Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΟΔΥΣΣΕΙΑΝ., Book 16
Scholia in Homerum, Scholia in Odysseam 16.3.1
Not analysed yet
2. ἄριστον] ὅτι καὶ ἐν τῇ Ἰλιάδι ἅμα τῇ ἀνατολῇ ἐσθίουσιν. H. ἅπαξ ἐνθάδε τὸ ἄριστον καὶ ἐν Ἰλιάδι. H. τὴν ἑωθινὴν τροφὴν, ἥν τινες ἀκρατισμὸν λέγουσιν. B. 3. ἔκπεμψαν] συλληπτικῶς. μόνος γὰρ ἐκπέμπει Εὔμαιος. Q. 5. οὐδʼ ὕλαον προσιόντα] ὥσπερ καὶ Δόλωνα ἐπέγνω πρὸ τοῦ Διο- μήδους. προσεκτικώτατος οὖν διʼ ἐπιμέλειαν. ἢ ὅτι καὶ προσδοκᾷ τὸν υἱὸν, προειπούσης Ἀθηνᾶς. H. 10. ὁμοίως τῷ “ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος” (Il. κ, 535.) . H. ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω] παρέλκει ἡ ὑπό. B. 12. ταφὼν] θαμβήσας, ἐκπλαγεὶς, ἢ θαυμάσας. ἔστι δεύτερος ἀόριστος ἐκ τοῦ θήπω ἔθαπον καὶ ἔταφον καὶ ταφών. Ἰωνική. ἡ με- ταφορὰ ἐκ τῶν τάφων. καὶ γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκπλητ- τόμεθα διὰ τὸ ἐπεισερχόμενον ἡμῖν δεινόν. V. 15. κύσσε δέ μιν κεφαλήν] φιλοστόργως ὁ Εὔμαιος, ἐπεί τοι καὶ οἱ κύνες σαίνουσι πρὸς αὐτὸν ὡς ἂν συνήθως ὁρῶντες, οἵ τε μνηστῆ- ρες πλεύσαντα αὐτὸν οἴονται περὶ τοὺς ἀγροὺς εἶναι (δ, 640.) ὡς πολλάκις τοῦτο ποιοῦντα. Q. 16. θαλερὸν κατὰ δάκρυον εἴβων] γρ. θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ. H. τῶν ὀφθαλμῶν τοῦ συβώτου φιλοῦντος τὸν Τηλέμα- χον. Η. 17. ἀγαπάζῃ] ἀγαπῶν δεξιοῦται καὶ περιέπει. B. 19. Ἀριστοφάνης φησὶν ἐφʼ ᾧ κατανίσθη ὑπὲρ τῆς ἐκδημίας. οὐκ ἀναστρεπτέον δὲ τὴν ἐπί πρόθεσιν. H. 21. πάντα κύσεν περιφύς] ἀντὶ τοῦ ὅλον αὐτὸν περιλαβὼν ἔκυσε. B. 23. ἦλθες, Τηλέμαχε] ἐνταῦθα ἡ στιγμὴ, καὶ καθʼ ἓν τὰ λοιπά. δύνανται μέντοι καὶ μέχρι τοῦ φάος συνάπτεσθαι. H. 24. ἐπεὶ ᾤχεο] ἀφʼ οὗ. B. 28. ἀλλʼ ἐπιδημεύεις] ἐν τῷ δήμῳ τῆς πόλεως μένεις, ἐν πόλει διατελεῖς, διάγεις. B. Q. εὔαδε] ἀπὸ τοῦ εὖ μορίου καὶ τοῦ ἀδῶ τὸ ἀρέσκω. B. Q. 29. ἀΐδηλον ὅμιλον] τὸν ἀδηλοποιὸν καὶ πάντα φθείροντα. B. Q. ἢ τὸν τοῦ φθαρῆναι καὶ ἀπολέσθαι αἴτιον. V. 31. ἔσσεται οὕτως] οὕτως ἔχουσι. Q. ἄττα] προσφώνησίς ἐστι νέου πρὸς γέροντα. Q. [ἐπίφθεγμα τι- μητικὸν νεωτέρου πρὸς παλαιότερον. εἴρηται παρὰ τὸ ἄππα κατὰ Μακεδόνας τροπῇ γινομένῃ τοῦ π εἰς τ ἄττα. V.] 33. οὕτως μεγάροις. H. 35. χήτει ἐνευναίῳ] ἄμφω δοτικαὶ, ἡ μὲν ἀπὸ τοῦ χῆτος, ἡ δὲ ἀπὸ τοῦ ἐνεύναιον. H. Q. ἐνευναίων] τῶν εὐνηθησομένων, ὅ ἐστι κοιμηθησομένων. ἢ τῶν περιβολαίων. Q. V. τῇ χηρείᾳ καὶ σπάνει τῶν συνευνηθησομένων. ἐπὶ εὐθείας τὸ χῆ- τος. καὶ τοῖς ἀμελουμένοις τόποις παραφύεται ἀράχνια. B. H. 37. τετληότι θυμῷ] ὑπομονῆς ἀξίῳ. Q. 42. τῷ δʼ ἔδρης] ἐπερχομένῳ Τηλεμάχῳ τῆς καθέδρας ὑπεχώρη- σεν Ὀδυσσεύς. Q. ὑπόειξεν] ὑπέειξενʼ Ἀρίσταρχος. H. 45. πάρεστιν ἀνὴρ ὃς καθίσει ἡμᾶς. H. 47. ἀναστρεπτέον τὴν ὑπό. H. 56. θεῖον] γρ. δῖον. H. 57. πόθεν τοι ξεῖνος] ὅτι νῦν ὀρθῶς εἴρηται πῶς ἀφῖκται ππωχὸς ὤν· κατὰ δὲ τὴν πρώτην ὅτε Μέντῃ εἰκάζεται ἡ Ἀθηνᾶ οὐχ ὑγιῶς. H. Q. 58. εὐχετόωνται] λέγουσι. Gl. H. 62. εὔχεται] νῦν, λέγει. V. 64. ἐπέκλωσεν τάγε δαίμων] εἱμαρμένον γενέσθαι ἐποίησεν. Q. V. 66. ἐγγυαλίξω] ἐγγυήσομαι καὶ παρέξω. H. 70. ἐμῷ] γρ. ἐγών. M. 71. αὐτὸς μὲν νέος εἰμὶ] παῖς εἰμι καὶ οὐκ ἔχω ἰσχὺν τῇ ἀσθε- νείᾳ τῆς ἀτελοῦς ἡλικίας μου, ὅπως ἀμύνωμαι τοὺς κατʼ ἐμὲ χαλε- παίνοντας, καὶ διὰ τοῦτο δυσχερῶς ἔχω τοῦτον τὸν ξένον μόνος ἐγὼ ὑποδέξασθαι. H. Q. 72. δύο μέρη λόγου τὸ ὅ τε· σημαίνει δὲ τὸ ὅς τε, ἵνʼ ᾖ, τὸν ἄνδρα ὃς ἂν πρῶτος ᾖ χαλεπώτερος. H. χαλεπήνῃ] χαλεπῶς πράξῃ, εἰς χαλεπότητα τραπείη. H. 74. κομίζοι] ἐπιμέλοιτο. V. 77. δόξαν γὰρ ταῖς ἀγαθαῖς ἔφερον τὸ πολλὰ ὑπὲρ τοῦ μὴ γαμη- θῆναι λαβεῖν. H. 79. ἕσσωμι] τηρητέον τοῦ ἕσσω τὸν τόνον· πλεονάζει γὰρ τὸ μι, ὡς κτείνωμι, ἀγάγωμι, τύχωμι. H. 82. κόμισσον] ἐπιμελείας ἀξίωσον. Q. 88. πρῆξαι δʼ ἀργαλέον] δύσκολόν ἐστι μάχεσθαι μετὰ πλεόνων καὶ αὐτὸν τὸν ἰσχυρόν. Q. 91. τὴν τελευταίαν τοῦ ἐπεί ὀξυτονητέον, διὰ τὴν μοι ἐγκλιτικὴν οὖσαν. H. 92. δάπτεται] ἐσθίεται. V. 93. ὀξυτόνως τὸ φατέ. H. 95. ἦ σέ γε λαοὶ] ὁ δεύτερος ἦ περισπᾶται. H. 96. ἐπισπόμενοι θεοῦ ὀμφῇ] κατὰ κέλευσιν θεοῦ ἀφαιρούμενοί σε τῆς βασιλείας. B. Q. 97. ἤ τι κασιγνήτοις] ἆρα τοῖς σοῖς ἀδελφοῖς μαχομένοις ἐπι- μέμφεαι ἤτοι αἰτιᾷ, καὶ διὰ τούτου τις τῶν ὑβριστῶν μνηστήρων μέγα θάρσος κατὰ σοῦ καὶ τῶν σῶν ἔχει καταναλίσκων τὴν περιουσίαν σου. H. Q. ἢ ἆρα ἀδελφοῖς μέμψιν τινὰ ἐχθρὰν ἔχεις, οἵτινες σοι ταῦτα ἐπαγείρουσιν. H. ἐπιμέμφεαι] ἐστέρησαι. P. κασιγνήτοις ἐπιμέμφεαι] ἀντὶ τοῦ, οὐκ εἰσί σοι ἀδελφοί. V. 