγαγε ταῖς ἑαυτοῦ φρεσί. B.Q. 294. ἐπήλυθον ὧραι] ἡ ἐπί ἀντὶ τῆς παρά. παρῆλθον οἱ καιροὶ, ὅ ἐστιν αἱ τροπαί. B.H.Q. 295. ἐς Λιβύην] τὸ ἑξῆς, ψευδέα βουλεύσας ἐπὶ νηός μʼ ἐέσσατο ποντοπόροιο ἐς Λιβύην, ἵνα οἱ σὺν φόρτον ἄγοιμι. Q. Ῥιανός φησιν, ἐφέσσατο. Ζηνόδοτος, ἐφείσατο. H. 298. ὀϊόμενός περ] ὑπονοῶν μὲν τὸ πραχθησόμενον, τῇ ἀνάγκῃ δὲ συμπλέων. Q. 300. μέσσον ὑπὲρ Κρήτης] τὸ μέσον πέλαγος ὑπερβᾶσα τὴν Κρήτην. H. μεταξὺ Κρήτης καὶ Λιβύης. ἀντικρὺ γὰρ ἀλλήλων εἰσί. B.Q. 307. ἐκ δὲ θεείου] θεαφίου. θεῖον λέγει πῦρ ἐξ ὕλης τινὸς ἀναπτο- μένης θειώδους ὀνομαζόμενον. H.Q. τεαφίου. οὕτω γὰρ ὄζει ὁ κε- ραυνός. B. 311. ἀμαιμάκετον] ᾧ οὐκ ἔστι μῆκος παραβαλεῖν. καὶ χίμαιραν θρέψεν ἀμαιμακέτην, οὐκ ἔστι μέγεθος παραβαλεῖν. H. ἀντὶ τοῦ, οὗ οὐκ ἔστι μῆκος παραβαλεῖν. B.Q. 315 γαίῃ Θεσπρωτῶν] πόλις περὶ τὰ ἔσχατα τῆς Θεσσαλίας. Q.V. 316. ἐκομίσσατο Φείδων] ἀντὶ τοῦ ἀνεκτήσατο, ἐπιμελείας ἠξίω- σεν ἐλεήσας. B.Q. 317. ἀπριάτην] ἐπίρρημα, ὡς ἄντην, μάτην, ἀντὶ τοῦ ἀπριάτως, ὅ ἐστι προῖκα. B.P.Q. οὐδὲ χρήματα, ὅ ἐστιν ὡς ἐλεύθερον. B.H.Q. Ῥιανὸς γράφει, ἀπριάδην. H. 318. αἴθρῳ καὶ καμάτῳ] οὕτως Ἀρίσταρχος, Ζηνόδοτος, Ἀριστο- φάνης. H. ψυχρότητι. αἴθρῳ ἀρσενικῶς, ὡς “ἐν πύλῳ ἐν νεκύεσ- σιν” (Il. ε, 397.), ἀντὶ τοῦ ἐν πύλῃ. B. 321. Ὀδυσῆος] λείπει ἡ περί. πολλὴν ἂν ὑπόνοιαν Εὐμαίῳ παρ- έσχε τῆς ἑαυτοῦ ἐπιγνώσεως, εἰ εἶπεν ὅτι καὶ ἐθεάσατο τὸν Ὀδυσ- σέα. H. 324. πολύκμητον] τὸν πολυδάμαστον σφύραις καὶ ἄκμονι. Q. 325. καί νύ κεν ἐς δεκάτην γενεὴν] γένος. ὁ δὲ νοῦς, τὰ χρήματα βόσκοι ἂν μέχρι δεκάτης γενεᾶς ἕτερον ἐξ ἑτέρου διαδεχόμενον παρὰ πατρὸς παῖδα. B.H.Q. ἢ οὕτως· ἄλλον καὶ πάλιν ἄλλον, ὅ ἐστιν ἕως δέκα γενεῶν, ὅ ἐστι τʼ ἔτη. H. 326. ὅσσα οἱ] πᾶσαι, τόσσα, εἶχον. H. 327. τὸν δʼ ἐς Δωδώνην] Δωδῶνα νῦν τὴν Θεσπρωτικὴν, ἔνθα τὸ μαντεῖον ἦν τοῦ Διός. ἑτέρα δέ ἐστιν ἡ Θεσσαλικὴ, ἀφʼ ἧς Ἀχιλ- λεὺς καλεῖ τὸν Δία “Ζεῦ ἄνα Δωδωναῖε Πελασγικέ.” (Il. ω, 233.). H. ποιμὴν νέμων πρόβατα ἐν τοῖς τῆς Δωδώνης ἕλεσι τοῦ πέλας ὑφείλετο ποίμνην καλλίστην, καὶ εἵρξας εἰς τὴν σφετέραν αὐλὴν ἐφύλασσεν. ὅθεν τὸν δεσπότην φασὶ ζητεῖν παρὰ τοῖς ποιμέσι