# Scholia in Odysseam 22.3.1

Scholia in Homerum, Scholia in Odysseam, ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΟΔΥΣΣΕΙΑΝ., Book 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-odysseam/22.3.1

1. αὐτὰρ ὁ γυμνώθη ῥακέων] τὴν ῥακώδη ἀπεδύσατο ἐσθῆτα, οὐχ ὅλως, ἀλλὰ τῶν περιττῶν καὶ ῥακωδῶν, τὰ σκέποντα τὰ ἀναγκαῖα ἔχων. ἑξῆς γοῦν ἡ Εὐρύκλειά φησιν “μηδʼ οὕτω ῥακέοσσι πεπυ- κασμένος εὐρέας ὤμους ἕσταθι” (488.). V. 9—12. ἤτοι ὁ καλὸν ἄλεισον ἀ. ἔμελλεν χρύσεον— —μετʼ ἀνδράσιν] Διονύσιος ὁ Θρᾷξ ἐν ταῖς Μελέταις φησὶ τὴν παροιμίαν “πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου” ἀπὸ τούτου διαδε- δόσθαι. προστιθέμενος γὰρ Ἀντίνοος τὸ ἔκπωμα βάλλεται. λέγει δὲ Ἀριστοτέλης περὶ τῆς παροιμίας οὕτως. Ἀγκαῖος ὁ Ποσειδῶνος καὶ Ἀστυπαλαίας Σάμιος ὢν τὸ γένος ἔχων οἰκέτην ἀπὸ Κρήτης ἐκέ- λευσεν αὐτῷ προσφέρειν ποτὸν πίνειν. εἰπόντος δὲ αὐτοῦ ὡς οὐ δύνῃ. σεται πιεῖν ὅθεν ἐντεῦθεν αἱ ἄμπελοι τυγχάνουσιν, αὐτὸς ὁ Ἀγκαῖος κατακερτομήσας τοὺς θεράποντας ἔλαβε τὴν κύλικα καὶ προσέθετο. λέξαντος δὲ ἐκείνου “πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου” ἄφνω συνέβη χρῆμα συὸς μεγάλου ἐπιζαρῆσαι τοῖς τοῦ Ἀγκαίου χωρίοις. ἀκούσαντα δὲ αὐτὸν ἀπὸ τῶν χειλέων τὴν κύλικα καταθεῖ- ναι καὶ δραμεῖν ὡς τὸν ἄγριον ὗν, συμβαλόντα δὲ τῷ κάπρῳ τελευ- τῆσαι. ἔνθα φησὶ κατανοῆσαι τὴν παροιμίαν. V. 14. μέλαιναν] γρ. φυτεῦσαι. Vind. 5. et 50. 19. αὐλὸς αἵματος] τὸ ἐξακόντισμα, ὁ κρουνὸς τοῦ αἵματος. πᾶν γὰρ τὸ στενὸν αὐλὸν ἔλεγον. ὅθεν καὶ τοὺς στενοὺς ποταμοὺς ἐναύ- λους. V. 27. τοξάζεαι] τοξεύων ἐπιτυγχάνεις. V. 31. ἴσκε] ἄλλοι μὲν τὸ ἔλεγεν σημαίνειν βούλονται. MS. Barnes. οὐδέποτε Ὅμηρος ἐπὶ τοῦ ἔλεγε τὸ ἴσκε, ἀλλʼ ἐπὶ τοῦ ὡμοίου ἠπάτηται οὖν ὁ διασκευαστὴς ἐκ τοῦ “ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὅμοια” (τ, 203.). Vind. 31. 