# Scholia in Odysseam 23.3.1

Scholia in Homerum, Scholia in Odysseam, ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΟΔΥΣΣΕΙΑΝ., Book 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-odysseam/23.3.1

1. καγχαλόωσα] ἤτοι γήθουσα, παρὰ τὸ καγχαλᾶσθαι, ἀφʼ οὗ καὶ ὁ οἶνος χάλιξ ὁ χαλῶν καὶ ἀνιεὶς ἡμᾶς ἀπὸ τῶν φροντίδων· καὶ τὸ παρὰ τὴν συνουσίαν ὑφʼ ἡδονῆς παθαίνεσθαι καὶ ὑποστένειν χαλι- βάζειν ἔλεγον. H.Q. 3. ἐρρώσαντο] ἐρρωμένως ἐβάδιζον. ὑπερικταίνοντο] Ἀρίσταρ- χος, ἀνεπάλλοντο καὶ ἐκινοῦντο προθυμουμένης αὐτῆς βαδίζειν τα- χέως, μὴ δυναμένης δὲ, ἀλλὰ κατὰ βραχὺ διὰ τὸ γῆρας. οἱ δὲ, ὑπερεξετείνοντο. ἄμεινον δῆθεν ἐκινοῦντο, παρὰ τὸ ἴκταρ, ὅ ἐστιν ἐγγύς. καὶ γὰρ προείρηκε, γούνατα δʼ ἐρρώσαντο. ταχέων οὖν ὕπερ- ικνοῦντο, ὁ ἔστι, παρεγίνοντο. MS. Barnes. ἐρρωμένως ἐβάδιζον· ὑπερικταίνοντο δὲ, ὑπερικνοῦντο καὶ ὑπερεπή- δων, ὑπὲρ τὸ δέον ἐβάδιζον. οἱ δὲ, ἅγαν ἱκνοῦντο. H.Q. 7. ἀντὶ τοῦ καὶ εἰς οἶκον ἱκάνει. H. 11. μάργην] μεμηνυῖαν, ἔκφρονα. H. 13. χαλιφρονέοντα] κεχαλασμένας καὶ παρειμένας ἔχοντα τὰς φρένας. Q. κεχαλασμένας ἔχοντα τὰς φρένας, ἠλίθιον, ματαιό- φρονα. V. 14. φρένας αἰσίμη ἦσθα] ἀντὶ τοῦ καθήκοντα φρονοῦσα, παρὰ τὸ αἶσα. Q. 15. λωβεύεις] ἀπάταις λωβητὴν ποιεῖς· καὶ μήποτε κυρίως ἐστὶ λωβᾶν τὸ ἀποδύσαντα τὸ λῶπος πληγὰς ἐντείνειν. H. χλευάζεις, εἰς λώβην καὶ ὕβριν ἄγεις. V. 16. παρὲξ ἐρέουσα] παρὰ τὸ δέον λέγουσα. V. 24. σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει] τὸ μὴ μεθʼ ὕβρεως ἀποπεμφθῆ- ναι. ἢ οἷον, εἰ καὶ τὰ ἄλλα σοι βαρύ ἐστι, τοῦτό γε ὀνήσει. V. 28. ὁ ξεῖνος] στικτέον μετὰ τοῦτο. ἠθικῶς δὲ ὁ ξένος ἐστὶν ὁ Ὀδυσσεύς. V. Vind. 56. μετὰ τοῦ ἤθους ὁ λόγος. H. 31. ὑπερηνορεόντων] ὑπερηφανευόντων. Q. 40. οὐκ ἴδον] οὔτε ποίῳ τρόπῳ ἀπώλοντο εἶδον, οὔτε παῤ ἄλλου ἤκουσα. Q. 41. ἡμεῖς δὲ μυχῷ] ἡμᾶς δὲ αἱ θύραι εἴσω κατεῖχον. σανὶς