99. ἐνὶ θυμῷ] λείπει ἡ σύν, σὺν τῷ θυμῷ· Ἀρίσταρχος ἐπὶ θυμῷ. H. τῇ προθυμίᾳ. λείπει ἡ σύν. ὁ δὲ νοῦς, εἴπερ ἤμην ἐπὶ τούτῳ τῷ θυμῷ ᾧ νῦν ἔχω, καὶ νεότητα κεκτημένος, ὑπῆρχον δὲ υἱὸς Ὀδυσ- σέως ἢ καὶ αὐτὸς Ὀδυσσεὺς, παρεκινδύνευσα ἂν ἀνελεῖν τοὺς μνηστῆ- ρας. ὃ μὴ νοήσαντές τινες προσέθηκαν τὸ “ἔλθοι ἀλητεύων.” ἔστι δὲ περιττὸς ὁ στίχος καὶ διαλύων τὸ πᾶν νόημα. H. M. 101. οὗτος ὁ στίχος ὀβελίζεται καὶ καλῶς. M. 104. ἀθετεῖ Ζηνόδοτος. H. καὶ οὗτος ἀθετεῖται· δύο γὰρ μόνα εὔχεται, ἢ παῖς ἐξ Ὀδυσσέως εἶναι, ἢ μόνος αὐτὸς ὁ Ὀδυσσεύς. H. 106. βουλοίμην κεν] οὕτως. H. ἐνταῦθα σαφέστερον αἰνίττεται ὁ Ὀδυσσεὺς εἶναι τὸν οἶκον ἑαυτοῦ ἐν ᾧ οἱ μνηστῆρες προσεκάθηντο. H. 108. στυφελιζομένους] ὑβριζομένους ἢ προπηλακιζομένους. B. V. 109. ῥυστάζοντας] ἕλκοντας, βιαζομένους. B. V. μεθʼ ὕβρεως σπαράσσοντας. Q. V. 111. ἀνηνύστῳ] ἀκωλύτως ἄνυσιν καὶ πέρας μὴ ἐπιδεχομένῳ. οὐ γὰρ ἤνυον οἱ μνηστῆρες τὸ γυναῖκα λαβεῖν τὴν τοῦ Ὀδυσσέως. Q. 117. οὕτως. H. 118. Ἀρκείσιος Εὐρυοδίας καὶ Διὸς, Λαέρτης δὲ Χαλκομεδούσης. Τηλεμάχου καὶ Πολυκάστης Περσέπτολις. Q. 126. ἵνα μὴ ἐπιβουλεύσωσιν αὐτῇ οἱ μνηστῆρες. H. 128. ἐχρῆν ὀρθοτονεῖσθαι τὴν με. H. 130. ἄττα] φίλε γηραιὲ, Εὔμαιε. H. σὺ δʼ ἔρχεο θᾶσσον] ἀναγκαία ἡ Εὐμαίου πρὸς τὴν πόλιν ἀποστολή. τοῖς γὰρ ἑταίροις εἰρήκει “αὐτὰρ ἐγὼν ἀγροὺς ἐπελεύσομαι ἠδὲ βο- τῆρας, ἑσπέριος δʼ εἰς ἀστὺ ἰδὼν ἐμὰ ἔργα κάτειμι” (ο, 504.) . Q. ἐχέφρονι] γρ. περίφρονι. H. Vind. 133. 136. γιγνώσκω, φρονέω] ὅ τι ἐπιβουλεύῃ γιγνώσκω, καὶ φρονῶ ἅτινά μοι κελεύεις. Q. 138. εἰ καὶ] γρ. ἦ. H. cum gl. ἆρα. 140. ἔργα] τὰ κτήματα καὶ τὸν οἶκον τοῦ Ὀδυσσέως. H. 141. κελεύοι] γρ. ἀνώγοι. Vind. 5. 143. αὕτως] ἀντὶ τοῦ ὡσαύτως. B. γρ. καὶ ἔμπης, ἀντὶ τοῦ ὁμοίως καὶ ὡς πρώην ἤσθιεν. H. 147. ἄλγιον] ἄλγιον μὲν τὸ μὴ εἰπεῖν. B. Q. 148. αὐτάγρετα] αὐθαίρετα, αὐτεξούσια ἢ παραυτὰ ἀγρευόμενα, ἀντὶ τοῦ, εἰ ὅσα ἐθέλομεν παραυτὰ καὶ ἐγίνετο. B. H. αὐθαίρετα, αὐτόληπτα, χωρὶς καμάτου. V. 151. πρὸς μητέρα εἰπεῖν] γρ. μητρός. H. 152. ἀμφίπολον] εἰπὲ τῇ Πηνελόπῃ ἐκπέμψαι τὴν δουλίδα πρὸς τὸν Λαέρτην λάθρα· ἐκείνη γὰρ αὐτῷ δύναται ἀναγγεῖλαι. ἀπὸ κοι- νοῦ γὰρ τὸ κρύβδην. B. Q. 152. 