τὰ κεκλεμμένα πρόβατα, μὴ εὑρόντα δὲ ἐρωτᾶν τὸν θεὸν τίς ἐστιν ὁ κλέψας. τότε πρῶτον, φασὶ, τὴν δρῦν φωνὴν ἀφεῖναι, ὅτι τῶν ἀκο- λουθούντων ὁ νεώτατος. ἐξετάσαντα δὲ τὸ λόγιον εὑρεῖν παρὰ τῷ ποιμένι νεωστὶ βοσκήσαντι τῷ χωρίῳ. ἀκόλουθοι δὲ λέγονται οἱ ποι- μένες. ἦν δὲ τὸ ὄνομα Μαρδύλας ὁ κλέψας. τοῦτον λέγεται προσορ- γισθέντα τῇ δρυὶ θελῆσαι αὐτὴν ἐκκόψαι νύκτωρ. πελειάδα δὲ ἐκ τοῦ στελέχους ἀνακύψασαν ἐπιτάξαι μὴ τοῦτο δρᾶν. τὸν δὲ δειματωθέντα μηκέτι τοῦτο τολμῆσαι, μὴ θιγεῖν τοῦ ἱεροῦ τούτου δένδρου. οὐ μὴν ἀλλὰ καὶ διὰ τὸ τόλμημα μηνῖσαι αὐτῷ τοὺς Ἠπειρώτας. ὅθεν καὶ λαβόντας δίκην ταύτην εἰσπράξασθαι τῆς ἀπʼ αὐτοῦ ὑπομονῆς τὸν μάντιν προάγει. ἡ ἱστορία παρὰ τῷ Προξένῳ. Q.V. 328. ἐπακούσῃ] παροξυτόνως τὸ ἐπακούσαι. ἐπακούσῃ Ἀρίσταρ- χος, Ἀριστοφάνης ἐπακούσαι. H. 331. ἀποσπένδων] οὕτως Ἀρίσταρχος. ἡ δὲ Αἰολὶς ἐπισπένδων. H. Vind. 133. 332. κατειρύσθαι] παρακειμένου ἐστί· διὸ παροξύνεται. H. 334. ἀντὶ τοῦ ἀπερχομένη, μέλλουσα ἀπιέναι· ὅ ἐστι, συνέβη ἄν- δρας Θεσπρωτοὺς θέλειν ἀποπλεῦσαι εἰς τὸ Δουλίχιον. H. ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε] ἀλλὰ ἐμὲ πρότερον πλεῦσαι ἐποίησεν. νοητέον δὲ ὅτι ὕστερον μετὰ τὸ ἀποστρέψαι τὸν Ὀδυσσέα ἐκ τῆς Δωδώνης μέλλει αὐτὸν ἐκπέμψαι ὁ Φείδων μετὰ νηὸς καὶ ἀνδρῶν ἰδίων. Q. 335. πολύπυρον] γρ. πολύμηλον. H. Vind. 56. et 133. 376. ὡς ἐμοῦ δηλονότι τοῦτο αἰτησαμένου. H. βασιλῆϊ Ἀκάστῳ] καὶ πῶς ἐν Ἰλιάδι Μέγητά φησιν εἶναι βασι- λέα Δουλιχίου; βασιλέας οὖν τοὺς δυνάστας φησί. H.Q. 338. πάγχυ δύης] λείπει ἡ ἐξ, ἵνʼ ᾖ, ἐκ τῆς δύης ἐπὶ βλάβην ἔλθοιμι, ἢ ἐπὶ ταῖς συμβεβηκυίαις τιμωρίαις ἄλλην βλάβην ὑπομεί- ναιμι. B. Ἀριστοφάνης, δύῃ ἐπὶ πῆμα γένηται, ἀντὶ τοῦ ἐπὶ τῇ δύη· ἵνα μοι πῆμα ἄλλο γένηται. δύναται δὲ λείπειν ἡ ἐξ, ἵνʼ ᾖ ἐκ τῆς δύης ἐπὶ βλάβην ἔλθοιμι. H. 343. Ῥιανὸς, ῥωγαλέον. H. 348. γναπτὸν λέγεται τὸ ἐπικαμπὲς καὶ ὥσπερ εἰς ἑαυτὸ καμπυ- λοειδῶς νεῦον, ἐξ οὗ δὴ τὸ ἀνέγναψαν, ἤτοι ἀπὸ τοῦ γναπτοῦ ἐποίησαν καὶ διέλυσαν τὸν σχοῖνον. H. δεσμὸν ἀνέγναμψαν] ἀνέλυσαν. τῇ γὰρ συνδέσει κεκαμμένα ἦσαν τὰ σχοινία. B. 349. Ἀριστοφάνης, κεφαλὴν δέ. H. 350. ξεστὸν