Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΟΔΥΣΣΕΙΑΝ., Book 15
Scholia in Homerum, Scholia in Odysseam 15.ΑΛΛΩΣ.-2
Not analysed yet
Ἀθηνᾶς Τηλεμάχῳ κατʼ ὄναρ παρακελευσαμένης αὐτὸν καὶ Πει- σίστρατον παρὰ Μενελάῳ δῶρα λαβόντας ἀπιέναι, Πεισίστρατος μὲν μετὰ τῶν ἁρμάτων ἄπεισι πρὸς τὸν πατέρα, Τηλέμαχος δὲ Θεο- κλύμενον τὸν μάντιν ἀναλαβὼν εἰς τὴν ναὕν ἀποπλεῖ. γίνεται δὲ ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς Εὔμαιον ὁμιλία, καθʼ ἢν Εὔμαιος ἀπαγ- γέλλει ὡς ἀπὸ τῆς ἠπείρου διά τινων ἐμπόρων ἐδουλαγωγήθη, καὶ ὡς ἦλθεν εἰς τὴν Ἰθάκην καὶ Λαέρτου πειρᾶται δεσπότου. P. Q.