35. νεῖσθαι] ἐλθεῖν, ἐπανήξειν. V. 36. κατεκείρατε] κατεδαπανᾶτε. V. 38. ὑπεμνάασθε] ὑπεφθείρετε, λεληθότως ἐμνηστεύεσθε. περὶ δὲ τῆς ἐπιβουλῆς τοῦ Τηλεμάχου οὐκ ὠνείδιζεν, ἴσως ἐπεὶ προεπιβεβου- λευμένοι ἠμύνοντο. ἔφη γὰρ “πειρήσω ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω” (β. 316.). V. 40. ἔθεσθε] ἀντὶ τοῦ ἐνοήσατε. M.V. ἔσεσθαι ἀναγνωστέον, ἵνʼ ᾖ, δείσαντες ἔσεσθαι. V. 49. ἐπίηλεν] συνέστησεν. V. 54. ἐν μοίρῃ] δικαίως, δεόντως. MS. Barnes. 57. ἀμφὶς ἄγοντες] χωρὶς ἕκαστον διδόντες. V. 68. φίλον ἦτορ] γρ. φίλον κῆρ. H. 74. φάσγανά τε σπάσασθε] ἐξιφοφόρουν γὰρ οἱ παλαιοί. V. 82. ἰὸν ἀποπροΐει, βάλε δὲ στῆθος] γρ. ἰὸν ἀποπροϊεὶς βάλλε στῆθος. Vind. 133. 84. περιρρηδὴς] περικλινής. H.Q. περικλασθεὶς ἢ περιρραγείς· ἢ περιρρεόμενος ἢ περιρρυεὶς, ἢ περιφερής. V. 85. κάππεσε δινηθεὶς] γρ. ἰδνωθείς. ἐπικαμφθεὶς, ἐπιστρέψας. M. 89. Ὀδυσῆος ἐείσατο] ὡς ἐπὶ Ὀδυσσέα ὥρμησεν. V. 92. Τηλέμαχος κατόπισθε] ἐγγὺς τοῦ Ὀδυσσέως γενόμενον τὸν Ἀμφίνομον παραλλάξας κατὰ τοῦ νώτου ἔβαλεν. πιθανῶς δὲ πρώτην ἀριστείαν Τηλεμάχου διέθετο ἐν τὸν πατέρα διέσωσεν. V. 97. ἐλάσειε] πλατεῖ τῷ ξίφει πλήξειεν. V. 98. προπρηνέϊ] κατὰ στόμα τῷ ξίφει ὀρθὸς εἰς τοὔμπροσθεν μὴ ἀνατείνας, ἀλλὰ νύξας ὑπτίως. οἱ μὲν γὰρ νύττοντες πλατὺ ἔχουσι τὸ ξίφος, οἱ δὲ πλήττοντες πλάγιον. V. προπρηνέι] προνεύ- οντι. Q. ἠὲ προπρηνέϊ τύψῃ] γρ. ἢ τύψειε. H. 126. ὀρσοθύρη] ἐν τῷ τοῦ οἴου ἐναντίῳ τοίχῳ θύρα ἦν διʼ ἧς εἰς τὸν θάλαμον ἦν ἀναβῆναι, ἔνθα τὰ ὅπλα ἔκειτο. εἶπεν δὲ οὕτως, ἐπεὶ ὑψηλοτέρα ἦν ἐφʼ ᾗ ἦν ὀροῦσαι καὶ ἀναθορεῖν. V. 128. λαύρην] στενὴν ὁδὸν, διʼ ἧς οἱ λαοὶ ῥέουσι καὶ φέρονται· οἱονεὶ ἄμφοδον. V. στενὴν ὁδόν. Q. εὖ ἀραρυῖαι] καλῶς ἡρμοσμέναι. V. 129. φράζεσθαι] τηρεῖν, φυλάσσειν. Q. 130. ἐφορμή] ἔξοδος. ἦν δὲ ἑνὸς μόνου ἔξοδος ἐν τῷ ἀντικρὺς τῆς εἰσόδου τοίχῳ τοῦ ἀνδρῶνος. ἐν τῇ δεξιᾷ γωνίᾳ ἦν ὀρσοθύρα, ἥτις εἰς τὴν λαύραν ἔφερεν. ἡ δὲ λαύρα στενωπός ἐστι παρακείμενος ἔξωθεν τοῦ ἐν δεξιᾷ τοίχου, ἐν καὶ ὁ θάλαμος, οὐχ ὁ Πηνελόπης, ἀλλ᾿ ἐν ᾧ τὰ ὅπλα ἔκειτο. αὕτη δὲ ἡ λαύρα ἔξοδον ὡς εἰς τὸν πρόδομον εἶχεν. ἑνὸς δὲ ἦν ἔξοδος. ὀρσοθύρα, λαύρα, θάλαμος, ἀνδρὼν, οὐδὸς, πρόδο- μος. V. 143. ῥῶγας] ῥήγματα, θυρίδας, ἢ τὰς τῆς οἰκίας ὑπερώας διό- δους. V. 152. οὐ μόνον ἐπὶ δυϊκοῦ λέγει τὸ νῶῖν, ἀλλὰ καὶ ἐπὶ πληθυντικοῦ. καταχρηστικῶς δὲ ὅτε καὶ πρὸς ἔνα διαλέγεται. H. 154. ἄμβροτον] ἀντὶ τοῦ ἔπταισα. V. 158. καὶ φράσαι] τὸ φράσαι οὐ μόνον ἐπὶ ψυχικῆς ἐννοίας, ἀλλὰ καὶ ἐπὶ ὄψεώς φησιν ὁ ποιητής. Q. 165. ἀΐδηλος] ὀλέθρου ἄξιος. 