153. νοθεύονται, ὅτι μὴ πέμπει Πηνελόπη πρὸς Λαέρτην, εἰ μὴ ἄρα σιωπωμένως. H. 158. ἀπὸ γὰρ τοῦ εἴδους ἐμφαίνεται καὶ τὸ ἦθος. εἰσὶ γὰρ εἴδη τινὰ σωμάτων ἐντρεχῆ. H. 159. στῆ δὲ κατʼ ἀντίθυρον] ἀντικρὺ τῆς θύρας. B. V. φανεῖσα] ἀντέστραπται. οὐ γὰρ φανεῖσα ἔστη, ἀλλὰ σταθεῖσα ἐφάνη. B. 163. κνυζηθμῷ] ἤτοι ποππυσμῷ, ἢ μετὰ κλαυθμοῦ ποιῷ ἤχῳ τῶν κυνῶν. B. Q. V. 165. τειχίον] γρ. καὶ θριγκίον. M. θριγκίον] τὸ περίφραγμα. V. 169. φάεο] λέγε. V. 169. ἀραρόντε] νῦν ἀντὶ τοῦ κατασκευάσαντες. B. 171. ὀρθοτονητέον τὴν σφῶϊν. H. 173. ἐϋπλυνὲς] οὐχ ἕτερον, ἀλλʼ ὅπερ εἶχεν, εὐπλυνὲς καὶ λαμπρὸν φαίνεσθαι ἐποίησεν. B. 175. πολλῶν δὲ κατορθωμάτων αἴτιος ἔμελλεν ἔσεσθαι ὁ ἀνα- γνωρισμός, ὡς ἐκ φύσεως ἦν. στεριφώτερα δὲ τὰ μέλανα τῶν σω- μάτων. H. ἂψ δὲ μελαγχροιὴς] ὀξυτόνως. τοῦτο δὲ κατὰ συγκοπὴν Ἀττικοὶ μελαγχρής φασιν, ὡς Εὔπολις. H. Q. καὶ τὸ οὐδέτερον Μένανδρος εἴρηκε “μελαγχρὲς μειράκιον.” H. καὶ πῶς ἐν τῇ μεταμορφώσει φησὶ “ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας” (ν, 399.) ,φαμὲν οὖν πρὸς τὸ πιθανὸν τῆς φαλακρώσεως. αἱ γὰρ ξανθαὶ τρίχες ἀραιαί εἰσι καὶ εὐχερῶς φαλακροῦνται. ὀλέσω οὖν τὰς τρίχας ἔμφασιν παρέχουσα ξανθότητος. καὶ οἱ φαλακροὶ γὰρ ἔχουσιν ἐλλείμματα δεικνύντα τὴν προτέραν τρίχωσιν. H. Q. 185. δῶρα τετυγμένα] ἀναθήματα, ἀγάλματα. V. φείδεο δʼ ἡμῶν] φειδὼ ἡμῶν λάμβανε καὶ ἐλεημοσύνην. Q. δʼ ἡμέων] γρ. δʼ ἡμῶν. H. 191. πάρος δʼ ἔχε] πρότερον κατέσχεν αὐτὸν τῶν δακρύων ἀγνοῶν εἶναι τὸν υἱὸν αὐτοῦ τὸν Τηλέμαχον. Q. 195. θέλγει] ἡ κυκλικὴ, θέλγεις. H. 197. ᾧ] γρ. οἷ. Η. 202. οὐχ ἁρμόζει διὰ βάθους καὶ ἐκ ψυχῆς ὄντα φίλον ὑμῶν. H. 205. ἀνατλάς] γρ. ἀληθείς. Vind. 133. 207. Ἀθηναίης ἀγελείης] τῆς ἀγούσης τὰς λείας ἤτοι τὰς λαφυ- ραγωγίας. ἡ γὰρ φρόνησις τοιαῦτα δρᾶν οἶδε. Q. 208. Ἀρίσταρχος ἀντὶ τοῦ τίθησιν τὸ ἔθηκεν ἐξηγεῖται. Η. 212. ἠμὲν κυδῆναι] γρ. ηὐδῆναι. H. 214. Ἀρίσταρχος ἀμφιχυθείς. H. 216. ἀδινώτερον ἤ τʼ οἰωνοί] ἀντὶ τοῦ πλέον τῶν οἰωνῶν. Ἀττικὴ ἡ φράσις. B. Q. 217. φῆναι ἢ αἰγυπιοὶ] εἴδη ταῦτα ἀετῶν. ἡ φήνη ζῷόν ἐστι πτερωτὸν, ἥπερ τῶν τέκνων αὐτῆς στερηθεῖσά ποτε ἐλεεινῶς πέφυκεν ἀποδύρεσθαι. Q. 218. πάρος πετεηνὰ γενέσθαι] πρὸ τοῦ ἰσχύειν πέτεσθαι. H. 230. εἰς Ἰθάκην γὰρ αὐτὸν κατήγαγον ἐκεῖνοι· αὐτὸς δὲ ἐν Ἰθάκῃ ἐστὶν, ὥστε εἰς Ἰθάκην γραπτέον. H. 234. περιβουλεύσωμεν] ἀναστρεπτέον τὴν περί. H. 236. ὄφρα ἰδέω] ὄφρα εἰδέω. H. εἰδέω] μάθω. V. 239. ἀθετεῖ Διονύσιος. H. διζησόμεθʼ] εὐθεῖα δυικῶν. H. 245. ἀτρεκὲς] νῦν, μόνον, ὡς τὸ “ἀτρεκὲς αἷμ᾿ ἔσσευα βαλλών” (Il. ε, 208.) . δύναται μέντοι κἀκεῖ τὸ φανερὸν καὶ πρόδηλον, καὶ ἐνταῦθα τὸ ἀκριβὲς καὶ ἀληθές. Q. 246. ἀλλὰ πολὺ πλέονες] γρ. ἀλλὰ πολὺ πλεῖον. H. τοὺς μνη- στῆρας ρη΄ Ἀρίσταρχός φησι, συμφωνεῖ δὲ τῷ ἀριθμῷ καὶ τὰ ἔπη. H. 249. φῶτες ἔασιν] γρ. Ἀχαιῶν. H. 250. φῶτες Ἀχαιῶν] γρ. κοῦροι. Vind. 133. 253. δαιτροσυνάων] μαγειρικῶν ἔργων. H. 255. μὴ] ὑπακουστέον τὸ δέδοικα. σύνθετον τὸ πολύπικρα, καὶ ἔστιν ἀντὶ τοῦ πολυπίκρως. H. πολὺ πικρὰ] γρ. πολύπικρα, ἐπίρρημα. Vind. 133. πολύπικρα] πολυπίκρως καὶ δεινῶς. V. 265. ἀνδράσι τε] ἀντὶ τοῦ, ἄλλων ἀνδρῶν καὶ θεῶν. B. 267. κείνω] ὁ Ζεὺς καὶ ἡ Ἀθηνᾶ. B. Q. 20. τὸ νῦν ἀντὶ τοῦ δή, ὁμοίως τῷ “ἐξ αὖ νῦν ἔφυγες θάνατον, κύον.” (Il. λ. 362.) . H. ἔρχε᾿] ἔρχου. V. 271. ὑπερφιάλοισιν] πεπληρωμέναις φιάλαις. Q. 277. σὺ δʼ εἰσορόων] γρ. σὺ δʼ ὁρόων. H. 280. ἡ ἡμέρα τῆς κακῆς αὐτῶν μοίρας περιμένει αὐτούς. H. 281. ἄλλο δέ τοι ἐρέω] νοθεύονται ιη΄. πόθεν γὰρ ᾔδει τὰ ὅπλα ἐν τῷ ἀνδρῶνι ἀντικείμενα; οἰκείως δὲ χρήσεται τῷ λόγῳ ὅταν αὐτὰ θεάσηται. H. Q. Vind. 133. ἀθετεῖ Ζηνόδοτος ιη΄. H. 287. παρφάσθαι] παραπεῖσαι, παραλογίσασθαι, συμβουλεῦσαι. B. H. Q. 288. ὅτε, φησὶ, τὰ ὅπλα τῶν μνηστήρων κρύψεις, Τηλέμαχε, καὶ οἱ μνηστῆρες ταῦτα ψηλαφῶσιν, εἰπὲ αὐτοῖς ὅτι ταῦτα κατέκρυψα διὰ τὸ τήκεσθαι ἐκ τοῦ καπνοῦ καὶ τοῦ πυρὸς τῆς οἰκίας. H. Q. 295. αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος] πρόχειρος γὰρ ἀνὴρ πρὸς φόνον παρακειμένου σιδήρου. B. Q. V. 304. ἰθύν] τῆς διανοίας διάθεσιν. B. οὕτως αἱ Ἀριστάρχου. ὁρμὴν, σκοπόν. H. 305. καί τε τέο] τὸ τε ἀόριστον. διὸ καὶ ἐπὶ τοῦ κέ ὁ τόνος. ὁ δὲ Ἀσκαλωνίτης ἐτεοδμώων, τῶν ἀγαθῶν θεραπόντων. τινὲς δὲ οὕ. τως, ὅτεο δμώων, τῶν ὄντων ἡμετέρων δούλων. H. Q. πειρηθῶμεν] γρ. πειρηθείημεν. Vind. 133. διάπειραν ληψώμεθα. V. 306. ἠμὲν ὅπου τις νὼ τίει] τὸ ὅπου τοπικόν ἐστιν ἀντὶ τοῦ, καὶ ὅπου τις ἡμᾶς τιμᾷ γνῶμεν, καὶ ὅπου τις οὐ φροντίζει ἡμῶν. πολ- λάκις γὰρ κατὰ πρόσωπον τῆς Πηνελόπης καλῶς ἡμᾶς λέγει, ἀπού- σης δὲ ἀτιμάζει. B. Q. ὅπως] γρ. ὅπου. Vind. 133. 