# Scholia in Odysseam 15.4.1

Scholia in Homerum, Scholia in Odysseam, ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΟΔΥΣΣΕΙΑΝ., Book 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-odysseam/15.4.1

1. ἡ δʼ εἰς εὐρύχορον] οὐ νῦν, ἀλλʼ ὅτε τῷ νυμφαίῳ τὴν πατρίδα ἐγνώρισεν ὁ Ὀδυσσεύς. λέγει οὖν ἐκεῖ “τώγʼ ὣς βουλεύσαντε διέ- τμαγεν, ἡ μὲν ἔπειτα εἰς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖ δʼ Ὀδυσῆος” (ν, 439.). Q. 5. εὕδοντε] καθεύδοντε, δυϊκῶς. V. συλληπτικὸς δὲ ὁ τρόπος, ἀγρυπνεῖ γὰρ ὁ ἕτερος, ἢ ἀντικείμενος ἐπὶ τῷ εὕδειν. H. 6. πρὸς τὸ δεύτερον πρῶτον ἀπήντησεν. καὶ ἀντίπτωσις ἀντὶ τοῦ ὑπὸ μαλακοῦ ὕπνου δεδμημένον. H. 8. ἤθροιζεν οὗτος καὶ συνῆγεν· ἢ τὰ μελεδήματα ἐκεῖνον διανίστη καὶ διήγειρεν. H. νύκτα διʼ ἀμβροσίην] ἀμβροσίαν λέγει τὴν νύκτα ὡς ἄφθαρτον. οὐ γὰρ πέφυκεν αὕτη ὑπὸ τῶν βροτῶν ἡττᾶσθαι, ἀλλὰ μᾶλλον νικᾶν ἐσαεὶ, καθάπερ ἀνάσσειν τὸν ὕπνον λέγεται θεῶν καὶ ἀνθρώπων (Il. ξ, 233.). Q. 9. ἀγχοῦ δʼ ἱσταμένη] οὐκ ἀναγκαῖον ὁμοιοῦσθαι ἀνθρώπῳ τὴν Ἀθηνᾶν ἅτε μὴ φαινομένην νυκτὸς οὔσης. Q. 10. τὸ ἀπό ἀναστρεπτέον· τὸ δὲ ἀλάλησαι προπαροξυτόνως· ἢ ὅτι ἀπὸ τοῦ ἀλάλημι. H. 12. ἄσωτοι γὰρ οἱ μνηστῆρες, ὥστε μὴ δυνάμενοι φυλάξαι. H. 13. τηϋσίην] ματαίαν. γίνεται δὲ ἀπὸ τοῦ αὕτως ἀντὶ τοῦ μά- την. B. Q. 14. αἱ τῶν ἀνάνδρων βουλαὶ κατὰ καιρὸν συμβουλῆς τῆς μαχί- μου συστέλλονται, καὶ ἀγεννῶς πολλάκις ἐκλιμπάνουσι τῇ πρὸς τοὺς ἐναντίους δειλία· διὰ τοῦτο, φησὶν, ὁ Μενέλαος γενναῖος ὑπάρχων περὶ τὸν πόλεμον ἀγαθὸς τὴν βοὴν εἶναι λέγεται. H. 16. ὅτι Ἰθακήσιος ὁ Ἰκάριος, οὐ Σπαρτιάτης, ἀδελφὸς Τυνδά- ρεω. H. ἀδελφοὶ τῆς Πηνελόπης δύο, Σῆμος καὶ Αὐλήτης· ὁ δὲ Ἰκάριος ἐκ Μεσσήνης ἦν τῆς Κεφαλληνιακῆς· ἐπεὶ οὐχ ὁρᾶται ἐν Ἰθάκῃ ἀνα- στρεφόμενος. ἀλλʼ οὐδὲ Λάκων· ὅθεν οὐδὲ ἐνέτυχε αὐτῷ Τηλέμαχος ἐν τῇ εἰς Λακεδαίμονα ἀποδημίᾳ. H. ἤδη γάρ ῥα πατήρ τε] Ἰκάριος ὁ Οἰβάλου γαμεῖ Δωροδόχην τὴν Ὀρτιλόχου, ἢ κατὰ Φερεκύδην Ἀστεροδίαν τὴν Εὐρυπύλου τοῦ Τε- λέστορος. πυθόμενος δὲ Λαέρτης περὶ τῆς Πηνελόπης ὅτι καὶ τῷ κάλλει καὶ ταῖς φρεσὶ διαφέρει πασῶν τῶν καθ᾿ ἑαυτὴν γυναικῶν ἄγεται αὐτὴν τῷ παιδὶ Ὀδυσσεῖ πρὸς γάμον. ἢ τοσαύτην εἶχεν ἀρετὴν ὥστε καὶ τὴν Ἑλένην τὴν ἐκ Διὸς οὖσαν τῷ τῆς ἀρετῆς ὑπερβάλλειν κάλλει. ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ καὶ Φερεκύδῃ. Q. V. 17. ὁ γὰρ περιβάλλει] ὅμοιον ἐστι τῷ “ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι” (Il. ψ, 276.). Q. 18. ἐξώφελλεν ἔεδνα] ἐξόχως ηὔξησε τὰ διδόμενα ταῖς νύμφαις δῶρα. B. Q. 19. ἀθετεῖ Ἀριστοφάνης ἐπὶ σμικρολογίᾳ παντελῶς. ὀρθοτονητέον δὲ τὴν σεῦ καὶ τὴν ἐκ τῷ δόμων συναπτέον. H. ἔνιοι τοὺς γ΄ νοθεύουσιν, ὅτι μηδὲν τούτων ἐπανελθὼν ποιεῖ· εἰ μὴ περισσὸν ἦν τὸ καινοτομεῖν, ἥκοντος τοῦ πατρός. H. 24. ἐπιτρέψειας] πίστευσον. εὐκτικὸν ἀντὶ προστακτικοῦ. B. H. 27. οὐ δύναται τὸ τοι ὀξύνεσθαι· ἴαμβος γάρ ἐστι τὸ δέ τοι. H. 29. ἐν πορθμῷ] πορθμὸς, στενὴ θάλασσα ὑπὸ γῆς περιεχομένη, ἰσθμὸς δὲ γῆ στενὴ ὑπὸ θαλάσσης περιεχομένη. Q. V. ἡ στενὴ θά- λασσα μεταξὺ Ἰθάκης. B. Σάμοιο] τὴν Σάμην εἴρηκε Σάμον διὰ τὸ μέτρον, καὶ τὴν δείλην δείελον (ρ, 606.) ἐν ἄλλοις. V. 31. ἀλλὰ τάγ᾿ οὐκ ὀΐω] ἀντὶ τοῦ πέπεισμαι, ὡς τὸ “ἢ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν” (Il. α, 