2. 173. σφῶϊ] ὑμεῖς οἱ δύο. V. 174. σανίδας δʼ ἐκδῆσαι] τοῦτο τελευταῖόν ἐστ· μετὰ γὰρ τὸ κρεμάσαι, τότε κλείσατε τὰς θύρας, ἵνα μὴ ἄλλος εἰσέλθῃ. H. τὸ ἑξῆς, σφῶϊ ἀποστρέψαντες, σειρὴν δὲ πλεκτὴν ἀπʼ αὐτοῦ πειρήνατε κίονα ὑψηλὴν ἐρύσαι, σανίδας δʼ ἐκδῆσαι. ἢ ὄπισθεν κλείσατε τὰς θύρας μετὰ ταῦτα. V. τὸ ὄπισθεν χρονικῶς, ἀντὶ τοῦ μετὰ ταῦτα, τὰς σανίδας, ὅ ἐστι τὰς θύρας, δήσαντες ἐξελθόντες καὶ ἐάσαντες αὐτὸν ἐρριμμένον. εἶτα ὡς μεταγνούς φησι, μᾶλλον δὲ μὴ ἐρριμμένον ἐάσητε, ἀλλὰ κρεμά- σατε. λείπει οὖν τὸ μᾶλλον, ὡς ἐν τῇ συνηθείᾳ φαμὲν, ἄπελθε εἰς τὴν ἀγορὰν, εἶτα ὡς μεταγνόντες φαμὲν ⋇ ⋇ ⋇ Q. ὄπισθεν] γρ. ἱμάντι. Vind. 133. 175. σειρὴν] πλέγμα, σχοινίον. πειρήναντες] ἐκδήσαντες. V. 176. ἐρύσαι] ἀπαρτῆσαι. V. 183. τρυφάλεια] περικεφαλαία τριφάλειά τις οὖσα, ἢ τρεῖς φά- λους ἔχουσα. V. 184. πεπαλαγμένον ἄζῃ] μεμολυσμένον τῇ ξηρότητι. H.Q. ἄζῃ] εὐρῶτι ἢ ξηρασίᾳ. V. ἠφανισμένον εὐρῶτι, ἢ μέλανι κεχρωσμένον. εὐρὼς δέ ἐστιν ἡ τοῖς μυδῶσιν ἐπιγινομένη λευκότης ἀράχνῃ προσφερής. Q. 185. ὃ κουρίζων φορέεσκε] ἅπερ ἔφερε νέος ὤν. H. 188. κουρὶξ] ὁ μὲν Ἀρίσταρχος, τῆς κόμης ἐπιλαβόμενοι· ὁ δὲ Κράτης, κουρίξ τὸ νεανικῶς. V. ἐκ τῶν τριχῶν λαβόμενοι, ἢ νεανι- κῶς, ἢ ἐκ τῆς κόρσης, ὅ ἐστι τῆς κεφαλῆς, ἔνθεν καὶ κουραὶ εἴρην- ται. Q. 192. πειρήναντες] δήσαντες. Q. 198. οὐδέ σε λάθῃ ἡ ἡμέρα ὥστε φέρειν αἶγας. H. 201. τὼ δʼ ἐς τεύχεα δύντε] ἀποδυσάμενοι γὰρ ἦσαν, ἵνα δεσμεύ- σωσιν ἀνεμποδίστως τὸν Μελάνθιον. Q. 205. ἐπαγχίμολον] ἀντὶ τοῦ ἐγγύς. ἔστι δὲ ἐπίρρημα. H. 208. ἀρὴν] τὴν βλάβην τοῦ πολέμου δηλονότι. H.Q. 210. οἰόμενος] ἀντὶ τοῦ πεπιστευμένος. V. 218. τῇ σῇ κεφαλῇ ταῦτα τίσεις. H. 227. τῇ ἐχούσῃ πατέρα τὸν Δία. H. 232. ἄντα μνηστήρων ὀλοφύρεαι] νῦν, ἀποδειλιᾷς, ἢ ὑποκρίνῃ, ὑποδεέστερος γίνῃ. ἢ ἐλλείπει ἡ περί, ἵνʼ ᾖ περὶ μνηστήρων. V. 236. τότε λέγεται εἶναι ἑτεραλκὴς ἡ νίκη, ὅταν τὸ ἕτερον μετα- τραπῇ. H. 239. μέλαθρον] τὴν ὀροφήν· “πολλὰ δὲ καθύπερθεν μελαθρόφιν ἐξεκέχυντο” (Od. θ, 279.). Q. 240. χελιδόνι εἰκέλη] οὐκ ἀληθῶς εἰς χελιδόνα μετεβλήθη ἡ θεὸς, οὐδὲ Ἑρμῆς ὁ λόγος ὄρνιθι ἐοικὼς (Od. ε, 51.). οὐδὲ ἡ αἰθυίῃ εἰκυῖα (ε, 337.) Λευκοθέα, οὐδὲ ὁ Πρωτεὺς πῦρ ἐγένετο. ἔκαυσε γὰρ τὸν Μενέλαον. τοῖς γὰρ ὁρῶσι δοκεῖ τοῦτο καίπερ ψευδὲς ὑπάρχον. H.Q. 248. κενῶς καυχησόμενος. H. 250. ἐπὶ τῷ ἄκρῳ τῶν θυρῶν. H. 256. ἱέμενοι] μεθʼ ὁρμῆς ἀφιέντες. H. 258. σημειῶδες· ἀεὶ γὰρ τὸ βάλλειν παῤ Ὁμήρῳ ἐπὶ τοῦ τυ- χεῖν. H. 264. ἐπὶ προτέροισι κακοῖσι] σὺν οἷς ἔπραττον πρώην κακοῖς. Q. 270. μεγάροιο μυχόνδε] εἰς τὸν ἐνδότερον τόπον τοῦ ἀνδρῶνος, ὡσεὶ ἔλεγε, πρὸς αὐτὸν τὸν τοῖχον τὸν ἀντικρὺ τῆς εἰσόδου. Q. 273. πολλὰ εἶπεν, ἐπεὶ ἔνια καὶ ἐπέτυχον. H. 278. λίγδην] ὥστε ἐπιλίξαι, ὅ ἐστιν ἐπιψαῦσαι ἐπιπολαίως μονον τὴν ἔξωθεν ἐπιφάνειαν τοῦ σώματος. V. ξεστικῶς. ἅπαξ δὲ ἐνταῦθα, καὶ ἅπαξ ἐν Ἰλιάδι (ρ, 599.) ἐπιλίγδην. Q. 287. φιλοκέρτομε] ὁ τὸν φίλον σκώπτων. V. πολυκέρτομε] γρ. φιλοκέρτομε. M. 288. μέγʼ εἰπέμεν] ἀντὶ τοῦ καυχήσασθαι. V. μέγα εἰπεῖν] μεγαλορρημονῆσαι. H. 296. ἤριπε δὲ πρηνὴς] οὗτος ἐπʼ αὐτὴν πίπτει τὴν πληγήν. V. 298. ἐπτοίηθεν] ἐν εὐλαβείᾳ καὶ φόβῳ ἐγένοντο. V. 299. οἱ δε φέβοντο — — ἐδόνησεν] ὁ οἶστρος ἀπογεννᾶται ἐκ τῶν ἐν τοῖς ποταμοῖς πλαγίων ζωαρίων τῶν ἐπιπλεόντων τὰ ὕδατα. διὸ καὶ πλεῖστα περὶ αὐτὰ γίνονται. ὁ δὲ μύωψ ἐκ τῶν ξύλων ἀπο- γεννᾶται. καὶ Καλλίμαχος περὶ τοῦ μύωπος “βουσόον, ὅντε μύωπα βοῶν καλέουσιν ἀμορβοί.” εἰσὶ δὲ οὗτοι πολέμιοι τοῖς βουσίν. ὅταν γὰρ κατὰ τὴν λαπάρην αὐτοὺς δρύψωσιν, εὐθέως ἀπολιμπάνουσι τὸν νομὸν σοβηθέντες. ἔστι δὲ ὁ μὲν οἶστρος μυίᾳ παραπλήσιος κέντρον ἔχων εὐμέγεθες ἐκ τοῦ στόματος καὶ φωνὴν μεγάλην βομβώδη. ὁ δὲ μύωψ παρόμοιος τῇ κυνομυίᾳ, τό τε κέντρον ἔλαττον ἔχει τοῦ οἴστρου. ἱστορεῖ περὶ τούτων Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων. V. οἶστρος, ὁ λεγόμενος μύωψ. ἔστι δὲ ζῷον ὑπόχαλκον τὴν μορφὴν, ὅπερ ἂν εἰσέλθῃ εἰς τὰ ὦτα τῶν βοῶν ἐξοιστρεῖν ἀναγκάζει τοὺς βόας. καὶ Καλλίμαχος “βουσόον, ὅντε μύωπα βοῶν καλέουσιν ἀμορβοί” v. ζωΰφιόν τι οἶστρος, ὅπερ εἰσερχόμενον εἰς τοὺς βόας ποιεῖ τούτους μαίνεσθαι. Q. οἶστρος θηρίον ἀκρίδι ἐοικὸς τὴν χροιὰν ποικίλον, εὐκίνητον, δάκνον καὶ στροβοῦν τὰς βοῦς. Q. μύωψ θηρίον, μυίας μὲν μεῖζον, τὰ δὲ ἄλλα ἐμφερὲς μυίᾳ, δάκνον τὰς βοῦς. H. 304. νέφεα] τὰ λίνα. Q. 307. τοὶ] γρ. τούς. H. 309. κράτων] αὕτη ἡ γενικὴ ἀπὸ εὐθείας τῆς κρᾶτα, ὡς μῆλα. ὥσπερ οὖν μήλων, οὕτως κράτων. σημαίνει δὲ τῶν κεφαλῶν. V. 324. σπέσθαι] ἀκολουθῆσαι. ἀπὸ τοῦ ἕπεται τὸ ἀπαρέμφατον ἕπεσθαι, καὶ πλεονασμῷ τοῦ σ ἕσπεσθαι ὅμως, “ἅμα σπέσθαι ἑοῖ αὐτῷ” ἤγουν ἀκολουθῆσαι. V. 325. τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγησθα] εὐλόγως τὸν Λειώδην ἀναιρεῖ. εἴτε γὰρ μὴ ἦν μάντις ἀληθὴς, ἀλλʼ ἐσκήπτετο, ἄξιος ἀποθανεῖν· καὶ γὰρ οὗτος εἷς τῶν μνηστήρων· εἴτε προειδὼς τὰ μέλλοντα ἔμενε μετʼ αὐτῶν. V. δυσηλεγέα] δυσκοίμητον. V. δύσφημον διὰ τοὺς θρήνους. ἢ δυσκίνητον. H.Q. 327. ὅ ῥ᾿] ὅπερ δή. V. 330. Τερπιάδης] Τέρπιος παῖς· ἢ ὁ τέρπων. V. 336. κῆαν] ἔκαυσαν. V. 340. ἤτοι ὁ φόρμιγγα] πιθανῶς ἀντὶ τῆς ἱκετηρίας τὴν φόρμιγγα προτείνει, διʼ αὐτῆς τὸν Ἀπόλλωνα προΐσχων αὐτὸν, ὥσπερ ὁ Χρύσης διὰ τῶν στεμμάτων. Q. 347. θεὸς] ἡ μοῦσα. εἴ γε μὴ αὗται μὲν ᾄδουσι, φορμίζει δὲ ὁ Ἀπόλλων. H. 349. δειροτομῆσαι] λαιμοτομῆσαι. Q. 364. βοὸς] γρ. θοῶς. H. περισσὸν τὸ βοός. H.M. 368. περισθενέων] ἤτοι περισσῶς ἰσχύων. V. περισσῶς χρώμε- νος τῷ ἑαυτοῦ σθένει. H.Q. 373. εἴποισθα] εἴποις. V. 374. ὡς τὸ εὖ ἐργάζεσθαι κρεῖττον τοῦ κακῶς ἐργάζεσθαι. H. 376. ὁ πολλοὺς φημίζων καὶ ἐνδόξους ποιῶν. ἢ ὁ ὑπὸ πολλῶν φημιζόμενος. H. πολύφημος] πολλοὺς εὐφημῶν, ἢ πολλοὺς φημίζων. V. 386. πολυωπῷ] πολλὰς ἔχοντι ὀπάς· βίαιον γὰρ τῷ πολυοφθάλμῳ. περισπωμένως δέ. H. πολλὰς τρύπας ἔχοντι τῷ δικτύῳ. V. 396. σκοπὸς] νῦν ἀντὶ τοῦ ἐπίτροπος. H. 402. αἵματι καὶ λύθρῳ] ἐκ παραλλήλου τὸ αὐτό. H. 403. βεβρωκὼς