310. χαλιφροσύναι] ἤτοι ἀφροσύναι ἢ κεχαλασμέναι καὶ ἔκλυτοι φρένες, ἢ σκαιαὶ καὶ ἀβέλτεροι τῇ διανοίᾳ. B. Q. V. 314. μετερχόμενος] διὰ σπουδῆς ἔχων. V. 316. δεδάασθαι] ἀντὶ τοῦ καταμανθάνειν· ἀνυπόπτως γὰρ τὰ τού- των ἤθη μαθήσῃ κατὰ τὴν οἰκίαν. H. μανθάνειν τὰ τούτων ἤθη. 317. νηλητεῖς] ἀναμάρτητοι, ἐκ τοῦ νη στερητικοῦ μορίου καὶ τοῦ ἀλιταίνω τὸ ἁμαρτάνω. B. 318. σταθμοὺς] νῦν τοὺς οἴκους. H. V. 319. ἀλλʼ ὕστερα] μετὰ τὴν μνηστηροκτονίαν· ἤτοι ἐὰν γινώσκῃς τι ἀπὸ χρησμοῦ. B. 324. τοῦτο δευτερολογία. H. 326. τεύχεα δέ σφ᾿] ἀντὶ τοῦ αὐτῶν. καὶ αὐτοὶ γὰρ εἶχον ὅπλα. B. 327. Κλυτίοιο] τοῦ πατρὸς τοῦ Πειραίου. B. 333. συναντήτην] συνέδραμον, συνήντησαν. V. συνήντησαν ὅ τε κῆρυξ καὶ ὁ συφορβὸς ἀλλήλοις. H. 335. βασιλῆος] γρ. Ὀδυσῆος. M. 337. ἐκ Πύλου ἦλθεν] γρ. εἰλήλουθε. H. 342. ἀκάχοντο] ἐλυποῦντο. κατήφησαν] ἐστύγνασαν, κατηφεῖς ἐγένοντο. H. ἐλυπήθησαν, ἐστύγνασαν. V. 343. ἐκ δʼ εἷλον] ἐξελο άβοντο δέ. V. ἐκ δʼ ἦλθον] ἐξῆλθον δέ. v. 344. αὐτοῦ] γρ. ἀγχοῦ. M. 346. ὑπερφιάλως] ὑπερηφάνως ὁ κατὰ τοῦ Τηλεμάχου λόχος ἡμῖν ἐτελέσθη καὶ ἡ ὁδὸς αὕτη. ἐλέγομεν δὲ ὅτι οὐ μὴ τελέσῃ τὴν πρὸς τὸν οἶκον ὁδὸν αὐτοῦ ἀκινδύνως. Q. τετέλεσται] γρ. ἐτελέσθη. H. M. ἐτελέσθη] ἐτελειώθη, ἐπράχθη. V. 347. φάμεν] παροξυτόνως, ἵνα ᾖ παρατατικός. B. 350. κείνοις] ἤτοι τοῖς ἐλλοχῶσι τῷ Τηλεμάχῳ. B. 351. τοῦτο ἐκ τοῦ ποιητοῦ. H. 354. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας] γελάσας εἶπε τοῖς ἰδίοις ἑταίροις μνηστῆρσι, μή τινας ὑμῶν ὀτρύνητε ἀπελθεῖν καὶ εἰπεῖν τοῖς τὸν Τηλέμαχον λοχῶσιν ἐλθεῖν· ἤδη γὰρ ἐκεῖνοι μεμαθηκότες τοῦ Τηλε- μάχου τὴν ἐνταῦθα ἐπιδημίαν ἐντὸς τῆς αὐτοῦ οἰκίας εἰσέρχονται. H. μετεφώνεεν] γρ. προσεφώνεεν. H. 357. κιχάναι] γρ. κιχῆσαι. H. 360. τεύχεα δέ σφʼ ἀπένεικαν] νῦν ἄμφω, καὶ τὰ τῆς νεὼς καὶ τὰ πολεμιστήρια. B. 365. ἐπʼ ἄκριας] ἐπὶ τὰ ὑψηλότατα μέρη τῶν ὀρῶν. H. 367. ἄσαμεν] ἐκοιμήθημεν, ἐκαθευδήσαμεν, ἢ ἀνεπαύθημεν. H. 375. ἐφʼ ἡμῖν ἦρα φέρουσιν] ἡ ἐπί πρὸς τὸ ἦρα, ἐπίηρα, τὴν μετʼ ἐπικουρίας χάριν. B. Q. 377. οὐ γάρ τι μεθησέμεναι] οὐ γὰρ καταλείψει Τηλέμαχος τὸ ἀθροῖσαι ἀπὸ τῆς ἀγορᾶς