78.). B. Q. ὑποπτεύει Διονύσιος, ἐπεὶ τὸ μὲν δισταγμοῦ, τὸ δὲ ἀποφάσεως μετέχει. H. Q. 33. ἀλλὰ ἑκὰς] διʼ ἄλλης ὁδοῦ πλέε. οὐ γὰρ λέγει ὅτι, μέσον πλέων τῶν νήσων μηδεμιᾷ ἔγγιζε. Q. 34. ὁμοίως ὡς καὶ ἐν ἡμέρᾳ, μηδαμοῦ ὁρμῶν ἐν τῇ νυκτί. H. οὖρον] καιρὸν ἐπιτήδειον. Q. 37. ὀτρῦναι] γρ. ὄτρυνε. H. 39. ὁμῶς δέ τοι ἤπια οἶδεν] ὁμοίως δέ σοι ἤπια καὶ πραέα ὁ συ- βώτης οἶδεν, ἤτοι φροντίζων τῆς σῆς σωτηρίας. H. Q. 42. σῶς] σῶος, ὑγιὴς ἐν ἑαυτῷ ὑπάρχει. H. 45. λὰξ ποδὶ κινήσας] πρεπόντως ὁ μὲν ὑπὸ ἐκπλήξεως ἐπειγόμε- νος οὔτε τὸν καιρὸν οὔτε τὸ πρέπον θεωρεῖ. ἐφίστησι δὲ αὐτὸν εἰς ταῦτα ὁ Πεισίστρατος. Q. νοθεύεται ὡς διαπεπλασμένος ἐξ ἡμιστιχίου τῆς κ Ἰλιάδος (158.) ἐκεῖ γὰρ προσηκόντως Νέστωρ κοιμώμενον Διομήδην ἀνίστησι, κύψαι κατοκνήσας διὰ τὸ γῆρας. H. Vind. 133. 46. εἰς τὸ Πεισίστρατε ἡ στιγμή. H. 47. πρήσσωμεν] περάσωμεν. V. 49. οὔπως ἐστίν] φησὶν ὁ Πεισίστρατος, κατὰ τὴν νύκτα, ὦ Τη- λέμαχε, οὐ δυνατὸν ἐλαύνειν καὶ διʼ ἅρματος περᾶν τὸν δρόμον. ἀλλὰ μείνωμεν ἕως ἂν ὁ Μενέλαος ἔλθῃ καὶ δῶρα θήσει ἐν τῷ ἅρματι. Q. 51. ἐπιδίφρια] ἐπὶ τὰ ἅρματα κομισθησόμενα. B. ἐπὶ τὸν δί- φρον τιθέμενα ἢ τὸ ἅρμα. V. 58. ἀναστρεπτέον τὴν παρά. H. 62. παριστάμενος δὲ προσηύδα] ἔπος ηὔδα superscr. in H. 65. εἰπὲ αὐτῷ ἀπελθεῖν εἴσω τῆς πατρίδος. H. 71. ἀμείνω δʼ αἴσιμα πάντα] τὰ δίκαια, οἷον εἰρημένα καὶ προσ- ήκοντα. μέτρον γὰρ πᾶν ἄριστον. H. Q. 73. ξεῖνον ἐποτρύνει] εὐπρεπῶς μετὰ προφάσεως ὀτρύνει ἀπελθεῖν. B. Q. 74. ἐν πολλοῖς οὐκ ἐφέρετο. καὶ ἔστιν Ἡσιόδειος τῆς φράσεως ὁ χαρακτήρ. εἰ δὲ δεχοίμεθα αὐτὸν, πρὸ τῶν πρὸ ἑαυτοῦ δύο στίχων ὀφείλει γράφεσθαι. H. Q. Vind. 133. τοῦτο τὸ σχῆμα καλεῖται γνωμικόν. V. θείω] θῶ ὑποτακτικὸν καὶ θείω ὡς πολεμησείω. B. 78. ἀμφότερον] οἱ η΄ ἠθετοῦντο. συγκέχυται δὲ τὸ δυϊκὸν τοῦ ἀμ- φότερον. H. κῦδος καὶ ἀγλαία ἕν ἐστι· διὸ καὶ τὸ ἀμφότερον ἐπήνεγκεν. κῦδος καὶ ἀγλαΐα τῷ ξενοδοχῶ, ὠφέλεια δὲ τῷ ξενισθέντι. H. Q. κατʼ ἀμφότερόν ἐστι καλὸν καρτερῆσαί σε· κῦδός τέ σοι γενήσε- ται καὶ λαμπρότης καὶ ὄφελος. Q. 80. τραφθῆναι] γρ. τερφθῆναι καὶ τέρφθητι. M. ὁρμηθῆναι. γράφεται καὶ τερφθῆναι. V. ὁρμηθῆναι, ὁρμῆσαι. B. ἀντὶ τοῦ τραπῆναι. Q. ἀτόπως δὲ καὶ τὸ, ἀνʼ Ἑλλάδα. μόνην γὰρ τὴν ὑπὸ Ἀχιλλεῖ Ἑλλάδα καλεῖ Ὅμηρος. Q 81. ὅλαι ὑποστιγμαί. ὁ δὲ πλεονάζει. H. 83. ἀμπέμψει διὰ τοῦ μ. ἔστι γὰρ ἀποπέμψει τὸ τέλειον. H. ἀμπέμψει] γρ. ἀποπέμψει. Vind. 133. 85. καὶ ταῦτα ἀπρεπῆ διδάσκεσθαι πρὸς Μενελάου τὸν Τηλέμα- χον τὸ ἀπαιτεῖν. H. 88. ὄπισθεν] παρὰ τὴν ὄψιν. τὸν ἐξ ὑποστροφῆς φυλάττοντα. V. 90. μὴ] ἔξωθεν προσληπτέον τὸ δέδοικα. H. 91. ἤ τι] γρ. εἴ τι. M. ἀντὶ τοῦ τὸν βίον μου ἀπολέσῃ. τοῦτο δὲ ἀγνοήσαντες προσένειμαν τοῖς ἑξῆς· ὅ ἐστι σμικρολόγου, ὡς Ἀριστοφάνης φησί. H. 93. αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ] οὐχ ἵνα αὐτουργήσῃ, ἀλλ᾿ ἵνα κελεύσῃ καὶ διδάσκῃ μὴ δίχα γυναικὸς κελεύειν τι κατὰ οἶκον. H. Q. 94. δεῖπνον —τετυκεῖν] τὰ πρὸς τὴν χρείαν τοῦ δείπνου εὐτρεπί- ζειν. H. 95. ἀγχίμολον] οὐκ ἀναγκαῖον ἀθετεῖν. οὐ γὰρ δῆλοι οἱ θερά- ποντες ὥστε ἐν τῇ αὐτῇ οἰκίᾳ οἰκεῖν. H. Q. 98. ὀπτῆσαί τε κρεῶν] τῶν ἀπολελειμμένων ἔτι ἀπαρακευάστων. B. V. Ἀττικὴ ἡ φράσις. Q. 104. φωριαμοῖσι] τοῖς κιβωτίοις διὰ τὸ αὐτόθι τὰ φάρη ἀμᾶσθαι ἢ διὰ τὸ τοὺς φῶρας ἀπείργειν. V. κιβωτίοις, ἀπὸ τοῦ τοὺς φῶρας ἀμύνειν. B. Q. 105. λείπει ἡ πρίν. H. οὓς κάμεν αὐτή] αἰτιῶνται ὡς οὐκ ἐσχηκυίας καιρὸν τῆς Ἑλένης ἐργάσασθαι. νῦν γὰρ ᾗκε. δύναται μέντοι καὶ πρὸ τοῦ ἀπᾶραι ἐργά- σασθαι καὶ ἐξ Ἰλίου κεκομικέναι. Q. Vind. 133. 106. τρεῖς ὀξεῖαι· καὶ εἴπομεν ἐν τῇ Ἰλιάδι τὸ αἴτιον. H. 108. νείατος] ὡς κρείττων τῶν ἄλλων. H. 120. χερσὶ] γρ. χτιρί, ἑνικῶς. H. 126. μνῆμʼ Ἑλένης] οὐ μόνον δεδωκυίας, ἀλλὰ καὶ ἐργασαμέ- νης. V. 127. τείως δʼ ἐφίλει] γρ. τείως δὲ φίλη. H. 128. Ἀρίσταρχος, κεῖσθαι. H. ἀφίκηαι] γρ. ἀφίκοιο. Vind. 56. 130. γρ. χειρί. H. 131. ἐς πείρινθα] εἰς ἐπίθεμα τοῦ δίφρου. ἀπὸ μέρους τὴν ἅμαξαν φησί. H. εἰς τὸ ἐπίθεμα τοῦ δίφρου, ὅ ἐστι τὸ πλινθίον ἤτοι ἡ στρῶσις τοῦ ἅρματος. γίνεται δὲ ἀπὸ τοῦ πέρας. B. κιβώτιον τῆς ἁμάξης, ἐφʼ οὗ κατέθηκέ τι ὁ ὀχούμενος. V. 135. χέρνιβα] χερόνιπτρα. H. 138. σῖτον δʼ αἰδοίη ταμίη] τοῖς δὲ μνηστῆρσι διʼ ἀπληστίαν καὶ ἀσωτίαν, “σῖτον δὲ δμωαὶ παρενήνεον” (α, 147.). Q. 141. οἰνοχόει] οὕτω διὰ τοῦ ο. H. οὕτως ἔθος· καὶ γὰρ Ἥβῃ παρὰ Διΐ. H. 146. αἰθούσης ἐριδούπου] τὴν κάτω φλιὰν τῆς θύρας λέγει αἴθου- σαν, ἀπὸ τοῦ πρώτως εἴσω τῆς οἰκίας ἐκεῖθεν προσβάλλειν τὸν ἥλιον ὑπανίσχοντα εἰς ὕψος οὐρανοῦ. H. Q. ἐριδούπου] μεγαλοήχου. μεγαλόηχον δὲ λέγει τὸ πρόθυρον ἐκεῖνο, ὡς ἔοικε, διὰ τὸ τὸν ἄνεμον ἐκεῖθεν μετὰ ἤχου σφοδροτέρου πνέεσθαι· ἡ διὰ τὸ τὴν θύραν μὴ εὔστροφον εἶναι ὡς ἑτοίμως συμπτύχεσθαι, ἀλλʼ ᾖχον ἐκπέμπειν μέγαν τε καὶ ἀπαίσιον. Q. 149. λείψαντε] σπείσαντες. H. V. κιοίτην ἀπέλθοιεν. V. 150. δεδισκόμενος] διαφιλοφρονούμενος. B. 152. εἰπεῖν] χαίρειν δηλονότι. Q. οὕτως, εἰπεῖν· οὐκ, εἴπετον. H. 157. Ὀδυσῆι ἐνὶ] Ἀττικόν ἐστιν, ὡς “ἥρωι Λαομέδοντι πολίσ- σαμεν” (Il. ε, 453.). H. 159. αὐτὰρ ἐγὼ κειμήλια] δείξω. Q. 161. ἀργὴν χῆνα] ὅτι καὶ θηλυκὸν λέγεται. H. 162. οἱ δʼ ἰύζοντες] πρὸς τὴν πτῆσιν ἔτρεχον ποιὰν φωνὴν ἀφιέν- τες, ἵνα ῥίψῃ τὴν χῆνα. B. Q. 168. ἢ—ᾖε] τὸ δεύτερον περισπαστέον ὡς ἐρωτηματικόν. H. 170. ὑποκρίναιτο] διακρίνοιτο. Q. ἀποκριθείη. V. 172. μαντεύσομαι] ἔνιοι, μυθήσομαι. H. 174. ἀτιταλλομένην] κυρίως μὲν ἐκ νηπίου, νῦν δὲ μετʼ ἐπιμε- λείας τρεφομένην. B.H.Q. 177. ἠὲ καὶ ἤδη οἴκοι] ὑπακουστέον τὸ ἐστίν. V. 180. ἐρίγδουπος] ἡ μεγαλόψοφος ἀκτή. V. 181. καὶ κεῖθι] ἐκ πλήρους ὁ καί σύνδεσμος. H. 183. διὰ πόλεως ἤῖξαν πεδίονδε μεμαῶτες. H. 184. ζυγὸν ἀμφὶς ἔχοντες] τὸν ζυγὸν ἑκατέρωθεν βαστάζοντες. B. Q. ἀπὸ οὖν τοῦ παρακολουθοῦντος τὸ ἔτρεχον. B. 186. ἐς Φηρὰς] διὰ τοῦ η τὴν πόλιν τὴν Λακωνικήν. H. ἀπὸ Λακεδαιμονίας ἕως Φηρᾶς ἡμέρας ὁδὸς, ἀπὸ δὲ τῆς Φηρᾶς ἄχρι καὶ Πύλου ἄλλη ἡμέρα. B. πόλις Λακωνική. Q. 188. ταύτην πρώτην νύκτα κοιμᾶται παρὰ Εὐμαίῳ Ὀδυσσεύς. H. 193. πτολίεθρον ἡ μικρὰ πόλις. γίνεται δὲ ἀπὸ τοῦ πολίζω τὸ κτίζω. H. 198. ὁμοφροσύνῃσιν] φιλίαις γνησιωτέραις. B.Q.V. 199. μή με παρὲξ ἄγε νῆα] ἀντὶ τοῦ, παρὲξ ἄγε νηός. B. μή με παρὰ τὴν φέρουσαν ὁδὸν ἐπὶ τὴν ναῦν ἄλλην ἀγάγῃς. B. V. μή με παρὲξ ἄγε νῆα] εἰς τὴν πόλιν πρὸς τὸν Νέστορα. ἀλλ. ἐντεῦθεν αὐτὸς μὲν εἰ βούλοιο ἀπελθεῖν εἰς τὴν πόλιν, ἐμὲ δὲ λίπε ἐντεῦθεν ἐπὶ τὴν ναῦν βαδίσαι. H. Q. ἀεὶ παρὰ τῷ ποιητῇ τὸ παρὲξ βαρύνεται— ἐπʼ ἄλλην ὁδὸν ἐπάγῃς. H. 200. μή με γέρων ἀέκοντα] μέμνηται τοῦ “χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν” (74.). H. Q. 205. στρέψʼ] τὸ πλῆρες ἔστρεψεν, οὐ στρέψα· ἀπʼ ἄλλης γὰρ ἀρχῆς ἐστι. H. 206. νηῒ δʼ ἐνὶ πρύμνῃ] στὰς ἐπὶ τῆς πρύμνης ἐδέχετο δῶρα. τὸ δὲ ἐξαίνυτο σημαίνει τὸ ἐξῃρεῖτο. ἔνθεν ἡ τοὺς ἰχθύας αἰνυμένη τοῖς γόμφοις τρίαινα. B.H.Q. 212. ὑπέρβιος] ὑπερφυὴς, μεγαλοφυὴς, μεγαλόφρων. B. ὑπὲρ δύναμιν. V. 214. περισσὸν κεῖται τὸ ἔμπης. H. 215. ἵμασε] γρ. ἔλασε. M. 218. ἐγκοσμεῖτε τὰ τεύχεα] κατὰ κόσμον καὶ ἐν τάξει ποιεῖτε τὰ ἐργαλεῖα, ἤτοι τὰ ὅπλα τοῦ πλοίου, τὰς κώπας καὶ τὰ ἄρμενα. B.H. 223. ἤλυθεν ἀνὴρ] ἱστορία. Πολυφείδης ὁ μάντις Σαριοῦσαν γήμας γίνονται αὐτῷ παῖδες Ἁρμονίδης καὶ Θεοκλύμενος, ὃς κτεί- νας ἐμφύλιον ἄνδρα φεύγει εἰς τὴν Πύλον. συντυχὼν δὲ θύοντι Τηλεμάχῳ δεῖται αὐτοῦ σῶσαι αὐτὸν εἰς τὴν Ἰθάκην. ὁ δὲ αἰδεσθεὶς τὴν τοῦ ἀνδρὸς φυγὴν καὶ κατελεήσας τὸν ὁμήλικα σὺν ἑαυτῷ τοῦτον ἄγεται εἰς τὴν Ἰθάκην. εἰπόντα δὲ αὐτὸν τὰ περὶ τοῦ πατρὸς ἀληθῆ μαντεῖα πολὺ μᾶλλον ἐτίμησεν. ὅθεν καὶ Θεοκλύμενος φιλοφρονού- μενος ὑπὸ τῶν περὶ τὸν Ὀδυσσέα δεῦρο τὸν βίον καταστρέφει. ἡ ἱστορία παρὰ Φερεκύδῃ. Q. V. 224. τηλεδαπός] τηλόθεν πεπερακώς. Ἄργεος δὲ οὐ τῆς πόλεως, ἀλλὰ τῆς χώρας. B. νῦν τὸ φεύγων ἀντὶ τοῦ ἑκουσίως καταλιπὼν ὑπὲρ τοῦ ἀδελφοῦ Βίαντος. H. 225. Μελάμποδος ἑτέρα ἱστορία] Μελάμπους ὁ Ἀμυθάονος παῖς πολλὰ μὲν καὶ ἄλλα διὰ τῆς μαντικῆς τεράστια ἐποίησεν, οὐχ ἥκιστα δὲ αὐτῷ καὶ οὗτος ἐνδοξότατος ἆθλος ἐγένετο. τῶν γὰρ Προί- του θυγατέρων τοῦ βασιλέως τῶν Ἀργείων Λυσίππης καὶ Ἰφιανάσ- σης διὰ τὴν ἐκ νεότητος ἀνεπιλογιστίαν ἁμαρτουσῶν εἰς Ἥραν· παραγενόμεναι γὰρ εἰς τὸν τῆς θεοῦ νεὼν ἔσκωπτον αὐτὸν λέγουσαι πλουσιώτερον μᾶλλον εἶναι τὸν τοῦ πατρὸς οἶκον· καὶ διὰ τοῦτο μα- νεισῶν παραγενόμενος ὁ Μελάμπους ὑπέσχετο πάντως θεραπεύειν, εἰ λάβοι κατάξιον τῆς θεραπείας μισθόν. ἤδη γὰρ ἡ νόσος δεκαετὴς καὶ ὀδύνην φέρουσα οὐ μόνον αὐταῖς ταῖς κόραις, ἀλλὰ καὶ τοῖς γε- γεννηκόσι. ἀπαγγειλαμένου δὲ τοῦ Προίτου τῷ Μελάμποδι καὶ μέ- ρος τῆς βασιλείας καὶ μίαν τῶν θυγατέρων ἣν ἂν ἐθέλοι εἰς γάμον δώσειν, ἰάσατο τὴν νόσον Μελάμπους διά τε ἱκεσιῶν καὶ θυσιῶν τὴν Ἥραν μειλιξάμενος. καὶ λαμβάνει πρὸς γάμον Ἰφιάνασσαν ἔδνον αὐτὴν τῶν ἰατρειῶν καρπωσάμενος. ἡ ἱστορία παρὰ Φερεκύδῃ. H. Q. V. 226. ὃς πρὶν μέν ποτʼ ἔναιε] ὁ Μελάμπους. V. 227. Πυλίοισι μέγʼ ἔξοχα] ἡ γραφὴ μετά, ἀντὶ τοῦ ἐν Πυλίοις· μετὰ Πυλίων ναίων ἔξοχα δώματα. Πύλιος γὰρ ἦν. Π. 229. λείπει ἡ διά, διὰ Νηλέα, καὶ ὁ τε παρέλκει. Π. 230. ὅς οἱ χρήματα] οἱ ἀντὶ τοῦ αὐτοῦ, ὡς ἐκείνου ὑποσχομένου φέρειν τὰς βοῦς ἀντὶ ἔδνων. τῆς κόρης γὰρ τὴν οὐσίαν ἀπέσπασεν. B. Q. βιασθέντος ὑπὸ τῶν Ἰφίκλου βουκόλων ἀπήνεγκε τὰ χρήματα καταφρονήσας ὡς οὐ γενναίων αὐτῶν. V. 231. τέως μὲν] ἕως τοῦ τελειωθῆναι τὸν ἐνιαυτόν. P. V. Φυλάκοιο] γράφεται Ἰφίκλοιο. B. 233. ἄτης τε βαρείης] φρενοβλαβείας. V. 234. δασπλῆτις Ἐριννὺς] δυσπροσπέλαστος· καὶ μεγάλως ἐμ- πελάζουσα, δυσχερὴς ᾧ ἂν προσπελασθῇ. V. δυσπλῆτίς τις οὖσα, ὅ ἐστι δυσπέλαστος, ἀντὶ τοῦ καταπληκτική. ἡ Ἐριννὺς, φησὶν, ἔθηκεν εἰς νοῦν τῷ Μελάμποδι τὸ τὰς βοῦς Ἰφίκλου ὑποσχέσθαι τῷ Νηλεῖ. B.H.Q. δασπλῆτις ἡ ἄγαν πλήττουσα. τοῦτο δὲ ἐκ τοῦ δᾶ ἐπιτατικοῦ μορίου καὶ τοῦ πλήττω. H. 236. καὶ ἐτίσατο ἔργον ἀεικὲς] καὶ ἐτιμωρήσατο