βοὸς] ὅμοιον τῷ “ὅφρα πίῃς οἴνοιο·” προσγενῆ γὰρ τὸ φαγεῖν καὶ πιεῖν Ἀττικοὶ λέγουσιν. H. 408. ὀλολύξαι] εὔξασθαι. V. χαρῆναι, εὔξανθαι. Q. 412. οὐχ ὁσίη] οὐχ ὅσιον. H. οὐ δίκαιον. V. εὐχετάασθαι] οὐ λέγει ἐπικαυχᾶσθαι τοῖς ἀποθανοῦσιν· αὐτὸς γοῦν ὁ Ὀδυσσεὺς τοῦτο φαίνεται ποιῶν ἐπὶ Σώκου ( Il. λ, 450.)· ἀλλʼ εὐχετάασθαι νῦν φησιν εὔχεσθαι. οὐ χρὴ εὔχεσθαι νεκρῶν παρακει- μένων. οἱ γὰρ εὐχόμενοι παρουσίαν αἰτοῦσι τοῦ θεοῦ· νεκροῖς δὲ πα- ρεῖναι τὸ θεῖον ἀδύνατον. H.Q. ἔνθεν καὶ Ἀρχίλοχός φησιν “οὐ γὰρ ἐσθλὰ κατθανοῦσι κερτομέειν ἐπʼ ἀνδράσιν” H.Q. Vind. 56. 423. τῆς δὲ λοιπῆς δουλείας ὑδροφορίας τε καὶ τοῦ μυλωθρεῖν. V. 424. ἀναιδείης ἐπέβησαν] ἐπὶ πολὺ τῆς ἀναιδείας ἐπῆλθον. V. 429. ἔχευεν] γρ. ἐπῶρσεν. M. 431. μήπω τήνδʼ ἐπέγειρε] ἐκώλυσε γὰρ ἂν κολασθῆναι τὰς δού- λας. V. 437. ἄρχετε] ἄρξασθε. V. 442. θόλου] κυκλοτεροῦς οἰκήματος, ἀπὸ τοῦ περιθεῖν, εἰς ὃ τὰ καθʼ ἑκάστην ἡμέραν εἰς χρῆσιν πίπτοντα ἀπετίθεντο, οἷον κρατῆρας, καὶ ἐκπώματα καὶ τὰ ὅμοια. Q.V. 444. Ἀφροδίτης] νῦν τῆς μίξεως. H. 449. ὑπʼ αἰθούσῃ] τῇ ὑπαίθρῳ. εὐερκέος δὲ αὐλῆς τῆς ἀντικρὺ τῆς θόλου. H. 450. ἀλλήλῃσιν ἐρείδουσαι] ἐπιτιθεῖσαι. V. ἐπερείδουσαι ἀλ- λήλαις, ὅ ἐστιν ἐπιτιθεῖσαι τοὺς νεκρούς. Q. 451. ἐπιστείχων] γρ. ἐπισπέρχων. M.Q. ἐπισπέρχων] γρ. ἐπιστείχων. Vind. 133. 455. λίστροισι] τοῖς ξυστῆρσιν, ἀπὸ τοῦ λιαίνειν. V. ξυστῆρσιν, ἀπὸ τοῦ λεῖον ποιεῖν τὸ ἔδαφος. τὰ ἀναξυόμενα μολύσματα. H.V. 460. εἴλεον] ἀπέκλειον. V. 462. καθαρῷ θανάτῳ] τὸν διὰ ξίφους θάνατον τοῦ ἠγχονισμένου θανάτου ἐνόμιζον καθαρώτερον. Q. 463. κάκʼ ὀνείδεα] γρ. κατ᾿. Vind. 5. 469. ἕρκει] νῦν τῷ δικτύῳ. V. 470. αὖλιν] κοίτην. V. 471. ὣς αἵγ᾿ ἑξείης κεφαλὰς] ἴσως ἔκ τινος ἐξοχῆς ἢ ξύλου ἐκδή- σας τῆς ἀντικρὺ τῆς καθόδου στοᾶς ὑφʼ ἑνὸς κίονος. Q. 482. θεειώσω] καθάρω. V. 493. θήϊον] θεῖον ἄπυρον. V. 494. διεθείωσεν] περιήγνισεν. V. 500. αἰνύμεναι] λαμβάνουσαι. Q. ἐπιλαμβανόμεναι. V.

---

Scholia in Homerum, Scholia in Odysseam, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg007.local001/.