ἐφόλκαιον] τὸ ἐπακολουθοῦν τῇ μεγάλῃ νηὶ σανδά- λιον, παρὰ τὸ ἐφέλκεσθαι τῇ νηί. ἢ τὸ πηδάλιον. B. ἐφόλκιον] πηδάλιον, ἀπὸ τοῦ ἐφέλκεσθαι τὴν ναῦν, ἢ ἐφέλκεσθαι ὑπὸ τῆς νεώς. P.V. 352. θύρηθʼ] τὸ πλῆρες θύρηθεν. μάλα, φησὶ, μετὰ τὸν πλοῦν ἐγενόμην ἔξωθεν τῆς θαλάσσης. τὸ γὰρ θύρηθεν σημαίνει τὸ ἔξωθεν ὅπερ Ἀττικοὶ θύρῃσι λέγουσι. H.Q. θύρηφι] ἔξω ἀγόμενος. V. 353. δρίος] σύνδενδρον χωρίον, δρυώδης καὶ σύσκιος τόπος. Q. 356. μαίεσθαι] ἐπιζητεῖν τὴν ἐμὴν εὕρεσιν. H. 361. ὦ] γρ. ἄ. H. ἂ δειλὲ] τὸ ᾱ θαυμαστικὸν ἀντὶ τοῦ, τί ὦ δειλὲ καὶ ἄθλιε πλέον τῶν ἄλλων ξένων. H. Vind. 133. 366. νόστον] ὅτι ἤχθετο ὁ νόστος δηλονότι. H. 368. τολύπευσεν] μετὰ κακοπαθείας ἤνυσεν. Q. 369. τῷ κέν οἱ τύμβον] εἰ γὰρ ἐν Τρωσὶν ἐκεῖνος ἀπέθανεν, ἐποίη- σαν ἂν αὐτῷ καὶ τύμβον οἱ Ἕλληνες. Q. 372. ἀπότροπος] κεχωρισμένος, ἄπωθεν τῆς πόλεως σὺν τοῖς ἐμοῖς τέκνοις τετραμμένος. B.Q. 375. οἱ μὲν —] καὶ ὧδε καὶ ἐν τοῖς ἑξῆς δύο στίχοις τὸ ἄρθρον ἐστί. H. ἐξερέουσιν] ἀλλʼ οἱ μὲν ἐν τῇ πόλει διατρίβοντες ζητοῦσι περὶ τοῦ Ὀδυσσέως, καὶ ὅσοι λυποῦνται ἀπελθόντος αὐτοῦ καὶ ὅσοι χαίρουσιν, οἱ μὲν ὡς ἐπιθυμοῦντες μαθεῖν εἰ ζῇ, οἱ δὲ εἰ ἀπέθανεν ὡς χαίροντες ἐπὶ τούτῳ. B.Q. 381. ἐμὰ πρὸς δώματ᾿] γράφεται καὶ, ἐμὸν πρὸς σταθμόν. B. 383. ἀκειόμενον] θεραπεύοντα, ἀνορθοῦντα, φιλοκαλούμενον. τινὲς δὲ ῥάπτοντα, καὶ ἀκεστρίας τὰς ῥαπτρίας. B.H.Q. 384. ὀπώρην] νῦν τὸ μετόπωρον. V. θέρος ὅτε θερίζεται ὁ σῖτος· ὀπώρη ὅτε τρυγᾶται ἡ ὀπώρα· νῦν δὲ τὸ φθινόπωρον. H. 389. λείπει τὸ ξενίσω. Vind. 133. 392. οἷον] ἀντὶ τοῦ, οἷος οὐδὲ ὀμόσας ἐφειλκυσάμην σε εἰς πειθώ. B.H. ἔφερόν σε εἰς τὸν ἐμὸν λόγον. H. 393. ἀλλʼ ἄγε δὴ ῥήτρην] τὴν ἐπὶ ῥητοῖς καὶ ὁμολογουμένοις πράγμασι συνθήκην καὶ ὁμολογίαν. V.Q. ὕπερθεν] γρ. ὄπισθεν. Vind. 133. 394. μάρτυροι] ἀντὶ τοῦ μάρτυρες· ἡ γὰρ εὐθεῖα ὁ μάρτυρος. H.Q. 396. πέμψαι] ἀντὶ τοῦ πέμψον. B. 397. Δουλίχιον] πόλις τῆς Κεφαλληνίας. V. εἰς Κεφαλληνίαν. Vind. 50. 