λαὸν καὶ εἰπεῖν τὴν αὐτοῦ συμφορὰν καὶ ἅπερ παρʼ ἡμῶν ἔπαθεν ἡ οἰκία αὐτοῦ. Q. 383. ἀλλὰ φθέωμεν] ἢ ἐν τῷ ἀγρῷ ἢ ἐν ὁδῷ ἐπανιόντι. ἐπανέλαβε δὲ διὰ τοῦ ἀλλά τὸν λόγον, ἐπεὶ μεταξυλογίᾳ ἐχρήσατο. B. 385. κατὰ μοῖραν] γρ. καὶ κατὰ δῆμον. M. Vind. 133. ἐφʼ ἡμέας] τουτέστι, καθʼ ἑαυτούς. B. V. μὴ τοῖς ἀποῦσι μερίσω- μεν. V. 389. θυμηδέα] τὰ τῇ ψυχῇ ἡδονὴν παρέχοντα. B. Q. V. 403. αἰνήσωσι] ἐπινεύσωσι, συγκατάθωνται. V. 410. ὑπέρβιον ὕβριν ἔχουσιν] γρ. ἀπεχθομένοισί περ ἔμπης. Vind. 133. 412. μέδων] ἐκ βίας γὰρ εἶχον αὐτὸν ὡς καὶ τὸν Φήμιον. Q. 418. ἄμεινόν ἐστιν ὀρθοτονεῖν τὴν σέ. H. 420. ἔησθα] ὑπάρξεις. V. 421. βαρυτονητέον τὸ μάργε· ἔδει δὲ ὀξύνεσθαι. H. 422. ἱκέτας] τοὺς προσδεχομένους ἱκέτας ὠνόμασεν ὁμωνύμως αὐ- τοῖς τοῖς ἱκετεύουσιν, ὡς ἄν τις εἴποι τοὺς ἱκετοδόχους, ὥσπερ χρῆ- σται λέγονται οἱ ὀφείλοντες καὶ οἱ δανείζοντες. V. οὕτως εἶπε τοὺς ἱκετοδόχους, ὡς χρῆσται καὶ οἱ χρεωστοῦντες καὶ οἱ δανείζοντες. Ἄλλως. καὶ τὸν ἱκετεύσαντα καὶ τὸν ἱκετευθέντα. οὐ χρὴ γὰρ τούτων τὸν ἕτερον κακῶς φρονεῖν θατέρῳ. οὐκ αἰσχύνῃ οὖν οὔτε τὸν σὸν πα- τέρα ἱκετεύσαντα, οὔτε τὸν Ὀδυσσέα τὴν ἱκεσίαν δεξάμενον ; Q. ἱκέτας ἐνταῦθα τοὺς προσδεχομένους μᾶλλον ἢ τοὺς προσιόντας αὐ- τοῖς φησιν. B. 423. μάρτυρος] μάρτυς κατὰ Ἴωνας. V. οὐδʼ ὅσιον] γρ. οὐδʼ ὁσίῃ. Vind. 133. 424. ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων] τοὺς Ἰθακησίους φεύγων εἰς τὸν οἶκον Ὀδυσσέως κατέφυγε. τὸ δὲ δεῦρο δεικτικὸν εἰς τὴν Ὀδυσσέως οἰκίαν. Ἰθακήσιος γὰρ ἦν ὁ Εὐπείθης. B. 427. πολλοὶ ὀρθοτονοῦσι τὴν ἥμιν, κακῶς. H. 428. κτεῖναι] γρ. φθεῖσθαι. M. 429. ζωὴν] τὸν βίον τὸν τῆς οὐσίας περιεκτικόν. V. κατὰ ζωὴν φαγέειν] δημεῦσαι τὰ χρήματα. πλείων δὲ ἡ κατη- γορία ὅτι καὶ πολλῆς οὐσίας ἀζημίωτον αὐτὸν ἐποίησεν ὁ Ὀδυσσεύς. ὥστε πλείω ὤφειλεν εἶναι ἢ χαρίζεσθαι ὅτι πολλὰ ἔχων νῦν ἀλλότρια ἐσθίει. Q. μενοεικέα] τὴν προσήκουσαν τῷ μένει καὶ τῷ θυμῷ ἐκείνου. Q. 431. ἄτιμον] ἀντὶ τοῦ ἀτίμως. Q. ἀτιμώρητον. ἔδεις δὲ προῖκα, μὴ καταβάλλων τὴν τιμὴν τῶν ἐσθιομένων. B. H. 434. Πολύβου παῖς] γρ. πεπνυμένος. H. 441. ταχέως τὸ αἷμα τὸ σκοτεινὸν χυθήσεται παρὰ τῷ ἐμῷ δόρα- τι, τοῦ ὁρμήσαντος φονεῦσαι τὸν σὸν υἱὸν Τηλέμαχον. H. αἶψά κεν] γρ. αἶψά οἱ. Vind. 133. 