δὲ εἴρηται οἱονεὶ τανὶς παρὰ τὸ τετάσθαι. Q. 42. ἀτυζόμεναι] ἐκπληττόμεναι, ταρασσόμεναι. ἀτύω, ὁ μέλλων ἀτύσω· καὶ κατὰ παραγωγὴν, ἀτύζω, Αἰολικόν. V. ἔχον] ἀντὶ τοῦ ἠσφαλισμέναι ἦσαν. V. 46. κραταίπεδον οὖδας] λιθόστρωτον ἔδαφος, ἢ ψηφολόγητον, τὸ ἀντίτυπον, τὸ σκληρόν. οἱ δὲ ἀμφʼ αὐτὸν Ὀδυσσέα ἔχοντες τὸ κρα- ταιὸν πέδον κείατʼ ἐπʼ ἀλλήλοισιν. Q. κραταίπεδον] τὸ ἔδαφος. V. 52. ἐϋφροσύνης ἐπιβῆτον] θυμηδίας ἐπιβήσετε, εὐφρανθῆναι ποιή- σετε. V. ἐπιβῆναι ποιήσατε. συγκοπὴ τοῦ ἐπιβήσετον. H. 53. ἀμφοτέρω] γρ. ἀμφοτέρων. H. πέποσθε] πονῶ, πεπόνημαι, πεπονήμεθα, πεπόνησθε, καὶ συγκοπῇ πέποσθε. H.Q. 54. ἐέλδωρ] ζήτημα. Q. 64. ἀγασσάμενος] ὑπερεκπλαγείς. H. 68. ὤλεσε τηλοῦ νόστον] τίνος νόστον; τὴν διὰ νεὼς κομιδὴν, ὅ ἐστι τὰ πλοῖα ὤλεσε, καὶ μετὰ τὸ ὀλέσαι τὸν νόστον καὶ αὐτὸς ἀπώλετο. Q. 71. ἐσχάρῃ] ἔνθα τὸ πῦρ καίεται. ἔστι δὲ βωμὸς ἰσόπεδος οὐκ ἐκ λίθων ὑψούμενος. V. 76. μάστακα] νῦν τὸ στόμα. ἐν δὲ τῇ Ἰλιάδι (ι, 324.) καὶ τὸ μάσημα “μάστακʼ ἐπεί κε λάβῃς.” ὁ δὲ Ἀλκμὰν καὶ τὰς γνάθους μάστακάς φησι, παρὰ τὸ μασᾶσθαι. τὴν δὲ τροφὴν μάστακα ἔλε- γον διὰ τὸ τὰ βρέφη μαστάζειν αὐτὴν, ἀφʼ οὗ καὶ ὁ μαστὸς καὶ ἡ μάζα. H.Q. 78. ἐμέθεν περιδώσομαι αὐτῆς] περὶ ἐμαυτῆς συνθήσομαι. Q.V. τὴν φαρέτραν συνδήσομαι. H. 81. χαλεπόν σε θεῶν] χαλεπὸν, εἴ τις οὐ φυλάξει θεῶν βουλεύ- ματα, τὸ φυλάξαι ἀνθρώπων. H.Q. 82. πολύϊδριν] πολυπαθῆ, πολλὰ εἰδυῖαν. Q. 85. ὑπερώϊα] ὑπερωίων, ὡς τὸ “διά τʼ ἔντεα καὶ μέλαν αἷμα.” H. 86. ἐξερεείνοι] ἀνακρίνειε τῷ λόγῳ. Q. 89. ἐν πυρὸς αὐγῇ] ἐν τῷ πεφωτισμένῳ τόπῳ καὶ πεφλογισμένῳ ἀπὸ τοῦ πυρός. V. 94. ἐνωπιδίως ἐσίδεσκεν] ἐναργῶς ἄντικρυς περιεργότερον ἀφο- ρῶσα ἐγνώριζεν. V. ἔνιοι, ἤϊσκεν, ἀντὶ τοῦ ὡμοίου τῇ ὄψει τοῦ Ὀδυσσέως. ἢ περιερ- γότερον αὐτὸν κατεσκόπει τοῖς ὀφθαλμοῖς. ὄψει οὖν, τοῖς ὄμμασιν. H.Q. 95. ἀγνώσασκε] ἠγνόει. V. 97. δύσμητερ] ἐπὶ κακῷ μήτηρ λεγομένη. V. 99. ἀνείρεαι] τὰ περὶ τοῦ ἔρωτος. ἀλλοτριοῦσαι τῇ διαθέσει, καὶ καθεζομένη παῤ αὐτὸν οὐκ ἀνείρεαι οὐδὲ μεταλλᾷς. H. 108. ἱκάνεται] ἀντὶ τοῦ ἱκάνει. H. 114. πειράζειν ἐμέθεν] ἀπόπειράν μου λαμβάνειν. H. 119. ὀπίσσω] χρονικῶς ἀντὶ τοῦ μετὰ ταῦτα, μετὰ τὸν φόνον. H.Q. μετὰ τὸν τῆς ἀπωλείας χρόνον. V. 120. πηούς] τοὺς πόρρωθεν συγγενεῖς. V. 143. ὅπλισθεν] ἡτοιμάσθησαν. Q. 149. πολυμνήστην] τὴν μάλιστα μνήστην, κυρίως ἐπὶ Πηνελό- πης. V. 150. τοῦ ἐκ κορείας αὐτῇ συνεζευγμένου. H. 151. εἴρυσθαι] κρατῆσαι. V. 155. ἀνεστραμμένως τοῦτο εἴρηται. H. 161. τέχνην παντοίην] χρυσοχοϊκὴν δηλονότι· οὐ γὰρ τέχνην παν- τοίην. Q. 167. κῆρ ἀτέραμνον] σκληρόν. μετῆκται δὲ ἀπὸ τοῦ σώματος ἐπὶ τὴν ψυχήν. οἱ δὲ περὶ Πλάτωνα κερασβόλον φασὶν ἀτεράμνοις καὶ σκληροῖς τὴν ψυχὴν, μεταφορικῶς. Θεόφραστος γάρ φησιν ὃ ἂν σπέρμα ἐν τῷ καταρρίπτεσθαι ἅψηται τῶν κεράτων τοῦ ἀροῦντος βοὸς, σκληρὸς γίνεται. ὁ δὲ νοῦς, περισσῶς οἱ θεοί σε παρὰ τὰς ἄλλας γυναῖκας σκληρὰν τὴν ψυχὴν ἐποίησαν. H.Q. 174. οὐδʼ ἀθερίζω] ἀποβάλλομαι, ἀποδιώκομαι. Q. ἀθερίζω] τὸ ἐκρίπτω καὶ ἀποβάλλω, ἀπὸ μεταφορᾶς τῶν ἀθέρων τῶν μὴ δυνα- μένων ἔχεσθαι διὰ σμικρότητα. οἱ γὰρ λικμῶντες ἐκρίπτουσιν αὐ- τούς. MS. Barnes. 179. ἐκθεῖσαι] ἔξω ἀποθέμεναι. ἐκθέσθαι] γρ. ἐκθεῖσα, ἔξω θεῖσα. Vind. 133. πυκινὸν] πυκνὸν τοῖς στρώμασι. H. 188. μέγα σῆμα τέτυκται ἐν λέχει ἀσκητῷ] μέγα τέρας. ἀκίνη- τον δὲ λέγων εἶναι τὸ λέχος, ἔοικεν αἰνίττεσθαι ὅτι τὴν γαμικὴν κοίτην ἀδιάλυτον εἶναι δεῖ. H.Q. 190. θάμνος] δασὺ φυτὸν παρὰ τὸ θαμὸν, ὅ ἐστι πυκνόν. H. 191. ἀκμηνὸς θαλέθων] ὁ ἀκμὴν ἔχων τοῦ θάλλειν, εὐτραφὴς, ἀκμάζων. H.Q.V. ἐπὶ μὲν τούτου ὠξυτόνησεν, ἐπὶ δὲ τοῦ ἐν Ἰλιάδι δηλοῦντος τὸ νῆστις ἐβαρυτόνησεν. οἱ δὲ τὰ δύο προπαρωξυτόνη- σαν. V. 196. κορμὸν δʼ ἐκ ῥίζης προταμὼν] ἀπὸ τῆς ῥίζης κορμὸν ποιή- σας. V. 197. στάθμην] τὴν τεκτονικὴν σπάρτον. V. 198. ἑρμῖν᾿] κλίνης ποδάριον. ἕρμα γάρ ἐστι τῆς κλίνης. H.Q.V. Ἑρμῆν ἀσκήσας, τέτρηνε δὲ π. τ.] Ἑρμῆς ὁ Διὸς καὶ Μαίας τῆς Ἄτλαντος, παῖς ἔτι ὢν ἐν ἀνθρώποις τέσσαρα μέγιστα εὕρετο, γράμ- ματα καὶ μουσικὴν καὶ παλαίστραν καὶ γεωμετρίαν. ὅθεν καὶ τοὺς Ἕλληνας τετράγωνον αὐτὸν ἀσκῆσαι, καὶ οὕτως ἐν τοῖς γυμνα- σίοις ἀναθεῖναι. τῷ δὲ ὀνειροπομπὸν εἶναι, καὶ τοὺς κοιμωμένους αὐτῷ εὔχεσθαι, καὶ αὐτὸν ἀναμένειν, εἵλοντο ἐν τοῖς θαλάμοις ἔχειν αὐτὸν φύλακα τοῦ ὕπνου, ἐπινοῆσαί τε καὶ ἀσκῆσαι τοὺς τῶν κλινῶν πόδας εἰς τὴν τοῦ θεοῦ πρόσοψιν, ὅπως ἀλεξήτορας ἔχοντες ἰδέας τὰ μὲν δείματα μὴ φοβοῖντο, προσδοκῷεν δὲ πλείστην ἐπαφροδισίαν διὰ τὼν ὀνειράτων. ἡ δὲ ἱστορία παρὰ Ἀπολλοδώρῳ τῷ Ἀθηναίῳ. V. τέτρηνα] ἐτόρνωσα. V. 199. ἐκ δὲ τοῦ ἀρχόμενος] τοῦ ποδός. V. 20. ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς] τὸν τόνον λέγει τῆς κλίνης ἐξ ἱμάντος εἶναι βοείου φοινικοῦ τῷ χρώματι. Q. ἶφι κταμένοιο] γρ. φοίνικι φαεινῷ. H. 209. σκύζε] ὀργίζου. V. 211. ἀγάσαντο] ἐφθόνησαν. Q. 218. οὐδέ κεν Ἀργείη Ἑλένη] ἀθετοῦνται οἱ ζ΄ ὡς σκάζοντες κατὰ τὸν νοῦν. σώζοιντο δʼ ἄν, εἰ στίζοιμεν ἐπὶ “τῷ εἰ ᾔδη.” καὶ τὸ ὃ ἀντὶ τοῦ δι όὡς εἶναι, οὐδʼ ἂν ἡ Ἑλένη ἐμίγη παρὰ ἀλλοδαπῷ ἀνδρὶ, εἰ μὴ ἦν ἐξηπατημένη. διὸ αὐτὴν, ἐπεὶ παρελογίσθη, οἱ Ἕλληνες ἐπανήγαγον. οἱ δέ φασι τὸν Ἀλέξανδρον Μενελάῳ εἰκασθέντα γνώμῃ Ἀφροδίτης μιγῆναι τῇ Ἑλένῃ. V. Ἀλέξανδρος ὁ Πριάμου παῖς ἀπὸ τῆς Ἀσίας κατάρας εἰς τὴν Λακεδαίμονα διενοεῖτο τὴν Ἑλένην ξενιζόμενος ἁρπάσαι. ἡ δὲ γεν- ναῖον ἦθος καὶ φίλανδρον ἔχουσα ἀπηγόρευε καὶ προτιμᾶν ἔλεγε τὸν μετὰ νόμου γάμον, καὶ τὸν Μενέλαον περὶ πλείονος ἡγεῖσθαι. γενο- μένου δὲ τοῦ Πάριδος ἀπράκτου, φασὶ τὴν Ἀφροδίτην ἐπιτεχνῆσαι τοιοῦτόν τι, ὥστε καὶ μεταβάλλειν τοῦ Ἀλεξάνδρου τὴν ἰδέαν εἰς τὸν τοῦ Μενελάου χαρακτῆρα, καὶ οὕτω τὴν Ἑλένην