# Scholia in Odysseam 18.4.1

Scholia in Homerum, Scholia in Odysseam, ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΟΔΥΣΣΕΙΑΝ., Book 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-odysseam/18.4.1

2. γαστέρι μάργῃ] γαστριμαργίᾳ, ἀπληστίᾳ. H. [οὐδεὶς οὔτε γραμματικῶν οὕτε ῥητόρων ἐμνημόνευσεν· Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζῴων μέμνηται ζῴου μάργου, λέγων ὅτι γεννᾶται ἀπὸ σήψεως μεταξὺ γῆς καὶ ὕδατος. καὶ ἀφʼ οὗ γεννηθῇ οὐ παύεται γαιηφαγοῦν ἕως οὗ ἐκτρυπήσῃ τὴν γῆν καὶ εἰς τὴν ἐπιφάνειαν ἔλθῃ, καὶ ἐλθὸν θνήσκει τρεῖς ἡμέρας· καὶ ἔρχεται νέφος μετὰ βροντῆς καὶ βρέχει ἐπάνω αὐτοῦ καὶ ἀναζῇ μηκέτι γαιηφαγοῦν. ἐκ τούτου οἶμαι τοὺς ἀρχαίους φιλοσόφους ὁρμηθέντας τοὺς πολυφάγους γαστριμάργους καλέσαι. δύναται δέ τις εὐσεβῶς καὶ κατὰ θεωρίαν ἐκλαβεῖν τὰ εἰρημένα. πᾶν γὰρ πάθος ἀπὸ σήψεως γεννᾶται, καὶ ἐπὰν γεννηθῇ, οὐ παύεται ἐσθίον τὴν ὑποστήσασαν καρδίαν, ἕως ἂν διὰ τῆς γνωστι- κῆς ἕξεως εἰς φανέρωσιν ἀληθείας ἔλθῃ, καὶ ἐλθὸν θνήσκει ταῖς τρισὶ δυνάμεσι τῆς ψυχῆς. καὶ οὕτως ἡ χάρις τοῦ ἁγίου πνεύματος διὰ νέφους σταλαγμοὺς δίδωσι γνώσεως, καὶ ζωοποιεῖ οὐ κατὰ τὴν προ- τέραν ἐμπαθῆ ζωὴν, ἀλλὰ κατὰ τὴν ἐνάρετον καὶ θεῷ οἰκείαν. H.Q.] 3. ἀζηχὲς] διηνεκὲς, ἀδιάλειπτον. V. πολλά. MS. Barnes. 5. Ἀρναῖος] ἢ ὅτι προβατώδης, ἢ παρὰ τὸ ἄρνυσθαι, ὅ ἐστι λαμ- θάνειν· ἢ ἀραῖος· ηὔχοντο γὰρ αὐτοῦ οἱ γονεῖς γεννηθῆναι· καὶ πλεο- νασμῷ τοῦ ν ἀρναῖος. B. γέγονε τὸ ὄνομα παρὰ τὴν ἀρὰν ἀραῖος, καὶ πλεονασμῷ τοῦ ν ἀρναῖος, ὁ εὐκταῖος τῇ μητρὶ γενόμενος· ἢ παρὰ τὸ ἄρνυσθαι τὸ λαμβάνειν ὡς πτωχὸς, ἵνʼ ᾖ ὄνομα πτωχῷ πρέπον· ἢ ἀπὸ τῶν ἀρνῶν, ἵνʼ ᾖ ὁ βληχώδης καὶ ἠλίθιος. Q. 6. ἐκ γενετῆς] ἐκ γενεῆς, διχῶς. H. Ἶρος] ἀπὸ τοῦ Ἴρις ἡ ἄγγελος τῶν θεῶν. B. Ἶρος παρὰ τὸ εἴρω τὸ λέγω, ὁ τὰς ἀγγελίας κομίζων· λέγει γὰρ, οὕνεκʼ ἀπαγγελίας. Q. παρὰ τὸ εἴρειν. V. 8. διώκετο] ἐδίωκεν. V. παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. B.H. 11. ἐπιλλίζουσιν] διανεύουσι τοῖς ὀφθαλμοῖς. ἶλλοι γὰρ οἱ ὀφθαλ- μοὶ, ἀπὸ τοῦ εἰλεῖσθαι, ὅθεν τὸ δενδίλλων. B.Q. ἐπιλλίζουσιν διὰ δύο λλ. H. 15. ἐκ παντὸς τὸ ἀνενόχλητον αὐτοῦ δηλοῖ. H. δαιμόνιε] διʼ ἔργων σε οὐ κακοποιῶ. οὔτʼ ἀγορεύω, οὔτε κακολογῶ σε, οὔτε τινα φθονέω δόμεναι, καὶ πόλλʼ ἀνελόντα, οὐ φθονῶ σοι. H.Q. 17. οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται] χωρήσει, ἔνθεν καὶ χειὰ ἡ κατάδυσις τῶν ὄφεων. B.Q.V. Δημήτριος δέ φησιν ὅτι ἀττικίζων ὁ ποιητὴς ἀντὶ τοῦ δέξεται χείσεται εἶπεν. B. Q. Vind. 133. οὐ στενοχωρήσει. οὐδέ τί σε χρὴ ἀλλοτρίων φθονεῖν· οὐ γὰρ ἀπὸ τῶν σῶν λήψομαι. Q. 18. ἀλλοτρίων φθονέειν] οὕτως ἡ σύνταξις, οὐ χρή σε φθονεῖν μοι τῶν ἀλλοτρίων. B.H.Q. μέλλουσι δὲ οἱ θεοὶ εὐδαιμονίαν ἡμῖν πα- ρέχειν. ἄδηλον γὰρ τὸ τῆς τύχης ῥεῦμα. B. Q. 19. ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν] ἐοίκασι δὲ οἱ θεοὶ δωρητικοὶ εἶναι εὐδαιμονίας, ὥστε οὐ φαίνονται ἡμῖν ἵλεω. Q. V. 21. μή σε, γέρων] ὅλον συνῆπται τὸ νόημα οὕτως, μήπως σε αἵ. ματος πληρώσω, καὶ πλέον ἡσυχίαν ἐμαυτῷ ποιήσω αὔριον. εἰ γὰρ σὺ πληγείης, οὐκέτι ἐνταῦθα ἥξεις, καὶ εὑρίσκομαι ἐκτὸς ὣν μάχῃε, σοῦ μηκέτι ἐλθόντος. B. Q. 27. γρηῒ καμινοῖ] τῇ καμινοκαυστρίᾳ, τῇ φρυττούσῃ τὰς κριθὰς πρὸς τὸ ποιῆσαι ἄλευρα. οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανός. ὃ Ἀττικοὶ κοδομεύειν φασίν. ὁ δὲ Κομανὸς τῇ καμούσῃ τὰς ἶνας διὰ τὸ γῆρας. B.H.Q. Vind. 133. Καὶ ἄλλως. γρηὶ καμινοῖ, καμι- νευτρίᾳ, παραπλησίως κατὰ τὸ εἶδος καὶ τὴν ἐσθῆτα. ῥυπαρὰ γὰρ ἐφόρει. B.H.Q. καμινευτρίᾳ, φρυγούσῃ κριθάς. ἔστι δὲ ἡ εὐθεῖα καμινώ. V. ἐν πολλοῖς, γρηῒ καμινῶ. H. 28. χαμαὶ δʼ ἐκ πάντας] σχεδὸν πᾶσαι, χαμαὶ δέ κε πάντας. H. τοὺς ὀδόντας ἐκκόψω. H. 29. ληϊβοτείρης] τῆς κατεσθιούσης τὸ λήιον, ὅ ἐστι τὸ σιτοφόρον χωρίον. ἐὰν γὰρ εὑρεθῇ σῦς ἀλλότριον σπόριμον πεδίον βοσκομένη, ἐξοδοντίζεται. V. νόμος ἦν, ὡς ἐὰν εὑρεθῇ σὔς ἀλλότριον σπόριμον πεδίον βοσκομένη, ἐξωδοντίζετο. Q. ὡς χοίρου λήϊον βοσκομένης. εἴ που γὰρ εὑρίσκετο εἰς ἀλλότριον χυρίον χοἴρος, τοῦ τοἔπασχεν ὑπὸ τῶν δεσποτῶν τοῦ. χωρίου κατεχομένη. οὗτος δὲ ὁ νόμος παρὰ Κυ- πρίοις. B.H. 30. ἐπιγνώωσι δὲ ἀντὶ τοῦ θεάσωνται. V. 33. πανθυμαδὸν ὀκριόωντο] μετὰ παντὸς θυμοῦ ἐτραχύνοντο, ἠγρι- αίνοντο. καὶ λίθον ὀκριόεντά φησι τὸν τραχὺν καὶ οἷον ἄκρα ἔχοντα, καὶ ἀκριόεντα. B.H.Q. πανθυμαδὸν] ἐκθύμως, πάσῃ τῇ ψυχῇ, ἄγαν ὀργίλως. ὀκριόωντο] ἐτραχύνοντο, διεφέροντο, διεπληκτίζοντο. V. 41. κακοείμονας] κακὰ ἱμάτια περιβεβλημένους. H. 43. ἀγήνορες] νῦν οἱ ἄγαν ἀνδρεῖοι. Q. V. 44. γαστέρες] οἰκεῖον τὸ ἆθλον τοῖς διὰ γαστέρα ἁμιλλωμένοις. ἐν πυρὶ δὲ ἀντὶ τοῦ παρὰ πυρί. οὕτως Ἀρίσταρχος. ὁ δὲ Ἀριστο- φάνης ἐν πυρὶ, ἐν τῷ καταφωτιζομένῳ τόπῳ, ὡς ἐν Ἰλιάδι (ι, 206.) “αὐτὰρ ὅγε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ.” B. Q. προση- κόντως γαστέρα πρὸς βρῶσιν τίθησι τῷ νικήσαντι. καὶ οὗτοι γὰρ διὰ τὴν γαστέρα ἐμάχοντο. Vind. 133. γαστέρες αἵδʼ αἰγῶν] τὰς φύσκας λέγει. οἰκεῖον δὲ τὸ ἆθλον τοῖς διὰ γαστέρα δυστυχοῦσιν. V. αἵθε δεικτικῶς, ἐν μέσῳ γὰρ τῷ ἀνδρῶνι τὸ πῦρ. H. 48. εὐλογώτατα πρὸ τῆς μνηστηροκτονίας τὸν Ἷρον ὑπεξάγει ὁ ποιητής. H. 50. ἥνδανε] ἤρεσκε. V. 56. ἤρα] τὸ ἐντελὲς ἐπίηρα. B. ἐπίηρα ἐστὶ τὸ ἐντελὲς, καὶ ἐν Ἰλιάδι “μητρὶ φίλῃ ἐπίηρα,ʼ ὁ μεσολαβήσας τῷ ὀνόματι εἶπεν. H. 57. ἀτασθάλλων] ἐνυβρίζων με ὑπερηφάνως ἢ ἀδικῶν με. B.H.Q. 58. ἐπώμνυον] ἐπώμνυον, οὐκ ἀπώμνυον. B.H. ἀπώμνυον] γρ. ἐπώμνυον. Vind. 133. 63. θείνῃ] γρ. δείρῃ. Vind. 56. 64. ξεινοδόκος] ὁ τοὺς ξενοὺς ὑποδεχόμενος, διὰ τοῦ κ ἀντὶ τοῦ χ. ὡς ἱστοδόκος, ἢ ἀπὸ τοῦ δέχεσθαι. H. ἐκὶ δʼ αἰνεῖτον] συγκατατίθενται. V. συντίθενται δὲ κελεύσει μου ὁ Ἀντίνοος καὶ Εὐρύμαχος. H. Q. 67. ζώσατο] περιεζώσατο μὲν τοῖς ῥάκεσι τὰ αἰδοῖα, ἢ περὶ τὰ αἰδοῖα ἐζώσατο. B. Q. 70. μέλεʼ ἤλδανε] ψιλῶς ἀπὸ τοῦ ἀλδαίνω. καὶ Αἰολεῖς ἄλματα καλοῦσι τοὺς κλάδους, οἷον ἀλδήματα καὶ αὐξήματα. B. Q. 73. ἄιρος] Ἶρος ὀνομασθείς. ἐπίσπαστον] ἑκούσιον, ἀπὸ τῶν ὀρνί- θων τῶν δελεαζομένων καὶ ἐπισπωμένων ἑαυτοῖς τὸν ὄλεθρον. V. ἄϊρος ἐπίσπαστον] ὁ μηκέτι ἐν ζωῇ ἐσόμενος, ὁ μηκέτι ἐσόμενος Ἷρος. τὸ δὲ, ἐπίσπαστον, αὐθαίρετον, ὃ αὐτὸς ἑαυτῷ ἐπεσπάσατο. B.H. ἕξει] γρ. ἄξει. H. 74. ἐπιγουνίδα] τὸν ἐπάνω τοῦ γόνατος τόπον. ἀπὸ δὲ μέρους τὸ πᾶν σῶμα φησίν. εἰ γὰρ τὸ ὀστῶδες μέρος εὔσαρκον, πῶς οὐκ ἂν καὶ τὰ ἄλλα; B.Q. 75. ὠρίνετο] κατεταράσσετο, οὐκ ὠργίζετο. H. 76. ἀλλὰ καὶ ὡς δρηστῆρες] ἀπλῶς. οὐ γὰρ ἐπὶ τῶν μαγείρων. “οὗτοι δῶμα κάτα δρηστῆρες ἔασιν” (Od. κ, 