Ancient Greek
Ψευδοσοφιστὴς ἢ Σολοικιστής.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-14
Not analysed yet
ἄρτι*] τὸ ἄρτι μέλλοντι οὐ συνάπτεται· οὐκ ἄρα λέγομεν ἄρτι σολοικιῶ. ~ΓVMΟUΩ ἃ μέν*] ἐχρῆν εἰπεῖν τὰ μὲν τὰ δέ. ~ΓVMOU ὄφελον*] τὸ γὰρ ὄφελον οὐδέποτε μέλλοντος συντάττεται ἀπαρεμφάτῳ ἢ ὑποτακτικῷ, ἀλλ’ ἐνεστῶτος ὁριστικῷ ἢ ἀπαρεμφάτῳ ἢ εὐκτικῷ, ὡσαύτως καὶ παρῳχημένῳ. ἔδει οὖν εἰπεῖν ὄφελον ἀκολουθεῖν δυνηθῆναι, καὶ μάλιστα, ὅτι καὶ τὸ νῦν πρόσκειται, ὃ οὐδέποτε οὐδὲ αὐτὸ μέλλοντι συντάσσεται. διττῶς οὖν ἐν τῷ ἑνὶ σεσολοίκισται· διὸ καὶ λέγει, ὅτι τρὶς σεσολοίκισται. ~ΓVΜΟUΩ