τὸν Νηλέα ὑπο- μείνας ἔργον χαλεπόν. V. ἀντὶ τοῦ ἐξέτισε τῷ Νηλεῖ τὸ ἐπιταχθὲν ἔργον, ὃ ἦν ἀεικὲς, ὅ ἐστι σκληρὸν καὶ μὴ εἶκον, ἀλλὰ δυσκατόρθω- τον. ἢ τὰ ἴδια χρήματα ἀναλαβὼν τὸν κατέχοντα ἐτιμωρήσατο. τιμωρία γὰρ ἦν ἀφαιρήσεσθαι χρημάτων τὸν περὶ χρήματα ἄπληστον. B. Q. μετὰ τὸ ἐνεχθῆναι τὰς βοῦς Νηλεὺς οὐ παρεῖχε τὴν κόρην ἕως ὅπου μάχῃ νενίκηται ὑπὸ τῶν Ἀμυθαονιδῶν. B. Q. 239. τόθι] γρ. ὅθι. H. 240. μετὰ γὰρ τὸ ἐπιδημῆσαι τοιοῦτον μάντιν εἰς τὸ Ἄργος ἐβασίλευσεν. H. 242. Μάντιον] ὡς Φήμιον. H. 244. Ὀϊκλείης καὶ Ὀϊκλῆς διχῶς. H. Ἀμφιάρηον] Ἀρίσταρχος διὰ τοῦ α, Ζηνόδοτος διὰ τοὺ η. H. 245. καὶ Ἀθήνη] γρ. καὶ Ἀπόλλων. Vind. 5. 246. οὐδʼ ἵκετο γήραος οὐδὸν] ὁ δέ παρὰ σύνταξιν κεῖται. λέγει γὰρ ὅτι καίπερ θεοφιλὴς ὢν οὐκ ἐγήρασε. τὸ οὖν ἑξῆς, γήραος δὲ οὐδὸν οὐχ ἵκετο. ὅμοιον δέ ἐστι τῷ “οὐδʼ Ἀγαμέμνων λῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ” (Il. α, 318.). τὸ γὰρ ἑξῆς, Ἀγα- μέμνων δʼ οὐ λῆγʼ ἔριδος. τούτῳ ὁ Μένανδρος οὐ προσεσχηκὼς εἶπεν “ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνήσκει νέος.” H. Q. εἰς σύμβολον τῆς θεοφιλίας τὸ μὴ καταγηράσαι· ἄμφω δῶρα, τὸ μὲν θεοφιλίας, τὸ δὲ μιροχρονίου ζωῆς. H. ἢ σύμβολον τῆς θεοφιλίας τὸ μὴ καταγη- ράσαι, ἢ παρὰ σύνταξιν κεῖται. λέγει γὰρ ὅτι καίπερ θεοφιλὴς ὢν οὐκ ἐγήρασε. τὸ οὖν ἑξῆς, γήραος δὲ ὁδόν. B. θεὸς γὰρ πεπρωμέ- νης οὐκ ἀπολύει, ζῶντι δὲ ἀγαθῶν αἴτιος γίνεται. ἢ τὸ Μενάνδρειον “ὅν οἱ θεοὶ φιλοῦσιν ἀποθνήσκει νέος.” V. ὁ Ἀμφιάραος εἰδὼς πεπρωμένον εἶναι τὸ εἰ ἐξέλθοι ἐν πολέμῳ σφαγῆναι, ἐδειλία τὸν πόλεμον καὶ οὐκ ἐξήρχετο· ἐφʼ ᾧ καὶ Θη- βαῖοι ἐστείλαντο λάθρα τῇ γυναικὶ αὐτοῦ ὅρμον οἷα ξένιον. παρέπει- σεν αὐτὴ τὸν ἴδιον ἄνδρα ἐξελθεῖν πρὸς τὴν συμβολὴν τοῦ πολέμου, καὶ ἐξελθὼν ἀνῃρέθη. H. 247. γυναίων εἵνεκα δώρων] τὸν ὅρμον ἐπὶ τῷ Ἀμφιαράῳ ἀκου- στέον. V. 248. οὐκ οἶδεν Ὅμηρος τὸν Ἀλκμάονα μητροκτόνον. Vind. 133. 254. Ὑπερησίην] ἡ Ὑπερησία πόλις Ἀχαΐας καὶ Πελοποννήσου. H. πόλις Ἄργους ἡ Ὑπερησία. εἶπε γὰρ ὅτι ἐξ Ἄργους ἦλθεν ὁ Θεοκλύμενος. B. Q. 260. ἀπολύτως ἡ σε. H. 261. λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος] ὑπὲρ ταύτης τῆς θυσίας καὶ τοῦ δαίμονος ὧ θύεις. ἀντὶ τοῦ κατὰ τῆς θυσίας καὶ τοῦ δαίμονος. B.Q.V. ἠδὲ τοκήων] γρ. αὐτὰρ ἔπειτα. Vind. 133. ἀγορεύσω] γρ. καταλέξω. H. Vind. 133. 268. λυγρῷ ὀλέθρῳ] αἱ χαριέστεραι λυγρὸν ὄλεθρον. H. 272. οὕτω τοι καὶ ἐγὼν] τὸ ἑξῆς, οὕτω φεύγω, ὡς ὁρᾷς, μό- νος. H. 276. οὐκ ἐκ τῶν ἀποβάντων, ἀλλὰ καὶ ὡς μάντις οἶδεν. H. κατὰ χρόνους] γρ. κατʼ ἀνθρώπους. H. 277. ἔφεσσαι] ἀντὶ τοῦ, ἔφεσον, ἐπιβίβασον. B. 281. οἷά κʼ] ἀντὶ τοῦ τόσα ἄν. H. 282. οἱ ἐδέξατο χάλκεον ἔγχος] κάτω ὢν ἐκτείνας τὴν χεῖρα ἔδωκεν εἰς τὸ πλοῖον τὸ δόρυ, μετὰ δὲ τὸ δοῦναι δόρυ εἶτα ἀνέβη. B. λείπει ἡ παρά, ἵνʼ ᾖ παρʼ αὐτοῦ. Q. 283. ἐπʼ ἰκριόφιν] ἐπὶ τὸ κατάρτιον. Q. 285. ἀεὶ ἡ οἷ προτασσομένη τῆς ἐπιταγματικῆς ὀρθοτονεῖται, σεσημειωμένου τοῦ “ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσειε βίην.” (Od. δ, 667.). H. 289. ἤτοι ἐν τόπῳ τὰ ἄρμενα οἱ πλωτῆρες ἐφήρμοζον. H. 292. ἴκμενον] δίυγρον, ἀπὸ τοῦ ἰκμὰς, ἢ πορευτικόν. H. 293. ἐπαιγίζοντα] Ἀριστοφάνης ἐπαίσσοντα. αἰγίδας ἔλεγον τὰς ὑφʼ ἡμῶν καταιγίδας καὶ σφοδρὰς πνοὰς τῶν θυελλῶν. Q. Vind. 133. 