449. ὑπερώϊα] γρ. ὑπερῶα. H. σιγαλόεντα] ποικίλως κατεσκευασμένα. Q. V. 453. ἐπισταδὸν] ἐπιστημόνως. V. ἐπισταμένως. Q. ὁπλίζοντο] οὕτως διὰ τοῦ ο. H. 457. λυγρὰ] εὐτελῆ, ἢ λαμπρά. V. 461. ἐρωτηματικῶς, κεῖθεν ἦλθες ὅπου καὶ ἐπέμψαμέν σε ; ἢ ἀπο- φαντικῶς, ἰδοὺ, φησὶν, ἦλθες ἀπαγγείλας. H. 466. βλώσκοντα] ἀντὶ τοῦ καταβλώσκοντι· ἐστὶ δὲ μολίσκοντι, φοιτῶντι. ἀναστρεπτέον τὴν κατά. H. ἀνύοντα· ἢ κατελθόντα· ἢ πορευόμενον. V. καταβλώσκοντα] μολίσκοντα, φοιτῶντα, κατελ- θόντα, ἢ πορευόμενον. B. Q. ἄνωγεν] γρ. ἀνώγει. H. 468. ὡμήρησε] ὁμοῦ συνέβαλε, συνέτυχεν. V. ὡμήρησε δέ μοι] συνέτυχεν, ἐκ μεταφορᾶς τῶν ὁμοῦ ἐρεσσόντων, ἢ ἀπὸ τοῦ ἅμα ἀρη- ρέναι. τινὲς δὲ παρῆχθαι, ὡς οἶνος οἰνηρός, οἴσυπος οἰσυπηρός (οἴσυ- πος δέ ἐστιν οἰὸς ῥύπος), οὕτω καὶ ἐκ τοῦ ὅμος ὅμηρος. B. H. Q. 471. ὑπὲρ πόλιος] ἀντὶ τοῦ ἔξω τῆς πόλεως. V. Ἑρμαῖος λόφος] ὁ σωρὸς τῶν λίθων ἐν ταῖς ὁδοῖς ἑρμαῖον ὀνομάζε- ται. ἢ πάθος ἰώμενος βωμὸς ἢ λόφος ἑρμαίου. ἢ ὡς ἐπί τινος λόφου Ἑρμοῦ ἱδρυμένου. V. Ἑρμῆς πρῶτος ἐκάθηρε τὰς ὁδοὺς, καὶ εἴ που ἐκάθηρε, λίθον ἀπέ- θετο ἔξω τῆς ὁδοῦ, ὃ σημεῖον ἦν. Ἑρμαῖος οὖν λόφος ἀντὶ τοῦ ση- μεῖον τῆς ὁδοῦ. τὰ γὰρ σημεῖα τῶν Ῥωμαίων μιλίων Ἑρμαίους λόφους καλοῦσιν. B. H. Q. Ἑρμῆς κατὰ Διὸς κέλευσιν ἀνελὼν Ἄργον τὸν τῆς Ἰοῦς φύλακα ἤχθη ὑπὸ δίκην, Ἥρας αὐτὸν καὶ τῶν ἄλλων ἀγαγόντων θεῶν εἰς κρίσιν ὅτι πρῶτος ἐπεβεβλήκει δαιμόνων θνητῶν μιάσματι τὸν Ἄργον καὶ ἀνῃρήκει. κρίνοντας δὲ τοὺς θεοὺς εὐλαβεῖσθαι μὲν τὸν Δία διὰ τὸ ὑπόδικον γεγενῆσθαι τὸν Ἑρμῆν ταῖς αὐτοῦ παραγγελίαις. ἅμα δὲ ἀφωσιωμένους τὸ ἄγος καὶ τῆς ἀνδροφονίας ἀπολύοντας αἷς εἶχον ὀργαῖς προσβαλεῖν αὐτῷ τὰς ψήφους, καὶ οὕτως ἐπισωρευθῆναι πρὸς τοῖς ποσὶ τοῦ Ἑρμοῦ ψήφων πλῆθος. ὅθεν καὶ τοὺς ἀνθρώπους ἄχρι τοῦ νῦν εἰς τιμὴν Ἑρμοῦ κατὰ τὰς ὁδοὺς, διὰ τὸ τὸν θεὸν εἶναι τοῦ- τον καθηγεμόνα καὶ ἐπίτροπον τῶν ἐκδημούντων, σωροὺς ποιεῖν λίθων καὶ διάγοντας προσβάλλειν λίθους, καὶ τούτους καλεῖν Ἑρμαίους λό- φους. ἔστι δὲ λόφος πᾶν τὸ εἰς ὕψος μετέωρον. ἡ ἱστορία παρʼ Ἀν- τικλείδῃ. Q. V. 477. ἐξέφυγε, μὴ γνῶσιν ὅτι τὸν πατέρα εἶδεν. H. 478. πόνου] τοῦ περὶ τὸ δεῖπνον. V. 481. κοίτου τε μνήσαντο] γρ. δὴ τότε κοιμήσαντο. H. P.