349. τ, 345.). Q. δρηστῆρες] οὐ πάντες δοῦλοι, ἀλλʼ ἴσως θεράποντες, ὃ καὶ ἄμει- νον. H. 77. ὅμοιον τῷ “Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε.” (Il. η. 216.). H. 79. νῦν μὲν μήτʼ εἴης] ἀντὶ τοῦ ἀποθάνοις νῦν. μήτε γένοιο, ἀντὶ τοῦ μηδὲ ἐν παλιγγενεσίᾳ ἔλθοις τὸ δεύτερον. B. βουγάῖε] μεγάλως ἐπαιρόμενε, βοῶν ἔργα ποιῶν. V. ἀκουστέον ὑπερμεγέθη ἔχων βοείαν ἀσπίδα, ἐπὶ τοῦ Αἴαντος, ὅταν λέγῃ “ὦ Αἶαν ἁμαρτοεπὲς βουγάιε (Il. ν, 824.), ὡς εἰ ἔλεγεν. ὁ γαίων ἐπὶ τῇ ἀσπίδι, ὡς “κύδεῖ γαίων (Il. α, 405.). ἐπὶ δὲ τοῦ Ἴρου χαριεντι- ζόμενός φησι, διὰ τὸ μέγεθος, ὡς ὑπερμεγέθη ἀνέχοντος ἀσπίδα. λέγει δὲ, μὴ εἴης μέγας, μηδὲ γένοιο· ὅμοιον τῷ “ἦ μάλα Ἶρος ἄῖρος” (73.), ἀπαγγέλλων ὅτε πού τις ἀνώγοι (7.). τοῦτο ὅμοιον καὶ τῷ “οὕτω γάρ κεν δή μοι ἐῦκλείη τʼ ἀρετή τε εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα (Od. ξ, 402.). τοῦτο γὰρ ταυτὸν τῷ εἴης καὶ γένοιο. H. Q. βουγάῖε] ἐπὶ μὲν τοῦ Αἴαντος, ἐπὶ τῇ βοῒ γαίων, ὅ ἐστι τῇ ἀσπίδι· νῦν δὲ χαριεντιζόμενος ἐπὶ τῷ γαυριῶντι τῇ ἀναισθη- σίᾳ φησί. B. Q. 84. πέμψω σʼ Ἤπειρόνδε] Ἤπειρος χώρα ἐστὶν ἐναντίον τῆς Ἰθά- κης οὕτως ἰδικῶς λεγομένη. B. Q. 85. εἰς Ἕχετον βασιλῆα] Ἔχετος ἦν μὲν υἱὸς Βουχέτου, ἀφʼ οὗ καὶ ἐν Σικελίᾳ πόλις Βούχετος καλεῖται. Σικελῶν δὲ τύραννος λέγε- ται. τοῦτον τοὺς μὲν ἐγχωρίους κατὰ πάντα τρόπον σίνεσθαι, τοὺς δὲ ξένους ἀναιρεῖν λωβώμενον· τοσαύτην δὲ κακίαν ἔχειν ὡς καὶ τοὺς μακρὰν οἰκοῦντας ὅτε θέλοιεν σφόδρα τινὰ τιμωρῆσαι καὶ ξένῳ περι- βαλεῖν θανάτῳ ἐκπέμπειν αὐτῷ. πολλὰς γὰρ μηχανὰς ἐξευρεῖν τοῦ- τον αἰκίας. ὅθεν τὸν λαὸν οὐχ ὑπομένειν τὴν πικρὰν ταύτην τυραν- νίδα, λίθοις δὲ αὐτὸν ἀνελεῖν. ἡ ἱστορία παρὰ Μνασέᾳ καὶ Μαρ- σύᾳ. Q. V. οὗτος Ἠπείρου βασιλεὺς Εὐχήνορος καὶ Φλογέας υἱὸς. ὃς τὴν θυγατέρα Μετώπην ἢ Ἄμφισσαν ὑπὸ Αἰχμοδίκου φθαρεῖσαν πηρώσας ἠνάγκασεν ἀλήθειν κριθὰς σιδηρᾶς, τότε φήσας ἀποδώσειν αὐτῇ τὰς ὄψεις ὅταν ἀλήσῃ τὰς κριθάς. τὸν δὲ Αἰχμόδικον ὡς ἐπὶ ἑστίαν καλέσας ἠκρωτηρίασε. καὶ εἰς ὠμότητα τραπεὶς μισθὸν ἐλάμ- βανεν ὑπὲρ τοῦ ἀκρωτηριάζειν τοὺς ἐπὶ τούτῳ πεμπομένους αὐτῷ ξένους. ὕστερον μέντοι μανεὶς ἐνεφορήθη τῶν ἰδίων σαρκῶν. τινὲς δέ φασιν ὅτι ἐπʼ αὐτοῦ Ὁμήρου ἦν ὁ Ἔχετος· ἐπειδὴ δὲ ἐπλημμέλησεν εἰς αὐτὸν, ἐμνήσθη αὐτοῦ ὡσανεὶ παλαιοῦ τινος ἀδίκου. H.Q. Ἕχε- τος βασιλεὺς ἦν τῆς πείρου, Εὐχήνορος παῖς, ὠμὸς καὶ ἀπότομος. ὃς καὶ τὴν θυγατέρα Μετώπην ἢ Ἄμφισσαν ὑπὸ Αἰχμοδίκου φθα- ρεῖσαν πηρώσας ἠνάγκαζε σιδηρᾶς ἀλεῖν κριθὰς, λέγων τότε ἀποδά- σειν τὰς ὄψεις, ὅτε ἀλέσει τὰς κριθάς. τὸν δὲ Αἰχμόδικον ἐπὶ ἑστί- ασιν καλέσας ἠκρωτηρίασε καὶ τὰ αἰδοῖα αὐτοῦ ἀπέκοψεν. ὕστερον μέντοι μανεὶς καὶ τῶν ἰδίων ἐμφορηθεὶς σαρκῶν ἀπέσβη. V. 89. ἄναγον] Ἴωνες τὸ ἄγειν ἀνάγειν λέγουσιν. “οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσιʼ (Il. θ, 203.). B.H.Q. 91. ἐλάσει] πλήξει βαλών. V. 95. ἀνασχομένω] ἀνασχόμενοι. ἔστι δὲ ἀντὶ τοῦ ἀνασχομένων. Η. ἀνασχομένω] ἀνατείναντες. V. 98. μακὼν] ἐπὶ ἀνθρωπείας φωνῆς. B. ἡ Αἰολὶς, χανών. H. σὺν δʼ ἤλασʼ ὀδόντας] συνέκρουσε. B.Q.V. 100. γέλω ἔκθανον] ὑπὸ γέλωτος ἀπέθανον. Gl. H. διεχύθησαν τῷ γέλωτι τερπόμενοι. H. 101. εἷλκε διʼ ἐκ προθύροιο] διὰ τοῦ προθύρου τοῦ ἀνδρῶνος εἷλκεν αὐτὸν, ἕως ὅτε κατέλαβε τὴν αὐλὴν, ὅπου εἰσὶν αἱ θύραι τῆς αἰθού- σης. B. Q. 102. αἰθούσης] αἴθου ?? παρὰ τὸ καθῆσθαι ἐκ τῆς αὐλῆς. H. ποτὶ ἑρκίον αὐλῆς] εἰς τὸ περίφραγμα τῆς αὐλῆς, ἀντὶ τοῦ τῷ περιεχομένῳ τόπῳ τῆς αὐλῆς. B. Q. 105. ἐνταυθοῖ] ἐνταῦθα, ἐν τούτῳ τῷ τόπῳ. H. 106. εἶναι] ἀντὶ τοῦ ἔσο. Q. 107. ἐπαύρῃ] ἐπαύρομαι, ἐπαύρῃ, ἀντὶ τοῦ εὕρῃς. B.H.Q. γρ. ἄλλο πάθῃσθα. H. 111. δεικανόωντʼ ἐπέεσσιν] ἤγουν ἐδεξιοῦντο, παρὰ τὸ δείκνυμι. MS. Barnes. 