297. τὰς Φηρὰς λέγει. εἶπε δὲ διὰ τὸ μέτρον, Φέράς. γρ. καὶ, Φεάς. περὶ ἧς φησι “Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα” (Il. η, 135.). H. Vind. 133. ἐπέβαλλεν] προσῄει, ἀντὶ τοῦ παρῄει. V. 299. θοῇσιν] μεταληπτικὸν ἐκ τοῦ κατὰ κίνησιν ὀξέος ἐπὶ τὸ κατὰ σχῆμα. H. V. ταῖς ὀξείαις λεγομέναις, μεταληπτικῶς. B. Q.V. 309. πτωχεύσων] πτωχείαν ἀποποιησάμενος, ἢ τὰ πτωχοῖς ἁρ- μόδια αἰτήσων. ἀπολύτως ἡ σε. H. 310. ὑπόθευ] συμβούλευσον. Q. καὶ ἅμʼ ἡγεμόνʼ] γρ. καί μʼ ἡγεμόνα. H. 311. ὅς κέ με κεῖσε] ἔνθα οἱ μνηστῆρες εἰσίν. ἀπολύτως ἡ με. H. 312. κοτύλην] ἐκπώματος ἤτοι ποτηρίου εἶδος τοσούτου καὶ μέ- τρου B. V. ἤγουν ὕδωρ κοτύλης ἤτοι ποτηρίου. H. Q. πύρνον] τὸ μὲν γένος ἄδηλον παρὰ τῷ ποιητῇ, ὁ δὲ τόνος ὡς τόρνος. πύρνος ἐστὶ πύρινος ψωμὸς ἀπὸ τοῦ πυρός, ὁ σῖτος. B. H. Q. 317. δρώοιμι] διακονοίην, δουλεύοιμι. τὴν δὲ σφίσιν ὀρθοτονητέον καίπερ ἀπόλυτον οὖσαν. Q. τὸ δὲ, ἐθέλοιεν, οὕτως αἱ Ἀριστάρχου, φασὶ, τρισυλλάβως τὸ ἐθέλω. H. 319. Ἑρμείαο ἕκητι] ὅτι κῆρυξ. καὶ γὰρ παρʼ Ὁμήρῳ τὰ πολλὰ οὗτοι ποιοῦσι. “κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες οἱ μὲν ἀρʼ οἶνον ἔμισγον” (Od. α, 109.). καὶ παρὰ τοῖς ἥρωσι δὲ κήρυκες οἱ ταῦτα ὑπουργοῦντες. Q. ἐπειδὴ τὸν Ἑρμῆν τοῦ λόγου λέγουσιν ἔφορον καὶ τῶν τεχνῶν ἐπιστήμονα, λέγει Ὀδυσσεὺς ὅτι τῇ τούτου βουλῇ ἐν πάσαις ὑπηρε- σίαις δοκιμώτερος τῶν ἄλλων φανήσομαι. Q. 321. δρηστοσύνῃ] τῇ ἐν διακονίᾳ ἐνεργείᾳ, ἢ τῇ ἐν μαγειρικῇ τέχνῃ. H. 322. πῦρ τʼ εὖ νηῆσαι] ξύλα σωρεῦσαι ἕνεκεν τοῦ πῦρ ποιῆσαι. B. V. καταστρέφει δὲ εἰς τὸ φυλάξαι πῦρ. B. κεάσσαι] καῦσαι· ἢ σχίσαι. V. 324. ἀναστρεπτέον τὴν παρά. H. δρώωσι] διακονοῦσιν. V. χέρηες] οἱ χείρονες, οἱ ἐλάττους. H. 326. ξένος λέγεται παρὰ τὸ ἔξω εἶναι τῶν οἰκείων. H. 333. οἵ σφιν ὑποδρώωσιν] ἐχρῆν ἀναστρέφεσθαι τὴν ὑπό, ἵνα ᾖ ὑπό σφιν. τὸ δὲ εὔξεστοι ἀντὶ τοῦ καλῶς ἐξεσμένοι ἤτοι εἰργασμέναι. Q. 334. σίτου] δισυλλάβως μετρητέον καὶ τοῦτον τὸν στίχον. Vind. 335. οὐ γάρ τίς τοι ἀνιᾶται] οὐ γάρ τις ἡμῶν λυπεῖται ἐπὶ τῇ σῇ παρουσίᾳ καὶ τῇ μεθʼ ἡμῶν διαγωγῇ. H. 343. γαστὴρ λέγεται παρὰ τὸ γῶ τὸ χωρῶ, ἡ χωρητικὴ τῶν σπερμάτων, ἢ παρὰ τὸ δέχω, ἡ δεκτικὴ σπερμάτων. H. Q. 344. ἀνέρες] τὸ ἑξῆς, ὧν ἐφάψεται ἡ ἄλη, ἤτοι ἡ πλάνη, τὸ πῆμα καὶ τὸ ἄλγος. Q. 346. ἰσχανάας] κατέχεις, ἔχεις· ἐκ τοῦ ἴσχω τὸ κρατῶ. H. Q. 347. μητρὸς Ὀδυσσῆος] περὶ τοῦ πατρὸς βουλόμενος μαθεῖν ὑποκρὶνεται τὸν μὴ εἰδότα περὶ Ἀντικλείας. H.Q.V. 348. περιφραστικῶς τῷ γήρει. H. 357. ἤκαχ᾿] λυπηθῆναι ἐποίησε. B. ὠμῷ γήραϊ] πρὸ ὥρας γη- ρᾶσαι ἐποίησε διὰ τὴν ἐπʼ αὐτῇ λύπην. B Q. V. ἀπαραμύθητον γὰρ αὐτὸν ἀφῆκε τὸ πρὸ ὥρας καὶ θᾶττον τοῦ προσήκοντος. B. Q. 359. ὡς μὴ θάνοι] καθὸ λύπῃ κατὰ λεπτὸν διεφθάρη. H. 361. ὄφρα μὲν οὖν δὴ κείνη] τούτου ἡ ἀπόδοσις ἐν τῷ “ἐκ δʼ ἄρα δεσποίνης,” ἵνʼ ᾖ, ὅτε μὲν ἔζη ἡ Ἀντίκλεια, τότε καὶ ἠρώτων περὶ Ὀδυσσέως καὶ ἐπεζήτουν τὰ κατὰ τὸν οἶκον, φιλούμενος γὰρ ὑπʼ αὐτῆς ὡς ἂν υἱὸς αὐτῆς. νῦν δὲ οὐδὲ ἀποκρίσεως ἡμᾶς τυχεῖν ἔστι παρὰ τῆς Πηνελόπης· τοῦ γὰρ κακοῦ τῶν μνηστήρων ἐμπεσόντος οὐδὲ λαλῆσαί τινι βούλεται. Q. 362. λείπει τὸ περὶ τῶν κατὰ τὸν οἶκον. H. 363. Κτιμένη] Κτιμένη κυρίως ἐκαλεῖτο ἡ Ὀδυσσέως ἀδελφὴ, ἧς ὁ Εὐρύλοχος ὑπονοεῖται ἀνήρ. λέγει γὰρ “καὶ πηῷ περ ἐόντι