παραλογίσα- σθαι. δόξασαν γὰρ εἶναι ταῖς ἀληθείαις τὸν Μενέλαον μὴ ὀκνῆσαι ἅμα αὐτῷ ἕπεσθαι, φθάσασαν δὲ αὐτὴν ἄχρι τῆς νεὼς, ἐμβαλλόμε- νος ἀνήχθη. ἡ ἱστορία παρὰ Νικίᾳ τῷ πρώτῳ. V. 220. εἰ ᾔδη] ἐνταῦθα στικτέον, ἔπειτα ἀφʼ ἑτέρας ἀρχῆς προε- νεκτέον. V. εἰ ᾔδη] ὅτι πολλοὶ κακὰ κέρδεα βουλεύουσιν. Q. Ἡρωδιανὸς τὸν εἰ ἀντὶ τοῦ ἐπεί φησὶν εἶναι, καὶ συνάπτει ὅλον τὸν νοῦν οὕτως· εἰ μὴ ἠπατήθη ἡ Ἑλένη ὑπὸ τῆς Ἀφροδίτης, οὐκ ἂν ἄλλῳ ἠκολούθησεν ἀνδρί. καὶ πόθεν δῆλον ὅτι διʼ ἀπάτην ἠκολού- θησε καὶ οὐχ ἑκουσίως; ἐπειδὴ ᾔδη μάλιστα ὅτι οὐκ ἔχει καταφρο- νηθῆναι τοῖς Ἕλλησιν ἡ αὐτῆς ἁρπαγή. Q. Vind. 56. ὅ μιν αὖτις ἀρήϊοι ὗες Ἀχαιῶν] ὁ γὰρ λόγος, οὐκ ἂν ἡ Ἑλένη παῤ ἀλλοφύλῳ ἀνδρὶ ἐμίγη, εἰ προεώρα τὸ μέλλον. διὸ καὶ ἐπανά- ξειν ἔμελλον αὐτὴν οἱ Ἕλληνες, ὡς μηδὲν ἡμαρτηκυῖαν. ὅ μιν] διὸ αὐτήν. V. 223. τὴν δʼ ἄτην οὐ πρόσθεν] οὐ πρὸ τοῦ παθεῖν ἔγνω τὴν φρενο- βλάβειαν. V. 225. ἀριφραδέα] ἀντὶ τοῦ ἀριφραδέως. H. 235. κύματι πηγῷ] εὐπαγεῖ καὶ στερρῷ, ἢ μέλανι, ὡς τὸ “ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ” (Il. γ, 197.). H. 237. δέδρομεν] γρ. τέτροφεν. Vind. 5. 56. πέπηγεν· ὅθεν καὶ ἡ τροφὴ καὶ ὁ πεπηγὼς τυρὸς τροφαλίς. H. 243. νύκτα μὲν ἐν πέρατι δολιχὴν] πρὸς τέλει αὐτὴν οὖσαν δολι- χὴν ἐπέσχεν, ὑπὲρ τοῦ εἰς πλέον ἀλλήλων ἀπολαῦσαι. Q. ἐν περάτῃ] ἤδη πρὸς τῷ πέρατι καὶ τῷ τέλει οὖσαν. δολιχὴν] οὐκ ἐν τῷ καθόλου, ἀλλὰ τότε ἐσομένην πρὸς ἀνάκτησιν τοῦ Ὀδυσ- σέως. V. 244. ῥύσατʼ] ἐκώλυσεν. Q. 246. ἔασιν] γρ. ἄγουσιν. Vind. 5. 248. οὐ γάρ πω πάντων] τοῦτο θέλει εἰπεῖν· μή μου τὴν ψυχήν ταράξῃς, οὔπω γὰρ εἰς τέλος τῶν κακῶν ἦλθον, ἀλλʼ ἔτι μέλλω πο- νεῖν. ἀλλὰ τραπῶμεν εἰς κοίτην. Q. 251. μαντεύσατο] γρ. μυθήσατο. H. 260. καί τοι θεὸς ἔμβαλε θυμῷ] τὸ εἰπεῖν ὅτι ποιῆσαί σέ τι καὶ ἕτερον δεῖ. V. 264. τί γάρ] τί δήποτε. V. 268. εὐῆρες ἐρετμὸν] εὖ ἐρέσσειν δυνάμενον. H. 276. καὶ τότε δὴ γαίῃ] γρ. καὶ τότε μʼ ἐν γαίῃ. M. 281. ἐξ ἁλὸς] γρ. ἔξαλος, ἤγουν ἔξω τῆς θαλάσσης. Vind. 133. 