115. 116. οὗτοι οἱ β’ ἐκ τῶν ἄνωθεν μετήχθησαν· ἐκεῖ μὲν γὰρ προτρέπων φοβεῖ, ἐνταῦθα δὲ ἀπάνθρωπον τελέως τὸ ἡμιονήπια τελεῖν· διὸ περιγράφονται. H. 115. ἀνάξομεν Ἤπειρόνδε] ἀναχθῆναι ποιήσομεν. B.Q.V. νῆσος γὰρ ἡ Ἰθάκη. B.Q. ἀπαγάγωμεν. V. 123. ἀτὰρ μὲν νῦν γε] νῦν δὲ δή γε· ὁ γὰρ μέν ἀντὶ τοῦ δή. H. 128. ἐπητῇ] παρὰ τὸ ἔπος. περισπωμένως, ἀντὶ τοῦ λογίῳ. B. H.Q. ἐπητῇ] δεινῷ εἰπεῖν, ἢ λογίῳ, παρὰ τὰ ἔπη. V. 130. ἀκιδνότερον] ὑπομονητικώτερον. B. Q. 132. οἷον οὐκ ἀνέξεσθαι, ἀλλʼ αὐτὸν ἐξάξειν· οὕτως Ἀριστοφά- νης. H. 133. ἀρετὴν] εὐδαιμονίαν, τὴν ὑπὸ θεῶν εὐπραξίαν. H. ὄφρ’ ἀρετὴν παρέχωσι] νῦν, τοῖς ἀγαθοῖς παρέχουσιν εὐδαιμονίαν· ὁμοίως τῷ “ἀρετῶσι δὲ λαοί.ʼ (Od. τ, 114.). Q. V. 134. τελέουσι] ποιοῦσιν, ἐπιφέρουσιν. V. 136. τοῖος γὰρ νόος ἐστὶν] οἱ μὲν φιλόσοφοι ἐκδέχονται ὅτι οἷον ἂν ᾖ τὸ κατάστημα τοῦ ἀέρος, τοιαύτην καὶ τὴν ἡμέραν διατελοῦσιν οἱ ἄνθρωποι· ὁ δὲ ποιητὴς λέγει, ὁποῖα ἂν ᾖ τὰ προσπίπτοντα, τού- τοις ἐξομοιούμεθα. B.Q.V. ὁποῖον γὰρ ἐπάγει ἦμαρ ὁ Ζεὺς τοῖς ἀνθρώποις, τοιοῦτός ἐστιν ὁ νοῦς αὐτῶν, ἐν μὲν ταῖς εὐτυχίαις ἐπαι- ρόμενος, ἐν δὲ ταῖς δυστυχίαις ταπεινούμενος πρὸς τὰς ἐφʼ ἡμέραν τύχας. B.H.Q. 138. ἔμελλον] ἐῴκειν, ἐδόκουν. Q. ἐῴκειν, ἐνομιζόμην. V. 140. πατρί τʼ ἐμῷ πίσυνος] θαρρῶν τῇ προστασίᾳ τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν. Q. 142. ἀλλʼ ὅγε σιγῇ] ἡσυχῆ, ἐγκρατῶς, μήτε ἐπαιρόμενος, μήτε ἄγαν ὀδυρόμενος. δῶρα δὲ θεῶν ἀπλῶς τὰ διδόμενα ὁποῖα τύχη ὄντα. B. 143. οἷ᾿ ὁρόω μνηστῆρας] θαυμαστικῶς τὸ οἷα. ἡρέμα ταῦτα πρὸς τὸν Ἀμφίνομον φησί. Q. 150. καὶ κεῖνον] πλήρης ὁ καί. H. 154. ἐμφαίνει τὸν ἐπιμελῶς ἀκούσαντα διὰ τοῦ νευστάζων. H. ὄσσετο] προεμηνύετο. Q. 160. πετάσειε] ἐκπλήξειεν. V. ἀναστήσει πρὸς ἐπιθυμίαν. B. γρ. θέλξειε. Vind. 50. 56. οὐκ ἀλαζονικῶς δὲ πρόσεισιν ἡ Πηνελόπη, ἀλλʼ ὅπως μὴ βιασθῇ προνοουμένη καὶ ἐλπιδοποιοῦσα τὸ δοκεῖν τινι συνοικῆσαι. Q. V. 162. μᾶλλον πρὸς πόσιος] ἵνʼ ἐκπλαγεὶς τῷ κάλλει αὐτῆς Ὀδυσ- σεὺς μᾶλλον κατὰ τῶν μνηστήρων ἐπιρρωσθείη. B. Q. 163. ἀχρεῖον] ἄκαιρον μηδενὸς προκειμένου, οὐ χρειῶδες, οὐδὲ πρὸς χρείαν ἁρμοζόμενον. B.H.Q. οἷον οὐκ ἐκ σπουδῆς. V. 166. συμβουλεύσαιμι γὰρ ἂν τῷ παιδὶ ἔπος τὸ κέρδιον εἴη. H. 167. ἐπαινεῖν] συντίθεσθαι. V. ἐπαινεῖν] γρ. ὁμιλεῖν. M. βάζουσι] εἰς κενὸν λαλοῦσι. Q. φρονέουσι] βουλεύονται, ἐννοοῦσι. V. 168. ὅμοιον τῷ “ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον” (Od. ρ. 66.). H. 172. ἐπιχρίσασα παρειάς] ἐλαίῳ λιτῷ ἢ σκευαστῷ. B. 174. ἄκριτον αἰεί] ἀδιαλείπτως, ἀδιαχωρίστως. H. 176. ἠρῶ] γρ. ἤρω. Vind. 133. 