μάλα σχεδόν” (κ, 441.). B. Q. 364. ὁπλοτάτην τέκε παίδων] θηλειῶν γοῦν. μόνον δʼ εὖτʼ Ὀδυσ- σέα πατὴρ τέκε (π, 119.). καὶ πλείους οὖν αἱ Ὀδυσσέως ἀδελ- φαί. Q. 365. ὁμοῦ] ἐν τῷ αὐτῷ τόπῳ. V. 366. πολυήρατον] ἣν καταλαβεῖν πολλοὶ εὔχονται, τὴν πολύ- ενκτον. H. 371. τούτων ἐπιδεύομαι] ὧν ἡ Ἀντίκλεια ἐχαρίζετο, τούτων ἐν- δεής εἰμι. B.Q.V. 372. ἔργον ἀέξουσι] τὴν κακοπάθειαν. Q. 373. καὶ αἰδοίοισιν] οὕτως τοὺς ἱκέτας ἔλεγον. H. Q. τινὲς δὲ τῆς Ἀφροδίτης. H. 376. χατέουσιν] χρῄζουσιν. Q. 379. ἐνὶ στήθεσσιν] γρ. ἀεὶ δμώεσσιν. M. Vind. 133. 393. ἀκουέμεν] Ἀρίσταρχος ἀκούειν, ὡς εὕδειν. H. 394. πρὶν ὥρη] ἐλλείπει, γένηται. V. 397. ἀνακτορίῃσιν] ὁ μὲν Ἀρίσταρχος, ταῖς δεσποτικαῖς, ὁ δὲ Ἀριστοφάνης, ὧν ἕκαστος ἄρχει, ὅθεν καὶ ὁ χειρῶναξ. B. Vind. 133. τοῖς δεσπόταις, ἢ ὧν ἕκαστος ἄρχει. Q. 399. κήδεσιν ἀλλήλων τερπώμεθα] καὶ ἐν ταῖς δειναῖς διηγήσεσι τέρπεται ἀνὴρ ὢν ἐν θλίψεσι καὶ ἀκούων ἑτέρου λέγοντος τὰ ἑαυτοῦ ἄλγεα. B.Q. 400. μνωομένω] γρ. μεμνομένω. M. 403. Συρίη] μία τῶν Κυκλάδων ἡ Συρία. εἴρηται δὲ Συρία ὡς τὰ Ψύρα Ψυρία, “νήσου ἐπὶ Ψυρίης” (Od. γ, 171.). H. μία τῶν Κυκλάδων ἡ Συρία, ἡ παρʼ ἡμῖν λεγομένη Σῦρα. B. Q. 404. ὅθι τροπαὶ ἠελίοιο] ἔνθα φασὶν εἶναι ἡλίου σπήλαιον, διʼ οὗ σημειοῦνται τὰς τοῦ ἡλίου τροπάς. Q. V. οἷον ὡς πρὸς τὰς τροπὰς ἡλίου, ὅ ἐστιν ἐπὶ τὰ δυτικὰ μέρη ὑπεράνωθεν τῆς Δήλου. οὕτως Ἀρίσταρχρς καὶ Ἡρωδιανός. B.H.Q. 406. ὑφʼ ἓν ἀναγνωστέον ἕως τοῦ “πολύπυρος·” διαστέλλεται τῷ “πείνη δʼ οὔποτε.” H. 407. οὐδέ τις ἄλλη νοῦσος] τῷ λιμῷ τὴν νοῦσον συνέζευξεν, ἐπεὶ τῷ λιμῷ καὶ λοιμός παρακολουθεῖ. “λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθι- νύθουσι δὲ λαοί.” Q. 408. ἐπαινεῖ τὴν πατρίδα. H. 409. ἀναστρεπτέον τὴν κατά. H. 410. ἔστιν ἐν χρήσει οὗτος ὁ στίχος. P. 411. ἀγανοῖς] πραέσιν· ὁ γὰρ αἰφνίδιος θάνατος ἀνώδυνος ἐστί. H. 416. τρῶκται] ἀπατεῶνες, κλέπται. Q. φιλάργυροι, πανοῦρ- γοι. V. 417. γυνὴ Φοίνισσʼ] κυρίως γυναῖκα εἶπεν, ὡς καὶ ἄνδρα τὸν ἄν- θρωπον. ὄνομα δὲ αὐτῇ Δαήνη. B.H.Q. ταῦτα δὲ οἱ Φοίνικες ἴσως Λαέρτῃ διηγήσαντο πολλοῦ ἄξιον αὐτὸν ὑποφαίνοντες, Λαέρτης δὲ Εὐμαίῳ διηγήσατο. οὐ γὰρ οἷόν τε εἰδέναι τὸ ἀληθὲς νήπιον ἡρπασμένον. B.H.Q. 420. πλυνούσῃ τις] τῇ. H. 421. ἠπεροπεύει] ἡ γὰρ εὐνὴ καὶ φιλότης πάντως τὰς φρένας πλανᾷ. H. 422. ἥ κ᾿ εὐεργὸς ἔῃσιν] κἂν γὰρ καλοεργὸς ᾖ γυνὴ καὶ ἐνάρετος, πλανᾶται φιλότητι καὶ εὐνῇ. H. Q. 424. τὸ ἐν Φοινίκῃ δῶμα τοῦ πατρὸς αὐτῆς. H. 425. Σιδῶνος πολυχάλκου] ἤτοι στερρᾶς. ἐν αὐτῇ γὰρ χαλκὸς οὐ γίνεται. ἢ πλουσίας, ὡς τῆς πορφύρας ἐν αὐτῇ γινομένης. Q. V. 426. ὀξυτόνως τὸ ῥυδόν. ῥύδην τὸν πλοῦτον κεκτημένου. H. ῥυδὸν ἀφνειοῖο] ῥύδην τὸν πλοῦτον ἔχοντος, τουτέστι τῷ πλούτῳ χύδην πλουτοῦντος. ἢ ἐπίρροιαν ἔχοντος πλούτου. V. 432. ὄφρα ἴδῃ] γρ. ὄφῤ εἴδῃς. H. 435. εἴη κεν καὶ τοῦτʼ] γένοιτο καὶ τοῦτο ἐπανελθεῖν με εἰς τὴν πατρίδα μου. B. Q. 437. ἐπώμνυον, οὐκ ἀπώμνυον. ἀπομόσαι γὰρ τὸ μὴ ποιῆσαι. H. 440.