296. ἀσπάσιοι λέκτροιο] ἀσπαστῶς καὶ ἐπιθυμητικῶς ὑπεμνή- σθησαν τοῦ πάλαι τῆς συνουσίας νόμου. Ἀριστοφάνης δὲ καὶ Ἀρί- σταρχος πέρας τῆς Ὀδυσσείας τοῦτο ποιοῦνται. M.V. Vind. 133. ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο] τοῦτο τέλος τῆς Ὀδυσ- σείας φησὶν Ἀρίσταρχος καὶ Ἀριστοφάνης. H.M.Q. 309. καταλέξαι] καθέκαστον εἰπεῖν. V. 310—343. οὐ καλῶς ἠθέτησεν Ἀρίσταρχος τοὺς τρεῖς καὶ τριά- κοντα· ῥητορικὴν γὰρ πεποίηκεν ἀνακεφαλαίωσιν καὶ ἐπιτομὴν τῆς Ὀδυσσείας. Q.V. 316. ἤην] ἀντὶ τοῦ ἦ. MS. Barnes. 322. εὐρώεντα] ἤτοι πλατὺν, παρὰ τὸ εὖρος· ἢ σκοτεινόν. V. γρ. ἠερόεντα. Vind. 5. 328. ἀκήριοι ἄνδρες ἄλυξαν] χωρὶς κηρὸς, χωρὶς θανάτου. V. καὶ ἀκήριοι, ἀσθενεῖς. MS. Barnes. 330. ἔβαλεν] νῦν ἀντὶ τοῦ ἔκλασεν. V. ψολόεντι] ἀπὸ τοῦ ψῶ τὸ λεπτύνω. πᾶν γὰρ τὸ κατερχόμενον ἄνωθεν οὐ τοιοῦτον κατέρχεται μέχρι καὶ τέλους. H.Q. καυστικῷ. ψόλον γὰρ τὸ ἄσβολον ποιοῦν. V. 343. λυσιμελὴς] ὁ τὰ μέλη τοῦ σώματος παριείς· ἢ ἀμέ- ριμνος. V. 350. ὦ γύναι, ἤδη μὲν πολέων] ἡ σύνταξις οὕτως, ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων, νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνὴν, σὺ μὲν ἐν τοῖς οἴκοις ἐπιμελείας ἀξίου τὰ κτήματα, ἐγὼ γὰρ αὐτὸς λαφυραγωγήσω τὰ θρέμματα ἃπερ οἱ μνηστῆρες κατέφαγον. H.Q. 353. πεδάασκον] ἐδέσμουν. Q. ἐνεπόδιζον. V. 357. ληΐσσομαι] κτήσομαι. V. 358. ἐπαύλους] νῦν τοὺς σταθμούς. H. 364. εἰς ὑπερῷ᾿ ἀναβᾶσα] καταλείπει τὴν γυναῖκα θαρρῶν τῷ πατρὶ αὐτῆς καὶ τοῖς ἀδελφοῖς. ἢ δῆθεν ὡς ἀγνοοῦσαν τῶν πε- πραγμένων τὸ ἀληθές· ἢ ἐμπιστεύων τῇ Ἀθηνᾷ. V. 365. προτιόσσεο] προσδέχου. Q. 372. ἐξῆγε] ἐξέβαλεν. V.

---

Scholia in Homerum, Scholia in Odysseam, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg007.local001/.