178. παραύδα] ἔξω τοῦ δέοντος λέγει ἢ κρύπτει. Q. κηδομένῃ] μετὰ τοῦ ι, ἀντὶ τοῦ κηδευούσῃ πρὸς τὸ χ. H. 179. ἀλοιφῇ] ἐλαίῳ. H. V. 180. ἀγλαΐην] νῦν ἀντὶ τοῦ καλλωπισμόν. H. 182. ἀνώχθει] γρ. ἄνωχθι. H. 184. οὐ κεῖσʼ εἰμι] τὸ πλῆρες, ἐκεῖσε εἶμι. τινὲς δὲ, εἴσειμ’. ἄμεινον δὲ τὸ πρῶτον. H. 186. ἀγγελέουσα] λέγουσα. V. νέεσθαι] γρ. ἔσεσθαι. H. 192. κάλλει] νῦν τὰ μύρα. V. μυθικῶς θείῳ τινὶ χρίσματι. Q. 193. Κυθέρεια] ἢ ἀπὸ τοῦ κεύθειν ἢ ἀπὸ τοῦ κύειν ἔρωτα. B. 194. ἱμερόεντα] γρ. ἐρόεντα. Vind. 56. 195. πάσσονα] παχυτέραν πρὸς ἀναλογίαν τοῦ μήκους. H. 196. πριστοῦ] γρ. λευκοῦ. M. 197. δῖα θεάων] Ζηνόδοτος γράφει, δῖʼ Ἀφροδίτη. H. Vind. 133. 199. φθόγγῳ ἐπερχόμεναι] σὺν φθόγγῳ, οὐ σιωπῇ βαδίζουσαι πρὸς αὐτήν. B. μετὰ φωνῆς ἐπιοῦσαι. V. 200. ἀπομόρξατο] ὃ συνήθως οἱ διυπνισθέντες ποιοῦσιν. H. 201. αἰνοπαθῆ] τὴν δεινοπαθῆ. H. 204. φθινύθω] φθείρω. V. 212. ἔθελχθεν] ἠλλοιώθησαν. Q.V. ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν] γράφεται, ἔρως δʼ ἄρα θυμὸν ἔθελγεν. B. M. 216. κέρδεʼ] κέρδεα νῦν τὰ βουλεύματα. B. συνέσεις. V. ἐνώμας] ἐκίνεις. ἀντὶ τοῦ ἐνενόεις. V. 217. νῦν δʼ ὅτε] τὸ ἑξῆς, νῦν δʼ ὅτε δὴ μέγας ἐσσὶ, οὐκέτι φρένες εἰσὶν, ὡς τὸν ξεῖνον ἔασας. B. Q. 221. οἷον δὴ] θαυμαστικῶς τὸ οἷον δή. B. 223. πῶς νῦν] τὸ ἑξῆς, πῶς εἰς τὸ μετέπειτά σοι αἶσχος λώβη τε πέλοιτο, εἴ τι ὁ ξεῖνος πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς; τὸ γὰρ νῦν μέλλοντός ἐστι χρόνου, τὸ δὲ πῶς θαυμαστικὸν μετὰ ἤθους. B. H. Q. ἐν μεταξυλογίαις θαυμαστικῶς, καὶ τοιοῦτος ὁ στίχος. πῶς ἀντὶ τοῦ ποδαπῶς, ὁποίως μετέπειτα· οὕτως εἴ τι ὁ ξεῖνος πάθοι. H. 224. ῥυστακτύος] ἑλκυσμοῦ, αἰκισμοῦ. κήδεται δὲ αὐτοῦ παρ’ Εὐμαίου μαθοῦσα ὑπάρχειν αὐτὸν Ὀδυσσέως ἑταῖρον. Q. 227. κεχολῶσθαι] τὸ ἑξῆς, τὸ μὲν κεχολῶσθαί σε. ὁ δὲ νοῦς, διὰ τοῦτο μὲν ὀργίζεσθαι οὐ μέμφομαί σοι, οὐκ εἰμὶ δὲ ἀνόητος ὡς σὺ φῆς, ἀλλὰ νοῶν τὰ καθέκαστα. B. Q. 229. πάρος δʼ ἔτι νήπιος ἦα] γράφεται, μέγας δέ κε νήπιος εἴην. ὁ δέ ἀντὶ τοῦ γάρ· μέγας γὰρ ἀνόητος εἴην, εἰ μὴ νοῶ ἐσθλά τε καὶ τὰ χέρεια. μέγας δὲ, ἤτοι μέγας ὢν τῇ ἡλικίᾳ. ἢ δύναται καὶ ἐπι- τάσεως εἶναι μέγας μωρὸς ἀντὶ τοῦ πάνυ ἀνόητος, ὡς καὶ ἐν τῇ συνηθεία. ὅθεν καὶ ἐπίρρημα μέγα ἀντὶ τοῦ μεγάλως. H. Q. ἠθέτει καὶ Ἀρίσταρχος. H. 233. οὐ μέντοι ξείνου] οὐ κατὰ τὴν βούλησιν τῶν μνηστήρων, οὐδὲ ὡς ἐπεθύμουν αὐτοὶ ἀπέβη τὰ τῆς μάχης. ὁ γὰρ Ὀδυσσεὺς κρείσ- σων ἐγένετο, ἐκείνων βουλομένων τὸν Ἶρον νικῆσαι. B.H.Q. μῶλος] νῦν πυγμή. B. 234. ὁ δέ ἀντὶ τοῦ γάρ. H. 235. αἲ γὰρ, Ζεῦ] ταῦτα σιωπῇ Τηλέμαχος πρὸς τὴν μητέρα φησὶ πρὸς τῇ παραστάδι παρεστηκώς. H. Q. 238. λελῦντο] προπερισπωμένως τὸ λελῦντο· τὸ δὲ νῦν τὸ τέ- λος. H. λέλυτο] γρ. λῦτο, et γρ. λελῦτο. Vind. 133. 239. νῦν] γρ. γοῦν. H. ἐπʼ αὐλίῃσι] γρ. ἐν αὐλείῃσι. H. 246. Ἴασον Ἀργος] Ἴασος βασιλεὺς Πελοποννήσου. Ἀργος οὖν νῦν τὴν Πελοπόννησον λέγει, ἢ καὶ ὅλην τὴν Ἑλλάδα ἀπὸ τοῦ μεσαι- τάτου. Q. V. τὴν Πελοπόννησον, ἀπὸ Ἰάσου τοῦ τῆς Ἰοῦς. πρὸς τὴν αὐτὴν δὲ καὶ Ἀχαικὸν Ἀργος φησὶ, Πελασγικὸν δὲ Ἄργος τὴν Θεσσαλίαν. B.Q. 248. περίεσσι γυναικῶν] ἡ περί ἀντὶ τοῦ περισσότερον, ἤτοι ὑπερ- έχεις τῶν γυναικῶν. B. 249. φρένας ἔνδον ἐΐσας] ἀκλινεῖς. ἀπὸ τῶν ζυγῶν ἡ μεταφορά. ἢ ὁμοίας τῷ κάλλει. B. Q. 253. ᾗεν] σὺν τῷ ι Ἀρίσταρχος καὶ Ἀριστοφάνης, ἀντὶ τοῦ ἦεν. H. 254. τὸν ἐμὸν βίον] τὴν ἐμὴν πολιτείαν, τὴν ἐμὴν ζωήν. Q. ἀμφιπολεύοι] περιπέσοι, περὶ τὸν ἐμὸν βίον πολοῖτο καὶ ἀνα- στρέφοιτο. B. διέποι, θεραπεύοι. V. 257. λιπὼν κατὰ] τινὲς ἀναστρέφουσι τὴν κατά· ἔνιοι δὲ ἀντὶ τῆς ἀπό λέγοντες οὐκ ἀναστρέφουσιν. Q. 258. ἐμὲ χεῖρα] ἀντὶ τοῦ ἐμοῦ χεῖρα, ἢ ἐμὲ προσηύδα. B. 261. καὶ γὰρ Τρῶάς φασι] ἐλπιδοποιεῖ προφανῶς τοὺς μνηστῆρας. ὅτι σὺν τοῖς ἄλλοις εἰκὸς ἀνῃρῆσθαι αὐτόν. Q.V. 263. ἵππων δʼ ὠκυπόρων ἐπιβήτορας] τὸ ἑξῆς, οἵτινες ἐπιβάται τῶν ἵππων διαχωρίζουσι τὴν φιλονεικίαν τοῦ πολέμου, τέμνοντες συν- τόμως τὴν μάχην. B. Q. 265. εἴ κέν μʼ ἀνέσει θεὸς] ἐκ τοῦ θανάτου ἀφήσει, ἢ ἐκ τῆς ἀλ- λοδαπῆς εἰς τὴν πατρίδα ἀναπέμψει καὶ ἀνακομίσει. B.Q. ἀνέ- σει] ἐάσει, ἀναπέμψει. V. 268. ἢ ἔτι] ἀντὶ τοῦ, καὶ ἔτι. B. 269. γενειήσαντα] ἵνα μὴ ὑπὸ πατρῴου ἐξουσίας γένηται ὁ παῖς. Q. Καὶ ἄλλως. ἐν προτρέπει, ἐν τούτῳ ἀποτρέπει· γραῦς γὰρ τότε ἐγένετο. Q. V. τάδε δὴ νῦν τεχνικῶς. τὸ μὲν γὰρ παντελῶς εἴργειν τὸν γάμον ἐπαχθὲς, τὸ δὲ εἰς ἀνεπιτήδειον ἡλικίαν περιστῆσαι συνετόν. δυσω- πητικὸν δὲ καὶ τὸ τεὸν δῶμα. Q. 272. νὺξ δʼ ἔσται, ὅτε δὴ στυγερὸς γάμος] ἐλπίδα πᾶσαν αὐτοῖς ὑποβάλλει τοῦ γάμου, δεδοικυῖα ἵνα μὴ βιασθῇ. Q. ἀντιβολήσει] συντελεσθήσεται. ἤδη γὰρ πρὸς αὐτῷ τῷ τέλει εἰμί. V. 273. οὐλομένης] ἀπολλυμένης μᾶλλον ἢ προδούσης τὴν κοίτην τοῦ ἀνδρός. Q. V. 275. οὐχ ἥδε δίκη] ἔθος. ἀντὶ τοῦ, οὐχ οὗτος ὁ τρόπος ὑπῆρχεν τῶν μνηστήρων ἐν τῷ προτέρ χρόνῳ. B. Q. 277. ἐθέλωσι] ἀντὶ τοῦ ἤθελον. καὶ τὰ ἑξῆς οὕτως. H. 279. κούρης] τῆς νύμφης. οὐ μόνον δὲ ἡ παρθένος, ἀλλὰ καὶ ἡ γεγαμημένη κόρη καλεῖται. προσεῖπε δʼ Ὀρέστης Λάκαιναν κόρην, ἐπὶ τῆς Ἑλένης. Q. 282. παρέλκετο] ἀντὶ τοῦ ἐφέλκετο. εὐτελὲς τοῦτο, διὸ καὶ κε- ραύνιον παρέθηκεν Ἀριστοφάνης. H. εἰ μὲν ὑπὸ ἓν παρέλκετο, παρολκὴν ἐλάμβανεν, εἰ δὲ διῃρημένως, παρὰ τούτων ἐλάμβανε, καὶ ἀνεπλήρου τὰ ἀναλώματα. H.Q.V. παρέλκετο] παρέσπα. V. 286. ἐνέγκαι] ἀντὶ τοῦ ἐνεγκεῖν. H. 289. ἐγκλιτικὸν τὸ τῷ. H. 291. πρόεσαν κήρυκα ἕκαστος] ἐνδέχεται καὶ καθʼ ἕκαστον τῶν μνηστήρων κήρυκα εἶναι, ἢ καὶ τὸν αὐτὸν κήρυκα ἀπὸ πλειόνων φθῆναι. Q. 292. περικαλλέα πέπλον] περιβόλαιον τὸ σκέπον τὸν ἀριστερὸν ὦμον ὄπισθεν καὶ ἔμπροσθεν, συνάγον τὰς δύο πτέρυγας εἰς τὴν δεξιὰν πλευρὰν, γυμνὴν ἐῶν τὴν δεξιὰν χεῖρα καὶ τὸν ὦμον. B. Q. 294. κληϊσιν] κατακλεῖσιν, εἰς ἂς καθίεσαν τὰς περόνας. V. ἐῦγνάπτῃς] εὐπεριστρέπτοις, καλῶς ἐπικεκαμμέναις. H. 295. ὅρμον] ἐτυμολογεῖ τὸν ὅρμον παρὰ τὸ εἴρω τὸ συνάπτω, ἔρ- μος, εἱρμός τις ὤν. ὅρμος δέ ἐστιν ὁ κατὰ τοῦ τραχήλου περικείμε- νος χρυσοῦς κόσμος. B. Q. 297. ἕρματα] δῶρα. V. τῶν ὤτων κόσμον, ὅ ἐστι τὰ ἐνώτια. MS. Barnes. εἰς τὸ δύω ὑποστικτέον. δύο γὰρ ἕρματα. B.H. θεράποντες] ἀντὶ τοῦ θεράπων, ὡς στήθεσι. προεῖπε γὰρ, κήρυκα ἕκαστος. οὐ μέντοι κωλύει ἕνα μὲν ἀπελθεῖν, πλείους δὲ εἶναι τοὺς κομίζοντας. B.Q. 298. τρίγληνα] τρίκορα κόσμια, ἐνώτια, τριόφθαλμα. τὸ δὲ μορό- εντα ἀντὶ τοῦ μετὰ πολλοῦ μόρου καὶ κακοπαθείας κατεσκευασμένα. B.Q.V. 300. ἴσθμιον] ἰσθμὸς ὁ τράχηλος. ἴσθμιον οὖν περιτραχήλιον κόσμον περιπεπλεγμένον, οὐ μέντοι κοσμήματά τινα ἐκκρεμάμενα. B. Q. Καὶ ἄλλως. περιτραχήλιον, ἔνθεν καὶ παρίσθμια. διαφέρει δὲ τοῦ ὅρμου. τὸ μὲν γὰρ προσέχεται τῷ τραχήλῳ, ὁ δὲ ὅρμος κε- χάλασται. ἰσθμὸς δὲ ὁ τράχηλος, ἀπὸ τοῦ εἰσιέναι δι αὐτοῦ τὴν τροφήν. Q. V. 307. λαμπτῆρας] μετεώρους ἐσχάρας, ἢ τοὺς χυτρόποδας, ἐφ’ ὧν ἔκαιον. B.Q.V. 308. ἐπὶ δὲ] γρ. περὶ δέ. H. κάγκανα] τὰ ξηρὰ, τὰ πρὸς τὸ καίεσθαι ἐπιτήδεια. B. 309. αὖα πάλαι περίκηλα] περισσῶς εἰς τὸ καῦσαι εὔθετα, κήλεον γὰρ τὸ καυστικόν· “ἐν πυρὶ κηλέῳ (Il. σ, 346.). βούλεται οὖν εἶ. πεῖν τὰ πάνυ ξηρά. B. Q. 310. καὶ δαίδας κατέμισγον] κατέμισγον τοῖς ξύλοις, ἵνα ἐκ τῶν δάδων ἀνάπτωνται μᾶλλον. ἢ χωρὶς τῶν ξύλων τὰς ἐσχάρας ἢ ἀνὰ μέ- ρος ἄλλοτε ἄλλη ὑπηρετοῦσα. B. Q. μετέμισγον] συνανεμίγνυον. V. ἀμοιβηδὶς] ἐναλλὰξ, ποτὲ μὲν τὰς δᾷδας, ποτὲ δὲ τὰς ἐσχάρας, ἢ ἀνὰ μέρος. H. 315. ἠλάκατα νῦν ἀντὶ τῶν ἀτράκτων. H. 323. δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ] ἡ Μελανθὼ χλιδὰς καὶ παιδιὰς ἐλάμβανεν, ἀλλʼ οὐ συνεχώρει αὐτῇ ἡ Πηνελόπη ἀθύρματα, ἀλλὰ τὰ πρὸς ἡδονὴν αὐτῆς ἔπραττε, δηλονότι νηπία ὑπάρχουσα. ἀθύρματα γάρ εἰσι τὰ τῶν νηπίων παίγνια. B.H.Q. 328. χαλκήιον ἐς δόμον ἐλθὼν] εἰς ἐργαστήριον χαλκέως, ὅ φησιν Ἡσίοδος “πὰρ δʼ ἴθι χάλκειον θῶκον.ʼ B.H.Q. χαλκήῖον] χαλ- κέως οἶκον. V. 329. ἐς λέσχην] τόπον ἀθύρωτον, δημόσιον, ἔνθα συνιόντες λόγοις καὶ διηγήμασιν ἀλλήλους ἔτερπον. ὠνόμασται δὲ παρὰ τὸ λέχοε, ἐπεὶ ἐκεῖ ἐκοιμῶντο οἱ πτωχοὶ παρὰ τὸ πῦρ. B. Q. δημόσιον οἴκημα, οἷον λέχην, παρὰ τὸ ἐν αὐτῷ τοὺς μὴ ἔχοντας οἰκήματα λέχη ποιεῖ- σθαι. ἢ παρὰ τὸ λεσχαίνειν ἐν αὐτῷ, ὅ ἐστιν ὁμιλεῖν. Q. V. δημό- σια οἰκήματα. καὶ γὰρ ὅσοι οὐκ ἔχουσιν οἶκον ἐκεῖσε μένουσι. P. λέχην] γρ. λέσχην. λέσχη παρὰ τὸ λέχος. H. 330. θαρσαλέως πολλοῖσιν] ἀθετοῦνται τρεῖς ὡς ἐκ τῶν ἑξῆς με- τατιθέμενοι καὶ ὅτι ἐνθάδε μηδὲν ἐθρασύνθη. Q. 333. ἢ ἀλύεις] ἀλύεις νῦν ἀντὶ τοῦ χαίρεις, γαυριᾷς. ἔνιοι δὲ, ἐν ἄλῃ καὶ θορύβῳ τῆς διανοίας καθέστηκας, οἷον οὐκ ἔχεις σαυτὸν ὑπὸ πολλῆς χαρᾶς. Q. 334. μή τις τοι] λείπει, φοβοῦ. B. 335. κεκοπὼς διὰ τοῦ φ κεκοφώς. H. 336. φορύξας] μολύνας, αἱμόφυρτόν σε ποιήσας. B. Q. 338. ὄντως τάχα τῷ Τηλεμάχῳ λέγω οἷα ἀγορεύεις, ὦ κύον. H. 339. διαμελεῖστὶ] μεληδὸν, ἵνα σε ἐπὶ τόπῳ διατάμῃ μελε- ῖστί. H. 340. διεπτοίησε] διεσκόρπισε. B. 350. γέλων] γέλωτα, Ἀττικῶς. V. γέλων δʼ ἄρα τοῖσιν ἔτευξε] γρ. γέλων δʼ ἑτάροισιν ἔτευχεν. H. 351. κελεύει] γρ. ἀνώγει. H. 353. οὐκ ἀθεεὶ] οὐ δίχα προνοίας θεοῦ. B. οὐκ ἄνευ θεοῦ. V. 354. ἔμπης] νῦν ἀντὶ τοῦ ὁμοίως. V. ἔμπης μοι δοκέει] ὁμοίως μοι δοκεῖ εἶναι τὸ σέλας τῶν δαίδων καὶ τῆς κεφαλῆς αὐτοῦ. B. ἀντὶ τοῦ ὁμοίως, ὡς τὸ “ἔμπης εἰς γαῖάν τε καὶ οὐρανόν.” H. σέλας] τὸ σέλασμα. H. 355. ἐπεὶ οὖ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί] ἡ γὰρ Ἀθηνᾶ “ξανθὰς ἐκ κεφαλῆς ὤλεσε τρίχας (Od. ν, 431.). Q. 357. ξεῖνʼ] τὸ ἑξῆς, ξεῖνε, εἴ σ’ ἀνελοίμην ἀγροῦ ἐπʼ ἐσχατιῆς, ἆρα ἐθελήσεις θητεύειν αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων, μισθὸς δέ τοι ἄρκιος ἔσται. B. Q. 358. ἄρκιος] ἱκανός. V. 359. αἱμασιάς τε] τοὺς ἐκ χαλίκων φραγμοὺς χωρίων. χάλικες δὲ οἱ τεθραυσμένοι καὶ μικροὶ λίθοι· καὶ ἔστιν ἡ εὐθεῖα ὁ χάλιξ τοῦ χάλικος. λέγων δὲ ἀντὶ τοῦ οἰκοδομῶν ἐκ πολλῶν καὶ λογάδων λίθων. B.H.Q. αἱμασιάς] τοὺς περιβόλους τῶν τοίχων, τοὺς χάλικας. λέγων] οἰκοδομῶν ἐκ συλλέκτων λίθων. V. 361. ἀμφιέσαιμι] τὸ θέμα ἔω τὸ ἐνδύομαι, οὗ ὁ μέσος μέλλων πρῶτος ἔσομαι, καὶ ἐν πλεονασμῷ ἕσσομαι· ὁ εὐκτικὸς ἕσσαιμι. H. 367. ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται] ζητοῦσι πῶς τὰς ἐαρινὰς ἡμέρας μακρὰς εἶπεν. ὅθεν ἠναγκάσθησάν τινες λέγειν ὅτι ἐαρινὴ τέθεικεν ἀντὶ τοῦ θερινή. ῥητέον δὲ ὅτι ἄλλο ἐστὶ τὸ πέλει καὶ ἄλλο τὸ πέλονται· τὸ μὲν γὰρ σημαίνει τὸ εἶναι, τὸ δὲ τὸ γίνε- σθαι. ἐν δὲ τῷ ἔαρι μακραὶ γίνονται αἱ ἡμέραι, εἰς γένεσιν ἀγόμεναι τῶν μακρῶν. ἔστι δὲ ὅμοιον τῷ “ἥλιος ὃς διὰ γῆς πάντα βλαστάνει βροτοῖς φθίνει τε·” οὕτω γὰρ καὶ τὸ, μακραὶ γίνονται, κατὰ τὴν Ἀττικὴν συνήθειαν ἀκουστέον. Q. πέλονται] ἀντὶ τοῦ γίνονται, πρὸς τὴν παρουσίαν τοῦ θέρους. B. 368. ἐν ποίῃ] τῷ δημητριακῷ χόρτῳ. ἐν σιτοφόρῳ χωρίῳ. Q. 370. ποίη δὲ παρείη] μὴ ἐπιλείποι ὁ θερισμός. B. Q. 371. οἵπερ] γρ. ὥσπερ. H. 372. αἴθωνες] πυρροὶ ἢ μέλανες. B. Q. 373. ἥλικες ἰσοφόροι] ὁμήλικες ἴσως ἕλκοντες καὶ φέροντες. H. ἰσοφόροι] παροξυτονητέον τὸ ἰσοφόροι. κατὰ γὰρ ἐνέργειαν ἡ σύν- θεσις. H. 374. τετράγυον] εἴη δὲ τὸ μέλλον ἀροῦσθαι χωρίον τέσσαρας ἔχον γύας. B. Q. τέσσαρας ἔχον γύας. γύον δὲ μέτρον γῆς. V. 375. τῷ κέ μʼ ἴδοις] διὰ τοῦτο ἄν με ἴδοις, διὰ τὸ εἶναι βόας. διηνεκέα ἀντὶ τοῦ διηνεκῶς, ἀπὸ μιᾶς ὁρμῆς. B.H. ὦλκα] παρὰ τὸ ἕλκεσθαι τὴν ἐπιμήκη αὔλακα. H. διηνεκέα] τὴν ὑπὸ μιᾶς ὁρμῆς σχιζομένην. P. V. 380. οὐδʼ ἄν μοι] οὐδʼ ἂν φλυαροίης ὀνειδίζων μοι τὴν γαστέρα. B.H. 385. αἶψά κε τοι φυγόντι. οὕτως τὸ ἑξῆς. H. τὰ θύρετρα φεύγων τις στείνοιτο] οὕτως ταρασσόμενος διὰ τῶν θυρῶν φύγῃς, ὡς δοκεῖν στενοχωρεῖσθαι. V. οὕτως ταραχθήσεσθαι ὡς δοκεῖν τὰς θύρας στενὰς εἶναι. B. Q. 385. στείνοιτο] στενὰ γένοιντο. H. διʼ ἐκ μεγάροιο, Ῥιανός. H. καὶ ἐκ προθύροιο] γράφεται, διʼ ἐκ προθύροιο. Q. 389. οἷ] διʼοἷα. H. 394. σφέλας εἵλετο] τὸ ὑποπόδιον, ἢ τὸ βλῆμα τὸ σφῆλαι δυνά- μενον. B. V. 395. καθέζετο] Τηλέμαχον γὰρ οὐχ ἱκανὸν ἐπίκουρον δοκεῖ εἶναι, καὶ προσκρούειν αὐτοῖς διασώζειν πειρώμενον τὸν ξένον. ὁ δὲ Ἀμφί- νομος εἰ καὶ προσέκρουσε τοῖς λοιποῖς, ἐλυσιτέλει τῷ Ὀδυσσεῖ τῷ στασιάζειν πρὸς ἀλλήλους τοὺς μνηστῆρας. Q. 390. ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα] ὅμοιον τῷ. “ὅ δʼ ἐρινεὸν ὀξέι χαλκῷ τάμνε νέους ὅρπηκας” (Il. φ, 38.). H. 397. πρόχοος] ὁ ξέστης. V. 402. μεθέηκεν] ἐποίησεν. V. πᾶσαι, μετέθηκεν, ἀντὶ τοῦ ἐν ἡμῖν ἔθηκεν. H. 404. ψιλωτέον τὸ ἤδος. H. 406. καὶ οὐκέτι ἐν ἡσυχίᾳ φέρετε τὴν τρυφὴν, ἀλλʼ ἀταξίαν ἐξά- γεσθε. H. δαιμόνιοι] θαυμάσιοι ἐπὶ κακῷ. H. κεύθετε θυμῷ] ἀντὶ τοῦ, ὑπὸ θυμοῦ, ὡς “Ἀχιλῆϊ δαμασθείςʼ (Ιl. χ, 55.), ὅ ἐστιν ὑπὸ ἀλόγου κινήσεως. οὐ κρατεῖτε τῆς τροφῆς, ἀλλʼ αὕτη μᾶλλον ὑμῶν ἐπικρατεῖ καὶ παρασκευάζει ὑμᾶς ἐξάγεσθαι εἰς ἀταξίας. B.H.Q. 407. βρωτὺν] προπερισπωμένως. H. 409. διώκω δʼ οὔτιν’ ἔγωγε] ἵνα παραμείνωσι καὶ ἀναιρεθῶσιν. V. 410. ἐνδακόντες, ἐμφύντες τοῖς χείλεσι δηκτικῶς. H. 418. ἐπαρξάσθω] ἀπὸ τοῦ πρώτου ἀρξάσθω. V. ἀρχὴν τοῦ δια- νέμειν ἡμῖν ποιήσασθε. H. 420. Ῥιανὸς δὲ, ἐνὶ μεγάροισιν ἕκηλον. H. Τηλεμάχῳ μελέμεν] ὑπὸ τοῦ Τηλεμάχου ἐπιμελείας ἀξιοῦσθαι. H. 422. ἁδόντα] ἀρέσκοντα. V. 423. Μούλιος ἥρως] ὅτι πάντας ἥρωας ἔλεγον. B. 425. ἐπισταδόν] ἐπιστάμενος. V.

---

Scholia in Homerum, Scholia in Odysseam, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg007.local001/.