σιγῇ] λείπει τὸ ἔστω. H. 445. ἐπείγετε δʼ ὦνον ὁδαίων] σπουδάζετε, φησὶ, περὶ τὴν ἀγορα- σίαν τῶν φορτίων. B.Q.V. ὁδαίων, τῶν εἰς ἐκδημίαν ἐπιτηδείων. B. Q. 466. ἀλλʼ ὅτε κεν δὴ ναῦς] ἀλλʼ ὅτε ἡ ναῦς πληρωθῇ τοῦ βίου ἡμῶν, ἐλθέτω μοι ταχέως ἀγγελία πρὸς τὰ δώματα ὅτι ἀπελθεῖν μέλλετε. Q. 449. ἐπίβαθρον] τὸν ναῦλον τῆς ἐπιβάσεως τῶν νεῶν καταχρηστι- κῶς ἐπίβαθρον εἶπε. B. Q. 451. κερδαλέον] πανοῦργον καὶ ἤδη συνεκτροχάζειν μοι δυνάμενον. σύνθετον δὲ τὸ ἁματροχόωντα. τὸ δὲ τοῖον, τοιοῦτον ὡς καὶ ἕπεσθαι συντρέχοντα καὶ ἀκολουθεῖν δυνάμενον. B. Q. ἅμα τρωχῶντα θύραζε] ἤτοι ἤδη δυνάμενον τρέχειν ἔξω, ἢ δυνατὸν ὄντα ἐπακολουθεῖν. γράφεται καὶ, ἅμα τροχόωντα. V. 452. ἀπόλυτος ἡ ὑμῖν. H. 456. ἐμπολόωντο] ἐπραγματεύοντο πωλοῦντες καὶ ἀγοράζοντες. B.H.Q. 459. πολύϊδρις] οὐκ ἐπʼ ἀγαθοῦ, ἀλλʼ ἐπὶ κακούργου καὶ ἀπατεῶ- νος. B H. Q. 460. χρύσεον ὅρμον] περιδέρρεον κόσμον, ἀπὸ τοῦ συνδεδέσθαι. τὸ δὲ ἔερκτο σημαίνει τὸ συνδέδετο, ἀπὸ τοῦ εἴρω, τὸ συμπλέκω. B. μετὰ δʼ ἠλέκτροισιν] ἠλέκτροις δὲ συνείληπτο. ἔερτο] συνεκέ- κλειτο, εἰργασμένος ἦν. V. συγκεκλειμένος καὶ ἡρμοσμένος ἦν ὁ περιτραχήλιος κόσμος. H. γρ. ἠλέκτορσιν. H. 462. χερσί τ᾿] γρ. χείρεσσιν. H. 466. δέπα] ποτήρια. V. ἐκτατέον τὸ δέπα, ποτήρια. H. 468. εἰς θῶκον] εἰς βουλήν. V. φῆμιν] ἐκκλησίαν, συνέδριον. V. 469. ὑπὸ κόλπῳ] ὑπὸ μάλης. H. 470. ἀεσιφροσύνῃσι] ματαιότησιν, ἀφροσύναις, ἢ μωρίαις, ἀπὸ τοῦ ἄω τὸ πνέω. B. Q. 473. ὠκύαλος] ὠκεῖα, ταχεῖα, ταχύπλους. παραγώγως. V. 479. κήξ] καύηξ ὁ λάρος, καὶ συγκοπῇ κήξ. φαίνεται δὲ πε- σοῦσα ἐπὶ κεφαλήν. καὶ γὰρ ἐκεῖνος οὕτως καταδύεται. B.H.Q. ὄρνεον θαλάσσιον παραπλήσιον χελιδόνι. ἔνιοι δὲ λάρον αὐτὸν λέγου- σιν, οἱ δὲ αἴθυιαν. Q. V. 484. οὕτω τήνδε γαῖαν ἐγὼν ἴδον] εἰκὸς αὐτὸν ἀκηκοέναι παρὰ τοῦ Λαέρτου, ᾧ διηγήσαντο οἱ Φοίνικες. V. 488. ἀλλʼ ἤτοι σοὶ] ἀλλὰ σοὶ μὲν ὁ Ζεὺς οὐ κακὸν μόνον παρέθη- κεν, ἀλλὰ καὶ ἀγαθόν. Q. τῇ δυστυχίᾳ σου παρέθηκε τι ἀγα- θόν. H. σοὶ μὲν παρὰ] οὐκ ἀναστρεπτέον. H. ἔθηκε] ἔδωκε. Gl. H. 497. προέρυσσαν] προέρεσσαν, διχῶς. H. 498. εὐνὰς] τὰς ἀγκύρας τὰς κατευναζούσας τὰς ναῦς. H. 504. ἀγρόνδʼ ἐπιείσομαι] πορεύσομαι ἐπὶ τὸν ἀγρόν. M. ἐπιείσομαι] γρ. ἐπελεύσομαι. Gl. H. M. 506. ὁδοιπόριον] τὸν διὰ τὸν πλοῦν δεῖπνον, ἢ ἀμοιβήν. B.Q.V. τὴν ὑπὲρ τοῦ συνοδεῦσαι ἤτοι συμπλεῦσαι ἑστίασιν. B. Q. 514. ξενίων ποθή] τῶν πρὸς ξένων ὑποδοχὴν ἐπιτηδείων. B. Q. φειδώ. Q. 519. Eὐρύμαχον] ἀλλὰ τὸν Εὐρύμαχον λέγω ἀπελθεῖν ὃν φέροις πρός με. H. νῦν μὲν τοῦτόν φησι· μεταβουλευσάμενος δὲ τῷ Πει- ραίῳ αὐτὸν δέδωκεν. B.H. δαΐφρων ὁ συνετὸς, ἀπὸ τοῦ δαῶ δαήσω, ὃ τὴν σύνεσιν δηλοῖ. ὡς παρὰ τὸ οἰδῶ Οἰδίπους, ἁμαρτῶ ἁμαρτίνοος. B.H.Q. 524. τελευτήσει] ἀντὶ τοῦ τελευτηθήσεται. B. 526. τὸ ἑξῆς, ἐν δὲ πόδεσσι πέλειαν ἔχων τίλλε· τῷ στόματι δηλονότι ἔτιλλεν εἰς τὴν γῆν τὰ τῆς περιστερᾶς πτερά. H. 529. ἑτάρων ἀπονόσφι] ἵνα μή τις τὴν μαντείαν εἰς τοὺς μνηστῆ- ρας ἐξαγορεύσῃ. Q. 531. ἔπτατο] γρ. ἤλυθε. H. 534. καρτεροὶ αἰεί] ἐγκρατεῖς, τὸ κράτος ἔχοντες. καὶ Ἀρχίλο- χος “ὁ δʼ Ἀσίης καρτερὸς μηλοτρόφου.” H. Q. ὑπακουστέον τὸ ἔσεσθε. H. δεσπόζοντες, ἐγκρατεῖς. ἐλλείπει δὲ τὸ ἔσεσθε. V. 539. Πείραιον προπαροξυτόνως. H. 540. οὕτως Ἀρίσταρχος. H. 545. ἐνθάδε] ἀντὶ τοῦ ἐπὶ τῶν ἀγρῶν. V. 551. ἀκαχμένον] σεσιδηρωμένον, ἤτοι ἐστομωμένον. H. 553. ἀνώσαντες] ἀνωθήσαντες τὴν ναῦν. B. Q. εἰς τὸ ἄνω τὸν πλοῦν ποιήσαντες. V. 557. ἐνίαυεν] ἐν αἷς διέτριβεν. H. V.

---

Scholia in Homerum, Scholia in Odysseam, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg007.local001/.