398. εἰ δὲ καὶ μὴ ἔλθῃσιν ἄναξ] εἰ δὲ μὴ ἔλθοι ὁ σὸς ἄναξ ἤτοι Ὀδυσσεὺς ὡς ἀγορεύω, τοὺς σοὺς δμῶας καὶ δούλους ἐπισπεύσας αὐτοῖς καὶ κελεύσας βαλέειν ἐπὶ πέτρας ἐμὲ θέλησον ἤτοι κατα- κρημνίσαι, ὅπως καὶ ἄλλος πτωχὸς φυλάσσηται μὴ τὰ ψευδῆ λέγειν τοῖς ὑπερέχουσιν. Q. 299. ἐπισσεύας] ἀντὶ τοῦ ἐπίσσευον, ἐπίταξον. B. ἐπισσεύας] κελεύσας, ἐφορμήσας. H.V. 402. εὐκλείη] εἰρωνικῶς. Q. 403. ἅμα τʼ αὐτίκα καὶ μετέπειτα] ὡς ἐν ἤθει συλλήβδην καὶ νῦν καὶ ὕστερον. H. 406. λιτοίμην] ἱκετεύσαιμι. V. ἀλιτοίμην] ἁμαρτήσαιμι. H. αὐθαιρέτως καὶ ἑκουσίως ἁμάρτοιμι εἰς τὸ θεῖον. ἢ μετ᾿ εἰρωνείας φησὶ, λιτανεύσαιμι ἂν καὶ εὐξαίμην ποτὲ εὐπροσώπως τὸν Δία, ἐάν σε ἀδικήσω. B.H.Q. 410. ἀγχίμολον] τοπικὸν ἐπίρρημα ἢ χρονικὸν ὡς τὸ ἔναγχοε. B. 411. ἔρξαν] συνέκλεισαν, κατέκλεισαν. ψιλωτέον δὲ τὸ ἔρξαν ἀντὶ τοῦ κατέκλεισαν. τὸ γὰρ δασυνόμενον ἀντὶ τοῦ ἔθυσαν. ἐτυμολογεῖ- ται δὲ τὸ ἔρξαν ἀντὶ τοῦ ἔκλεισαν ἀπὸ τοῦ εἴργω τὸ κωλύω, τὸ δὲ ἕρξαν ἀντὶ τοῦ ἔθυσαν ἀπὸ τοῦ ἔρδω τὸ θύω. B.Q. 415. τηλεδαπῷ] πόρρωθεν ἀφιγμένῳ ἢ ξένῳ. H. ὀϊζὺν] ἔστιν οἴ ἐπίρρημα σχετλιαστικὸν καὶ σημαίνει τὴν κακο- πάθειαν. καὶ ἐξ αὐτοῦ γίνεται ῥῆμα οἴζω καὶ κατὰ διάλυσιν ὀίζω, καὶ πλεονασμῷ τοῦ υ ὀϊζύω, καὶ ἐξ αὐτοῦ ὀϊζύς. H.Q. 417. νήποινον] ἀνεμποδίστως, ὑπὲρ οὗ ποίνην οὐδεὶς εἰσπράσσε- ται. B. 425. σχίζῃ] σχίζη λέγεται τὸ ἀποσχισθὲν μέρος τοῦ ξύλου. H. ἣν λίπε κείων] ἀπὸ τοῦ κέω τοῦ σημαίνοντος τὸ κλῶ. κλῶν γὰρ τὰ ξύλα ταύτην εἴασε τὴν σχίζαν ὡς ἐπιτηδείαν εἰς τὸ κρούειν τὰ ἱερεῖα. ἢ κείων ἀντὶ τοῦ καίων, ἔνθεν καὶ τὸ “κειάμενοι πυρὰ πολ- λά” (Il. ι, 234.). καίων οὖν τὰ ἄλλα ξύλα ταύτην κατέλιπεν καὶ οὐκ ἐνέκαυσεν, ὡς ἐπιτηδείαν πρὸς τὸ τύπτειν τὰ ἱερὰ τῆς σφαγῆς. B.H.Q. κείων] σχίζων, ἢ καίων. V. 427. αἶψα δέ μιν διέχευαν] εἰ κατέτεμε, πῶς πάλιν ἐμίστυλλον; ἀλλὰ τὸ μὲν διέχευαν, ἐμέλισαν, τὸ δὲ μίστυλλον, εἰς μικρὰ τὰ κρέατα ἔνεμον. τινὲς δὲ τὸ διέχευαν, εἰς τὸ πλάτος διέθηκαν. B.Q. ὠμοθετεῖτο] οὐχ, ὡς τινὲς, τὴν ὠμοπλάτην τοῖς θεοῖς ἐπετίθει, ἀλλὰ πάντοθεν ἀρχόμενος. B.Q. ὠμῶν ὄντων τῶν κρεῶν ἀπήρχετο τοῖς θεοῖς. V. 428. πάντοθεν ἀρχόμενος] Ἀρίσταρχος πάντων, αἱ δὲ εἰκαιότεραι πάντοθεν. H. 429. παλύνας] καταπάσας αὐτὰ τῷ ἀλεύρῳ. οἱ δὲ, μάζας ποιήσας καὶ συμπλάσας αὐτὰ τῷ ἀλεύρῳ, καὶ καταπάσας αὐτὰ τῷ δώρῳ ἤτοι τῷ σίτῳ, ἵνα καὶ ἐκ τοῦ ἄρτου ἀπάρχωνται. B.H.Q. ἐπιπάσας, ἵνα καὶ τοῦ ἄρτου ἀπάρχωνται. ἢ ὅτι πρὸ τῆς τοῦ λιβανωτοῦ εὑρέσεως ἀλφίτοις πρὸς τὸ θυμιᾶν ἐκέχρηντο. εἰς μνήμην οὖν τῆς παλαιᾶς διαίτης καὶ οἱ μεταγενέστεροι ἄλφιτα ἐθυμίων μετὰ τῶν ἀπαρχῶν. Q. ἀνατρίψας καὶ μαζοποιήσας. V. 432. ἐλεοῖσιν] μαγειρικαῖς τραπέζαις. B. δασύνεται τὸ ἑλεοῖ- σιν. H. ἂν δὲ συβώτης] ἀνίστατο δὲ ὁ συβώτης μαγειρεύσων. H. 433. δαιτρεύσων] κατακόψων αὐτά. B. κατακόπτων αὐτὰ, μα- γειρεύων. Q. δαιτρεύων] μερίσων. V. 435. τὴν μὲν ἴαν νύμφῃσι] ὡς ποιμενικοῖς προστάταις. B.Q. καὶ Σιμωνίδης θύειν αὐτούς φησι Νύμφαις καὶ Μαιάδος τόκῳ, οὗτοι γὰρ ἀνδρῶν αἷμʼ ἔχουσι ποιμένων. B.H.M.Q.V. ταύτην οἱ νεώτεροι Ἄτλαντος παῖδά φασι. H. 436. θῆκεν] ἐν μέρει ἔθηκε. B. 437. νώτοισιν διηνεκέεσσι] συνεχέσι νωτιαίοις κρέασι. κατʼ ἐξαί- ρετον αὐτὸν ἐτίμα δίχα τῶν μερίδων. B.Q. 438. κύδαινε] εὔφραινε. H. 443. δαιμόνιε] ὦ κακοδαιμονέστατε. τοῦτο δέ φησιν οἰκτείρων καὶ συμπαθῶν. B.Q. 446. ἄργματα θῦσε] τὰς ἀπαρχὰς τῶν μερίδων, ἢ τὰ ἀπομερι- σθέντα τοῖς θεοῖς. θῦσε, δὲ, ἐθυμίασεν. οὐδέποτε γὰρ θῦσαι ἐπὶ τοῦ σφάξαι ἱερεῖόν φησι. B.Q. 447. καὶ τοῦτο ἐξ ἐπαναλήψεως ἐπʼ αὐτοῦ τοῦ Ὀδυσσέως. H. 449. Μεσαύλιος] ὄνομα κύριον. V. ἀπὸ τῆς μεσαύλου, τῆς κατʼ ἀγροὺς ἐπαυλίας τὸ ὄνομα. ὁ νοῦς, τὸν Μεσαύλιον δοῦλον ὄντα ἐξω- νήσατο ὁ συβώτης, καὶ οὕτως ἐκτήσατο μόνος τοῦ Ὀδυσσέως ὑπο- χωρήσαντος. Q. 457. σκοτομήνιος] ἀσέληνος, σκοτεινή· ἢ καθʼ ἣν ἡ σελήνη ἀπε- σκότωται τῇ πρὸς τὸν ἥλιον συνόδῳ. μήνη γὰρ ἡ σελήνη. V. καθʼ ὃν καιρὸν οὐκ ἔστι σελήνη. P. 458. Ζέφυρος μέγας αἰὲν ἔφυδρος] ὕδωρ ἐπάγων. V. ὑετὸν ἐπα- γόμενος. οὐκ ἀεὶ, ἀλλʼ ἐν χειμῶνι. B.Q. 463. εὐξάμενος] μάρτυρα τὸν θεὸν ἐπικαλούμενος ὅτι ἀληθεύω. ἢ καυχησάμενος. B.Q. 464. ἠλεὸς] ἠλιθοποιὸς, μάταιος. V. 466. προέηκεν] οὕτως αἱ Ἀριστάρχου. ὁ δὲ Ἀριστοφάνης, παρέ- θηκεν, ὃ καὶ ἄμεινον. H.Q. Vind. 133. ἄρρητον ἄμεινον] ὅπερ τὸ λόγιον κρεῖττον ἦν μεῖναι ἄλεκτον. B.Q. 467. ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον] ἀλλʼ ἐπεὶ κατὰ πρώτην ἐπιβουλὴν λέγειν ἠρξάμην, οὐ μὴ ἐπικεύσω ἤτοι κρύψω ὅπερ εἰπεῖν ὑπεσχό- μην. Q. 468. εἴδ᾿ ὣς ἡβώοιμι] ἔνθεν δῆλον ὅτι τὸ εὐξάμενος ἀντὶ τοῦ καυ- χησάμενος. H.Q. 474. τεύχεσι γρ., οὐ τείχεσι. H. 476. πηγυλίς] ὀξυτόνως τὸ πηγυλίς, ἀντὶ τοῦ παγετώδης. B.Q. πηγυλίς] παγετὸς, ψυχρά. πάχνη] πυκνότης ἀέρος ψυχρά. V. χιὼν] ἡ χιὼν δροσῶδές ἐστιν ὕδωρ καταφερόμενον. ἔπειτα πηγνυ- μένη διὰ τὸ ψῦχος καλεῖται πάχνη· εἰ δʼ ἐπὶ πολὺ, κρύσταλλος. πάχνη οὖν ἐστιν ἡ πεπηγυῖα χιών. δηλοῖ δὲ διὰ τῶν λεγομένων τὴν προσθήκην τῆς ψύξεως. ἡ γὰρ χιὼν λεπτὴ, ἡ πάχνη παχυτέρα, ἡ κρύσταλλος παχυτάτη. B.H.Q. 477. περιτρέφετο] ἐπήγνυτο. ὅθεν καὶ τροφὴ ἡ πηγνύουσα τὸ σῶμα. B.H.Q. 481. ἀφραδέως] γρ. ἀμαθίᾳ. γρ. ἀφραδίῃ. H. 482. ζῶμα] νῦν προφανῶς ζῶμα τὸν χιτῶνά φησιν, ὡς διὰ τῶν ἐξῆς δῆλον “παρά μʼ ἤπαφε δαίμων οἰοχίτωνʼ ἔμεναι.” τινὲς δὲ ζῶμα φαεινὸν τὸν σιδηροῦν χιτῶνα. H. 485. ἐμμαπέως] ταχέως, προθύμως. V. ταχέως, ἅμα τῷ λόγῳ. οὕτω δὲ Φιλόξενος σχηματίζει τὴν λέξιν ἐν δευτέρῳ Περὶ μονοσυλλά- βων ῥημάτων· παρὰ τὸ ἔπος γράφουσι σύνθετον τὸ ἀμεπής, ὡς ψεῦ- δος ἀψευδής. εἶτα ἐξ αὐτοῦ γράφουσι μεσότητος ἐπίρρημα ἀμεπῶς, ὡς ἀψευδῶς, καὶ ἐν Ἰωνικῇ διαλύσει ἀμεπέως, ὡς ἀψευδέως. καὶ ἐπεὶ τρεῖς βραχεῖαι ἀλλεπάλληλοι οὐ συνίστανται, τῷ διπλασιασμῷ τοῦ μ καὶ ἀντιπαραχυρήσει τοῦ α καὶ ε γίνεται ἐμμαπέως. B.H.Q. Vind. 133. 488. Καλλίστρατος, παρά μʼ ἤλασε. H. Vind. 133. 489. ἔμεναι] Καλλίστρατος, ἴμεναι. H. Vind. 133. 490. ὁ δʼ ἔπειτα νόον σχέθε] ὁ δὲ Ὀδυσσεὺς ἀκούσας ὧν εἶπον αὐ- τῷ τὸν νοῦν ἐκράτησεν οὕτως, καθὼς πέφυκεν εἶναι αὐτὸς περί τε τὰς βουλὰς καὶ τὴν μάχην. H. Vind. 133. γρ. σχέτο. M. 491. οἷος ἐκεῖνος] ποταπὸς ἦν ἐκεῖνος. θαυμαστικόν. B. 495. κλῦτε φίλοι, θεῖός μοι] ἀθετεῖται ὡς ἐκ τῆς Ἰλιάδος (β, 56.) μετενηνεγμένος. γελοῖον δὲ εἰπεῖν καὶ τὸν ἐν λόχῳ καθυπνωκέναι. ὁ δὲ νοῦς, θεῖός μοι ὄνειρος ἐφάνη. λοιπὸν τὰ παρὰ τοῦ ὀνείρου ῥηθέντα ἐπάγει, ἐπειδὴ τῶν νηῶν πόρρω ἐσμὲν, ἀπέλθῃ τις καὶ εἴπῃ τῷ Ἀγα- μέμνονι πλείους ἡμῖν ἀπὸ τῶν νεῶν πέμψαι συμμάχους, ἵνα μὴ πόρ- ρωθεν ὄντες τῶν ὁμοφύλων ὀλίγοι ὑπάρχοντες βλαβῶμεν ὑπὸ τῶν πολεμίων. H. 496. τινὲς φασὶν ἐνίους ἠγνοηκότας τὸ ἔθος τοῦ ποιητοῦ, ὅτι ἔθος ἐστὶν αὐτῷ ἀπὸ τοῦ γάρ ἄρχεσθαι, διὰ τοῦτο πεπλακέναι τὸν στίχον. H. εἵη] πορεύοιτο. V. 500. βάλε] ἀπέθετο. γρ. θέτο. H. 503. ὣς νῦν ἡβώοιμι] αἴθε οὕτως ἀκμάζοιμι ὡς καὶ τὸ πάλαι, ἵυ᾿ αἰδεσθείς τις τὸ γενναῖον τῆς νεότητος ἔδωκέ μοι χλαῖναν. νῦν γὰρ ἀτιμάζουσί με πένητα. H. εἴθε μοι τις δοίη τῶν χοιροβοσκῶν ἱμάτιον ῥιγῶντι, δυσὶ τρόποις, φιλότητί τε καὶ ἀνδρὸς ἀγαθοῦ αἰδοῖ, ἤγουν ἐντροπῇ. καὶ ὁ Ἀθηνο- κλῆς προηθέτει. ἀφανίζουσι γὰρ τὸ χωρίον τοῦ αἰνίγματος διαρρήδην αἰτοῦντος· ἄλλως τε καὶ ὁ Εὔμαιος ὕστερον λέγει “αἶνος μέντοι ἀμύμων ὃν κατέλεξας.” H. 508. αἶνος μέντοι] αἰνιγματώδης ὁ λόγος ὃν εἶπες. B. αἶνος] ἔπαινος, ὁ εἰς προτροπῆς περιπέτειαν παραινετικήν. καὶ Ἀρχίλοχος δὲ λέγει, αἶνός τις ἀνθρώπων ὡς ἄρα ἀλώπηξ καὶ αἰετὸς ξυνωνίην ἔμιξαν. αἶνος δέ ἐστι καὶ ὁ ὑποβεβλημένος λόγος. M.V. 509. παρὰ μοῖραν ἔπος] ἀσύμφορον, ἀνόητον. B. 511. ταλαπείριον] τὸν τλάντα πείρας πολλῶν πραγμάτων. Q. 512. ῥάκεα] παλαιὰ καὶ διερρωγότα ἱμάτια. τὸ δὲ δνοπαλίξεις ἀντὶ τοῦ ἀμφιέσεις, συρράψεις. δνοπαλίζειν τὸ ἐν χερσὶν ἔχειν, παρὰ τὸ δονεῖν ταῖς παλάμαις τὸ ληφθέν. τὸ δὲ ῥάπτεις προστακτικῶς ἀντὶ τοῦ ῥάπτε. H. δνοπαλίξεις] διὰ χειρῶν ἕξεις. οἱ γὰρ ῥακοφοροῦντες συνεχῶς ἐφέλκονται αὐτὰ εἰς τοὺς γυμνοὺς τόπους τοῦ σώματος. παρὰ τὸ δονεῖν ταῖς παλάμαις τὸ ληφθέν. Καὶ ἄλλως. ῥάπτεις τὰ σὰ ῥάκη διεσχισμένα ὄντα. τὸ δὲ ῥάπτεις ἀντὶ τοῦ ῥάπτε. B.Q. 513. αὐτὰρ πολλαὶ χλαῖναι] χλαῖναι αἱ χλαμύδες καὶ τὰ ἔξωθεν περιβλήματα καὶ αἱ χλανίδες. B.H.Q. ἐπημοιβοί τε] ἤτοι ἃς ἀμείψασθαί τις δύναται, ἢ καταλαμβάνειν εἴ ποτε χειμὼν εἴη, ἢ ἄλλην ἀλλάσσειν ἀντὶ ἄλλης. χιτῶνες δὲ τὰ ἔσωθεν ἀνδρῶν ἱμάτια. B.Q.V. 521. παρεχέσκετʼ ἀμοιβὰς] ἔν τισι διὰ τοῦ χ, ἵνʼ ἥ, ἥτις παρεῖ- χεν αὐτῷ τὰς ἀμείψεις εἰς τὸ μεταμπίσχεσθαι. ἄκυρον δέ· οὐ γὰρ ἡ χλαῖνα παρεῖχε τὰς ἀμοιβὰς, ἀλλʼ αὐτὴ παρέκειτο εἰς τὸ ἀμείβε- σθαι. καὶ ἐπὶ τῶν Φαιάκων “εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί” (θ, 249.). H.Q. παρεκέσκετʼ ἀμοιβὰς] παρέκειτο ἡ χλαῖνα ἀμοιβὰς οὖσα, ὅ ἐστιν ὑπʼ ἀμοιβῇ κειμένη. τοῦτο δὲ ἐπεὶ τοῖς ἥρωσιν ἅτε δὴ ἀνδρείαν ἐπι- δεικνυμένοις ἀπρεπὲς ἐλογίζετο δύο χλαίνας ἀμπέχεσθαι. διὸ ἔφη αὐτὴν ἀμοιβάδα· ὡς γὰρ στερεωτέραν ἐκείνην τὴν χλαῖναν παρέθηκεν, ἵνα τέως μὲν τῇ ἐλαφροτέρᾳ καλύπτοιτο, εἰ δὲ χειμάσει, ἀμείψας ταύτῃ χρήσαιτο. δύο γὰρ φορεῖν ἀπρεπὲς ἦν τότε. B.H.Q. ἀμοιβὰς] τινὲς ἐπιρρηματικῶς ἀκούουσιν ἀντὶ τοῦ ἀμοιβήδην ἕν- νυσθαι. H. παρεῖχε τὰς ἀμοιβὰς καὶ ἐναλλαγάς. ἢ παρεκέσκετο, παρέκειτο ἀμοιβὰς ἐσθὴς ἐναλλασσομένη. V. 522. Ἀριστοφάνης καὶ Ῥιανὸς, εἴνυσθαι, ὡς τὸ “θριξὶ δὲ πάντα νέκυν καταείνυον” (Il. ψ, 135.). H. 523. παρʼ αὐτὸν] πλησίον αὐτοῦ, οὐ τῇ αὐτῇ σκέπῃ σκεπόμε- νοι. H. 525. ἥνδανεν] ἀπὸ τοῦ ἥθω γίνεται, τὸ εὐφραίνω. B. 526. χαῖρε δʼ Ὀδυσσεὺς] ἔχαιρεν ὁ Ὀδυσσεὺς ὅτι ὁ συβώτης χωρὶς ὢν αὐτοῦ οὐκ ἐπαύετο φροντίζων τοῦ Ὀδυσσέως τῆς ζωῆς καὶ τοῦ βίου. Q. 528. ὅπλα ἐφόρει ἀκόντιον καὶ ξίφος. H. 529. ἀλεξάνεμον μάλα πυκνὴν] παρὰ τῶν ἀγροικοτέρων λεγομένην κάπα. Q. Vind. 133. ἀλεξάνεμον, βοηθὸν ψύχους, δυναμένην ἀντι- πράττειν ἀνέμῳ, ἢ ἀπείργουσαν τοὺς ἀνέμους. Vind. 133. 530. ἂν δὲ νάκην] γρ. ἐν. H. Vind. 133. νάκην] δέρμα αἰγὸς δασύμαλλον. V. γράφεται νάκος παρὰ Θεο- κρίτῳ. Vind. 133. 531. ἀλκτῆρα] ἀποσοβητῆρα. B. 533. ὑπιωγῇ] τὴν πέτραν τοῦ Βορρᾶ ὑπιωγὴν εἶπε, παρόσον οὐ διαβαίνει αὐτὴν ὁ ἄνεμος, ἀλλʼ αὐτόσε ἄγνυται αὐτοῦ ἡ ἰωὴ, ὅ ἐστιν ἡ πνοή. H. ὑπιωγῇ] σύνθετόν ἐστι τὸ ὄνομα ἀντὶ τοῦ, ἐν τῷ σκέποντι καὶ ἀπείργοντι τὸν βορρᾶν τόπῳ. τὴν δὲ πέτραν τοῦ βορρᾶ ὑπιωγὴν εἶπε παρόσον οὐ διαβαίνει αὐτὴν ὁ ἄνεμος, ἀλλʼ αὐτόσε ἄγνυται αὐτοῦ ἰωή. B. ὑπʼ ἰωγῆς] ἀπανεμίας, ἡσυχίας. B. ἰωγῇ] τῇ σκέπῃ. V. Ἐρεχθεὺς ὁ τῶν Ἀθηναίων βασιλεὺς ἴσχει θυγατέρα τοὔνομα Ὠρεί- θυιαν κάλλει διαπρεπεστάτην. κοσμήσας δὲ ταύτην ποτὲ πέμπει κανηφόρον θύσουσαν εἰς τὴν ἀκρόπολιν τῇ πολιάδι Ἀθηνᾷ. ταύτης δὲ ὁ Βορέας ἄνεμος ἐρασθεὶς λαθὼν τοὺς βλέποντας καὶ φυλάσσοντας τὴν κόρην ἥρπασεν. καὶ διακομίσας εἰς Θράκην ποιεῖται γυναῖκα. γίνονται δὲ αὐτῷ παῖδες ἐξ αὐτῆς Ζήτης καὶ Κάλαϊς, οἳ καὶ διʼ ἀρετὴν μετὰ τῶν ἡμιθέων εἰς Κόλχους ἐπὶ τὸ νάκος ἔπλευσαν ἐν τῇ Ἀργοῖ. ἡ δὲ ἱστορία παρὰ Ἀκουσιλάῳ. H. V.

---

Scholia in Homerum, Scholia in Odysseam, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg007.local001/.
